Καὶ μή τις ἀνάρμοστον εἶναι νομίσῃ τὴν εἰκόνα τὴν προκειμένην· Ὁ γὰρ θεὸς οὕτω προσφέρεται τῷ λαῷ ὡς ἀνὴρ γυναικί, οὐ κατὰ τὴν τῶν σωμάτων ἕνωσιν, ἀλλὰ κατὰ τὴν διάθεσιν καὶ τὴν εὔνοιαν. Ὁ αὐτὸς γοῦν καὶ τῇ παλαιᾷ διαλεγόμενος συναγωγῇ διὰ τοῦ προφήτου σαφῶς ἔλεγεν· Ἐμνηστευσάμην σε ἐν κρίματι καὶ ἐν ἐλέῳ καὶ ἐν δικαιοσύνῃ καὶ ἐν ἐπιγνώσει. Τοῦ θεοῦ ἡρμήνευσε τὴν συνάφειαν. Καὶ τίς ἡ συνάφεια θεοῦ; Ἡ ἐπίγνωσις. Ἐπὶ μὲν γὰρ τῆς ἀνθρωπίνης συναφείας σώματα σώμασι συνάπτεται· ἐπὶ δὲ τῆς κατὰ θεὸν συναφείας ψυχὴ τῷ θεῷ κολλᾶται. Καὶ ὥσπερ ἐκεῖ εἴρηται· Καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν , οὕτως ἡ ψυχὴ ἑνουμένη τῷ θεῷ λόγῳ βοᾷ· Ἐκολλήθη ἡ ψυχή μου ὀπίσω σου· ἐμοῦ δὲ ἀντελάβετο ἡ δεξιά σου. Εἶχεν οὖν ἡ παλαιὰ συναγωγὴ ἄνδρα τὸν νόμον, ὡς μαρτυρεῖ Ἡσαΐας σήμερον διὰ τοῦ ἀποστόλου φθεγξάμενος· Τῇ γὰρ προφητικῇ κατεχρήσατο φωνῇ Παῦλος λέγων· Καθὼς γέγραπται ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα. Ἐπεὶ οὖν εἶχεν ἐκείνη ἄνδρα τὸν νόμον – Ἐπαναλήψομαι γὰρ τὸν λόγον, ὕποπτος δὲ ἦν, ὡς πανταχοῦ προδιδοῦσα τὴν εἰς θεὸν εὔνοιαν τῇ πρὸς τὰ εἴδωλα συνειδήσει. Ἐλέγχει γὰρ αὐτὴν ὁ θεὸς λέγων· Καὶ ἐμοίχευες τὸν λίθον καὶ τὸ ξύλον , κἀμοῦ ἐπελάθου, λέγει κύριος. Ἐπειδὴ ὕποπτον εἶχε τὴν γνώμην ἡ συναγωγή, εἰκότως αὐτὴν περιγράφει τόπῳ καὶ περικλείει, οἷά τινι θαλάμῳ, τῷ ναῷ, οὐκ ἐπιτρέπων οὔτε θυσιαστήριον ἱστᾶν ἐν παντὶ τόπῳ, ἀλλὰ πᾶσα μὲν ἡ Ἰουδαία τοῦ λαοῦ καὶ Παλαιστίνη , εἷς δὲ ἦν ὁ τόπος ὁ ἔχων τὸ θυσιαστήριον Διὰ τοῦτο καὶ Μωϋσῆς ἰδὼν τὸ ὕποπτον τῆς γυναικός – Γυναῖκα δὲ τέως λέγει τὴν συναγωγὴν ὁ λόγος. – εἰδὼς τὸ ὕποπτον τῆς συναγωγῆς, προανεφώνει λέγων· Πρόσεχε ἑαυτῷ, Ἰσραήλ , μήποτε ἀνενέγκῃς τὰ ὁλοκαυτώματά σου καὶ τὰς θυσίας ἐν παντὶ τόπῳ οὗ ἂν εὕροις, ἀλλ’ ἢ εἰς τὸν τόπον, ὃν ἂν ἐκλέξηται κύριος ὁ θεός σου. Ὅρα πῶς περιώρισται. Καὶ εἰκότως, ἀδελφοί. Εἰ γὰρ ἐν ἑνὶ τόπῳ δεξαμένη θυσιαστήριον πάντα τόπον τῆς εἰδωλολατρείας ἐπλήρωσε, καθὼς μαρτυρεῖ κράζων Ἱερεμίας · Κατ’ ἀριθμὸν τῶν πόλεων ἦσαν οἱ θεοί σου, Ἰούδα , καὶ κατ’ ἀμφόδους Ἱερουσαλὴμ ἔθυες τῇ Βάαλ . Εἰ τόπον ἕνα λαβοῦσα, πᾶσαν τὴν γῆν ἐπλήρωσε τῆς μοιχείας, εἰ εἰς πᾶσαν ἔλαβεν ἄδειαν, ἐννόησον ὅσην ἔλαβεν ἄμετρον ἀκολασίαν. Διὰ τοῦτο, ἀδελφοί, καὶ τὸ ᾆσμα περιώρισται τόπῳ καὶ τὸ θυσιαστήριον τόπῳ καὶ ὁ λαὸς ἐκεῖνος τόπῳ. Ἡ δὲ ἐκκλησία ἡ σώφρων καὶ κόσμιος καὶ πανταχοῦ τὸν Χριστὸν ἐν αὐτῇ περιφέρουσα, καὶ μυρίους μάρτυρας προβαλλομένη ὑπὲρ τῆς εἰς τὸν ἄνδρα εὐνοίας, οὐ κωλύεται ἀπὸ τόπων. ἀλλ’ ἐν παντὶ τόπῳ θυσιαστήρια· ἐν παντὶ τόπῳ διδασκαλίαι. Ταῦτα προανεφώνει ὁ θεὸς διὰ τοῦ προφήτου. Τὴν γὰρ ἐκκλησιαστικὴν εὐθηνίαν σημαίνων, καὶ τὴν ἀγνωμοσύνην τοῦ λαοῦ στηλιτεύων, πρὸς ἐκείνους φησίν· Οὐκ ἔστι μου θέλημα ἐν ὑμῖν, λέγει κύριος παντοκράτωρ, καὶ θυσίας οὐ προσδέξομαι ἐκ τῶν χειρῶν ὑμῶν· διότι ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν τὸ ὄνομά μου δεδόξασται ἐν τοῖς ἔθνεσι, καὶ παντὶ τόπῳ θυσία προσάγεται τῷ ὀνόματί μου καὶ θυσία καθαρά. Ὅρα πῶς λαμπρῶς καὶ περιφανῶς τὴν μυστικὴν ἡρμήνευσε τράπεζαν, τὴν ἀναίμακτον θυσίαν. Θυμίαμα δὲ λέγει καθαρὸν τὴν προσευχὴν τὴν ἁγίαν τὴν μετὰ τῆς θυσίας ἀναφερομένην. ἐκεῖνο γὰρ θεὸν ἀναπαύει τὸ θυμίαμα οὐ τὸ ἀπὸ τῶν ῥιζῶν γηΐνων λαμβανόμενον, ἀλλὰ τὸ ἀπὸ καθαρᾶς καρδίας ἀναπεμπόμενον θυμίαμα. Κατευθυνθήτω ἡ προσευχή μου ὡς θυμίαμα ἐνώπιόν σου. Ὁρᾶς ὅπως πανταχοῦ διαλάμπειν ἐπιτρέπεται τῇ λειτουργίᾳ ἀγγελικῇ; Ὁρᾷς ὅπως οὐ περιώρισται οὔτε τὸ θυσιαστήριον, οὔτε τὸ ᾆσμα; Ἐν παντὶ τόπῳ θυμίαμα προσφέρεται τῷ ὀνόματι μου. Ἔστι μὲν οὖν θυσία καθαρά, πρώτη μὲν ἡ μυστικὴ τράπεζα, τὸ οὐράνιον, τὸ ὑπερκόσμιον θῦμα· Ἔστι δὲ καὶ ἐν ἡμῖν δια φορὰ πολλῶν θυσιῶν. Ἐπειδὴ γὰρ ὁ νόμος εἶχε πολλὰς θυσίας ἐν τῇ παλαιᾷ, καὶ τὴν ὑπὲρ ἁμαρτιῶν, τὴν δὲ ὁλοκαύτωμα λεγομένην καὶ τὴν μὲν αἰνέσεως, τὴν δὲ σωτηρίου· ἄλλη ὑπὲρ τῶν καθαιρομένων λεπρῶν, καὶ ἄλλας πολλὰς καὶ διαφόρους ὑπὲρ τῶν ἐν μυρίοις μιάσμασιν ἐξεταζομένων. Καὶ πολὺς ἦν καὶ ἄμετρος ἀριθμὸς θυσιῶν τῶν κατὰ νόμον. Ἡ νέα χάρις ἐλθοῦσα διὰ μιᾶς περιγράφει πάσας καὶ μίαν ἀληθινὴν ἔστησε θυσίαν. Ἔχομεν δὲ καὶ ἡμεῖς ἐν ἑαυτοῖς ἑτέρας θυσίας, οὐ τῷ νόμῳ στοιχούσας, ἀλλὰ τῇ ἀγγελικῇ χάριτι πρεπούσας. Καὶ βούλει μαθεῖν τὰς θυσίας ταύτας ἃς ἔχει ἡ ἐκκλησία, πῶς ἐκτὸς αἱμάτων καὶ βωμοῦ καὶ τῶν ἄλλων τὸ εὐαγγελικὸν δῶρον ἀναπέμπεται τῷ θεῷ, καὶ ἡ θυσία καθαρὰ καὶ ἀμίαντος; Ἄκουε τῆς ἁγίας γραφῆς σαφῶς σοι παριστώσης τὴν διαφορὰν ταύτην καὶ τὴν ποικιλίαν. Ἔστιν οὖν ἡ πρώτη θυσιά, ἣν ἔφθην εἰπών, τὸ νοερὸν ἐκεῖνο καὶ μυστικὸν δῶρον, περὶ οὗ φησιν ὁ Παῦλος · Μιμηταὶ γίνεσθε τοῦ θεοῦ, ὡς τέκνα ἀγαπητά, καὶ περιπατεῖτε ἐν ἀγάπῃ, καθὼς καὶ ὁ Χριστὸς ἠγάπησεν ἡμᾶς καὶ παρέδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν τῷ θεῷ θυσίαν καὶ προσφορὰν εἰς ὀσμὴν εὐωδίας. Δευτέρα θυσία ἡ τῶν μαρτύρων. Καὶ τίς μαρτυρεῖ λόγος; Ἄκουε Παύλου · Παρακαλῶ ὑμᾶς, ἀδελφοί, παραστῆσαι τὰ σώματα ὑμῶν θυσίαν ζῶσαν, ἁγίαν εὐάρεστον τῷ θεῷ. Ἔχεις πρώτην σωτηρίας τὴν θυσίαν, δευτέραν τὴν τῶν μαρτύρων, τρίτην τὴν τῆς εὐχῆς. Κατευθυνθήτω ἡ προσευχή μου ὡς θυμίαμα ἐνώπιόν σου· ἔπαρσις χειρῶν μου θυσία ἑσπερινή. Τετάρτη ἡ δι’ αἰνέσεως, τουτέστι δι’ ὕμνων. Θῦσον τῷ θεῷ θυσίαν αἰνέσεως. Πέμπτη ἡ διὰ δικαιοσύνης· Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης. Ἕκτη ἡ δι’ ἐλεημοσύνης· Θυσία φησὶ καθαρὰ καὶ ἀμίαντος, ἐπισκέπτεσθαι πτωχοὺς καὶ ὀρφανοὺς ἐν τῇ θλίψει αὐτῶν. Ἑβδόμη ἡ τοῦ ἀλαλαγμοῦ. Ἀλαλαγμὸς δέ ἐστιν ἐπινίκιος ἐν πολέμῳ κρότος. Ἄλλο γὰρ ὀλολυγμὸς καὶ ἄλλο ἀλαλαγμός. Ὅταν γὰρ μετὰ νίκης ἐν πολέμῳ στρατιῶται βοῶσι, ἀλαλαγμός ἐστιν ἐκεῖνος καὶ σήμαντρον νίκης. Διὰ τοῦτο ὁ προφήτης τοὺς μέλλοντας εἰδέναι τὴν νίκην τοῦ Χριστοῦ, τὸν ὕμνον βοῶντας τὸν κατὰ τῶν πολεμίων, μακαρίζει λέγων· Μακάριος ὁ λαὸς ὁ γινώσκων ἀλαλαγμόν. Ἀλαλαγμὸς τοίνυν ἐστὶν ἐπινίκιος ἐν πολέμῳ κρότος. Ἐπεὶ οὖν τὴν νίκην ἔλαβε ὁ σωτὴρ τὴν κατὰ πάντων· Θαρσεῖτε , λέγων, ἐγὼ νενίκηκα τὸν κόσμον , τὸν ὕμνον ἀναπέμποντες τοῦτον τῷ τὴν νίκην ἐργασαμένῳ ἀναπληροῦμεν τὸν ἀλαλαγμόν, ὃν μακαρίζει ὁ προφήτης λέγων· Ἐκύκλωσα καὶ ἔθυσα ἐν τῇ σκηνῇ αὐτοῦ θυσίαν αἰνέσεως καὶ ἀλαλαγμοῦ. Ὀγδόη ἐστὶν ἑτέρα θυσία τῷ θεῷ, πνεῦμα συντετριμμένον· Καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ θεὸς οὐκ ἐξουδενώσει. Ὁρᾷς πηλίκαι θυσίαι παρ’ ἡμῖν πολιτεύονται; Ἔστι καὶ ἄλλη καινὴ θυσία ἡ διὰ τοῦ εὐαγγελικοῦ κηρύγματος πληρουμένη, ὁ λόγος ὁ διδακτικός, περὶ οὗ φησιν ὁ ἀπόστολος Παῦλος · Ἱερουργοῦντες τὸ εὐαγγέλιον τοῦ θεοῦ, ἵνα γένηται ἡ προσφορὰ τοῦ θεοῦ εὐπρόσδεκτος, ἡγιασμένη ἐν πνεύματι ἁγίῳ. Ὁρᾷς ὅπως ἔδειξεν, ὅτι καὶ τὸ κήρυγμα ἀντὶ θυσίας ἀναπέμπεται τῷ θεῷ; Ἔχεις τὴν πρώτην θυσίαν τὸ σωτήριον δῶρον, δευτέραν τὴν τῶν μαρτύρων, τρίτην τὴν τῆς προσευχῆς, τετάρτην τὴν τοῦ ἀλαλαγμοῦ, πέμπτην τὴν τῆς δικαιοσύνης, ἕκτην τὴν τῆς ἐλεημοσύνης, ἑβδόμην τὴν τῆς αἰνέσεως, ὀγδόην τὴν τῆς κατανύξεως, τὴν τῆς ταπεινοφροσύνης, ἐνάτην τὴν τοῦ κηρύγματος. Εἰ καί τι παρέλιπον; ἐννέα γὰρ ἀπαριθμησάμενος, ἐνόμισα δέκα παραδίδοσθαι. Τίς οὖν ἡ παραλελειμμένη θυσία; Ἔστι τοίνυν δεκάτη ἡ τῆς καρποφορίας, περὶ ἧς ὁ Παῦλός φησιν· Ἐδεξάμην τὰ παρ’ ὑμῶν ἀποσταλέντα δι’ Ἐπαφροδίτου , θυσίαν δεκτικὴν εἰς ὀσμήν εὐωδίας. Ὁρᾷς πῶς καὶ τὴν καρποφορίαν τὴν εἰς τοὺς ἁγίους θυσίαν καλεῖ Παῦλος ; Ἔχεις οὖν ποικιλίαν θυμά των. Θῦσον τῷ θεῷ θυσίαν αἰνέσεως. Ἐπῄνεσα δὲ πάντας ὑμᾶς, ἀδελφοί, μᾶλλον δὲ πάντες ἐπῃνέσαμεν, καὶ πρὸ πάντων ὁ θεός, τὴν θυσίαν ἦν ἐνεδείξασθε, λέγω δὴ τὴν εἰς τοὺς πένητας καρποφορίαν. Ἠλεήσατε γὰρ τοὺς ἐπὶ τῆς ἀγορᾶς πατουμένους, τοὺς πρὸς τὸν θεὸν βοήσαντας καὶ δι’ ὑμῶν ἐπακουσθέντας. Ἐπιμιμήσασθε τοῦ θεοῦ τὴν φιλανθρωπίαν. Ἀπεσυλήσατε τῆς ἀγορᾶς τὸ ὄνειδος τῆς πτωχείας. Προῆλθεν ἡ ἐλεημοσύνη καὶ ἔσβεσε τὴν αἰσχύνην· Αἰσχύνη γὰρ ἦν τῶν ἐχόντων ἡ κραυγὴ τῶν πενήτων. Ἐθησαυρίσατε θησαυρὸν ζωῆς· ἀπεθησαυρίσατε θησαυρὸν δικαιοσύνης. Τοῦτον γὰρ δεῖ τὸν θησαυρὸν πρὸ ὀφθαλμῶν ἔχειν, τὸν τῆς ἀληθείας, τὸν τῆς δικαιοσύνης, τὸν τῆς φιλοπτωχίας. Ἐπειδήπερ, ἀδελφοί, δύο εἰσὶ θησαυροί, εἷς ὁ τοῖς κακοῖς θησαυριζόμενος, καὶ εἷς ὁ τοῖς ἀγαθοῖς ταμιευόμενος. Θησαυρὸς κακῶν ἡ παρακοή, ἡ ἀπείθεια, ἡ παρανομία· Ἀγνοεῖς ὅτι τὸ χρηστὸν τοῦ θεοῦ εἰς μετάνοιάν σε ἄγει; Κατὰ δὲ τὴν σκηλρότητά σου καὶ ἀμετανόητον καρδίαν θησαυρίζεις σεαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς καὶ ἀποκαλύψεως τῆς δικαιοκρισίας τοῦ θεοῦ. Ὁρᾷς θησαυρὸν ἁμαρτημάτων ἀποτιθέμενον τοῖς ἐργάταις τῆς ἀνομίας; Ἴδε καὶ τὸν θησαυρὸν τὸν ἀπὸ τῆς φιλοπτωχίας ἀποτιθέμενον τοῖς δικαιοσύνην ἐργαζομένοις. Ἄκουε Παύλου Τιμοθέῳ γράφοντος· Τοῖς πλουσίοις παράγγελλε τοῖς ἐν τῷ νῦν αἰῶνι μὴ ὑψηλοφρονεῖν, μηδὲ ἠλπικέναι ἐπὶ πλούτου ἀδηλότητι, ἀλλ’ ἀγαθοποιεῖν, πλουτεῖν ἐν ἔργοις ἀγαθοῖς, εὐμεταδότους ὄντας, κοινωνικούς, ἀποθησαυρίζοντας ἑαυτοῖς θησαυρὸν ἀγαθὸν εἰς τὸ μέλλον, ἵνα ἐπιλάβωνται τῆς αἰωνίου ζωῆς. Ὁρᾷς θησαυρὸν ἀγαθῶν; Ὁρᾷς θησαυρὸν κακῶν; Καὶ παρὰ τίνι ὁ θησαυρὸς ἀποτίθεται; Ἢ δῆλον ὅτι παρὰ τῷ θεῷ. Αὐτὸς καὶ τὸν τῶν κακῶν θησαυρὸν ταμιεύεται εἰς ἀντάμειψιν, καὶ τοὺς μὲν ἀμύνεται, τοὺς δὲ ἀμείβεται.