Ἀναγκαῖον δέ, ἀδελφοί, μαθεῖν τίνος ἕνεκεν τὸ παλαιὸν ὁ θεὸς περιέγραψε τὸν λαὸν ἐν τόπῳ καὶ κλίματι, διὰ τί δὲ οὐκ ἐπέτρεπε τῷ λαῷ ἐκείνῳ ἀνὰ πᾶσαν τὴν γῆν ᾄδειν τὰ θεῖα. Ἐκεῖνο γὰρ δεῖ πρῶτον εἰδέναι καλῶς, ὅτι θεὸς οὐ τρέπεται, οὐ μεταβάλλεται, οὐδ’ ἀφ’ ἑτέρας εἰς ἑτέραν μετατίθεται γνώμην· οὐ ποτὲ μὲν τοῦτο δοκιμάζει, ποτὲ δὲ ἕτερον· ἀλλ’ αὐτὸς μὲν ὢν ἄτρεπτος καὶ ἀναλλοίωτος, ἁρμόζεται πρὸς τὴν ἀσθένειαν τὴν ἀνθρωπίνην. Λαλεῖ θεός, ἀδελφοί, καὶ νομοθετεῖ πολλάκις, οὐχ αὐτὸς δύναται, ἀλλ’ ὡς ἡμεῖς ἀκούειν δυνάμεθα. Ἐδύνατο καὶ διὰ τοῦ παλαιοῦ ᾄσματος ἐξάψαι τὴν λαμπάδα τοῖς ἔθνεσιν, ἀλλ’ οὐκ ἦσαν οἱ μεταχειριζόμενοι τὴν λαμπάδα εὔτονοι πρὸς τὸ τῆς εὐσεβείας κήρυγμα. Εἰ γὰρ αὐτοὶ λαβόντες μὴ κατέσχον τὸν τῆς εὐσεβείας λόγον, πῶς εἰς ἄλλους διαδοῦναι τὸν τῆς εὐσεβείας νόμον ἠδύναντο; Ἀλλ’ ἐπειδὴ ὁ λαὸς σαθρὸς καὶ ἄπιστος ἦν, καὶ ταχέως τοῖς ἐθνικοῖς ὑπαγόμενος μιάσμασιν, ἑνὶ περιορίζεται τόπῳ, ἵνα δυνηθῇ τὸ καθ’ ἑαυτὸν ἀσκεῖσθαι τὸν τῆς εὐσεβείας νόμον. Τοῦτο ποιεῖ καὶ ἀνὴρ πολλάκις τῶν καθ’ ἡμᾶς ἕκαστος. Ἐπειδὰν ἔχῃ ὕποπτον γυναῖκα, περιορίζει αὐτὴν τόπῳ, καὶ θαλάμοις ἐναποκλείει καὶ εὐνούχους περιίστησι, καὶ πᾶσαν φυλακὴν περιτίθησι, καὶ πάντα ποιεῖ καὶ πραγματεύεται τὰ φυλάττοντα τὴν σωφροσύνην, ἐπειδὴ οὐκ ἔχει τὴν ἀληθῆ φιλανθρωπίαν, καὶ φυλακὴν τὴν ἀπὸ τῆς σώφρονος διανοίας, τὴν σώφρονι συμπολιτευομένην. Ὁ δὲ σώφρονα καὶ κοσμίαν ἔχων γυναῖκα, οὐδεμιᾶς αὐτὴν προόδου κωλύει. Ἔχει γὰρ ἀσφαλὲς ἐνέχυρον τὴν διάθεσιν. Πρόεισιν ἐπ’ ἀγορᾶς καὶ ἔσβεσται ὁ ζῆλος. Συντυγχάνει πολλοῖς ἀνδράσι καὶ οὐδαμοῦ ζηλοτυπίας νόσος. Ἡ γὰρ σώφρων ἔχει μεθ’ ἑαυτῆς φύλακα καὶ παιδαγωγὸν τὸν τρόπον. Ὃ τοίνυν ἐφ’ ἡμῶν γίνεται τῶν ἀνθρώπων, τοῦτο ὁ θεὸς ποιεῖ. Καλὸν ἡμῖν ὡς ἀληθῶς καὶ θαυμάσιον ὕμνον διὰ τῆς πνευματικῆς ἀνεκρούσατο λύρας ὁ ὑμνογράφος Δαυίδ , διὰ μὲν τῆς προφητικῆς γλώττης τὸν εὐαγγελικὸν ὑφαίνων λόγον διὰ δὲ τῶν ἀρχαίων λόγων τὰ καινὰ πράγματα σημαίνων. Τὶ γὰρ ἐβόησεν; Ὡς ἀρτίως ἀκηκόαμεν· ᾌσατε τῷ κυρίῳ ᾆσμα καινόν· ᾄσατε τῷ κυρίῳ πᾶσα ἡ γῆ. Σκόπησον, ἀγαπητέ, εὐσεβῶς, καὶ νόησον, ὅπως τὰ προφητικὰ τοῖς εὐαγγελικοῖς συν άπτων ῥήμασιν, μίαν ἐργάζεται τῶν δογμάτων τὴν συμφωνίαν. Ἴσμεν, ἀδελφοί, ὅτι τὸ καινὸν ᾆσμα πρὸς τὸ παλαιὸν ἀντιδιαστέλλεται. Ἀναγκαῖον δὲ ζητῆσαι τί μὲν ᾆσμα τὸ παλαιόν, τὶ δὲ τὸ καινὸν ὑποτίθεται· Οὕτω γὰρ ἐκ τῆς τῶν πραγμάτων διαφορᾶς δυνησόμεθα καταλαβεῖν τῆς ἀληθείας τὴν ἔννοιαν. Τὸ τοίνυν πρῶτον καὶ πάντων ἀρχαιότατον ᾆσμα ἐπὶ τῆς ἐρυθρᾶς θαλάσσης ᾔδετο, ὅτε Μωϋσῆς ἐκεῖνος ὁ θαυμάσιος θείᾳ δυνάμει τὴν θάλασσαν ἐπέτρωσε, καὶ γῆν ἐποίησε τὸ πέλαγος, καὶ ᾆσμα ἀνακρουσάμενος ἔλεγεν· ᾌσωμεν τῷ κυρίῳ· ἐνδόξως γὰρ δεδόξασται. Ἵππον καὶ ἀναβάτην ἔρριψεν εἰς θάλασσαν. . Ἐλέγετο καὶ ἄλλο παλαιὸν ᾆσμα ὑπὸ τῆς μακαρίας Δεβόρρας , ὁπηνίκα στρωθέντων ἐν τῷ πολέμῳ τῶν ἐναντίων, οἷόν τι μέγιστον ἤγειρε τρόπαιον, τὸν ἐπινίκιον ὕμνον. Εὑρήσεις καὶ ἄλλο παλαιὸν ᾆσμα ἐν τῇ ἐρήμῳ γενόμενον, ὅτε τὸ φρέαρ εὗρον οἱ υἱοὶ Ἰσραὴλ καὶ τῆς ξένης ἀπήλαυον χάριτος. Καὶ πολύν ἐστιν εὑρεῖν λόγον τοῦ παλαιοῦ ᾄσματος τοῖς γνησίως καὶ εἰλικρινῶς ταῖς ἁγίαις γραφαῖς ἐντυγχάνουσιν. Ἀναγκαῖον δὲ λοιπὸν ζητῆσαι τὸ νέον τοῦτο καὶ καινὸν ᾆσμα ποίαν ἔχει δύναμιν, καὶ ποίαν ὑποτίθεται θεωρίαν. Καί μοι πρόσεχε ἀκριβῶς. Τὸ παλαιὸν ᾆσμα ἑνὶ περιώριστο λαῷ, καὶ εἰς ἓν περιεγέγραπτο κλίμα, τὸ τῆς Παλαιστίνης , καὶ οὐκ ἐπετέτραπτο τῷ λαῷ ἐκτὸς τοῦ κλίματος ἐκείνου τὸ παλαιὸν ᾆσμα προφέρειν, ἀλλ’ ἐπειδὴ λαὸς εἷς ἦν καὶ ἔθνος ἕν, ἑνὶ τόπῳ καὶ κλίματι καὶ τὸ ᾆσμα καὶ ἡ λατρεία τὸ παλαιὸν περιώριστο. Μαρτυρεῖ δὲ τῷ λόγῳ καὶ ὁ μακάριος Δαυὶδ , ὧδέ πη λέγων ἐκ προσώπου τῶν εἰς τὴν Βαβυλῶνα παραληφθέντων Ἰουδαίων · Πῶς ᾄσομεν τὴν ᾠδὴν κυρίου ἐπὶ γῆς ἀλλοτρίας; Ὁρᾷς ὡς οὐκ ἐπετέτραπτο τῷ παλαιῷ ᾄσματι διὰ πάσης χωρεῖν τῆς ὑπ’ οὐρανόν, ἀλλὰ τῷ ἔθνει καὶ ὁ ὕμνος συνεγράφετο; Ἀλλὰ πάλιν ἐπαναλάβωμεν τὰ λαληθέντα παρὰ τῶν ἐν Βαβυλῶνι . Τότε ἠρώτησαν ἡμᾶς οἱ αἰχμαλωτεύσαντες ἡμᾶς λόγους ᾠδῶν καὶ οἱ ἀπαγαγόντες ἡμᾶς ὕμνον· ᾌσατε ἡμῖν ἐκ τῶν ᾠδῶν Σιών . Εἶτα τῷ νόμῳ περιγεγραμμένοι καὶ κωλυόμενοι ἐπὶ τῆς ἀλλοδαπῆς τὰ θεῖα ᾄδειν, ἀποκρίνονται· Πῶς ᾄσομεν τὴν ᾠδὴν κυρίου ἐπὶ γῆς ἀλλοτρίας; Τὸ μὲν οὖν παλαιὸν ᾆσμα οὕτω διαρρήδην περιεγέγραπτο, ὡς ἔφθην εἰπών, τῷ τε λαῷ καὶ τῷ κλίματι. Τὸ δὲ νέον ᾆσμα διὰ πάσης χωρεῖ τῆς ὑπ’ οὐρανόν, καὶ ὑπὸ πάσης ᾄδεται τῆς οἰκουμένης· Διὰ τοῦτο καὶ ὁ προφήτης εἰπὼν ἄισατε τῷ κυρίῳ ᾆσμα καινόν εὐθέως ἐπήγαγεν· ᾌσατε τῷ κυρίῳ πᾶσα ἡ γῆ. Ὅρα πῶς ἁπλοῖ τὸ δῶρον, ὅρα πῶς πλατύνει τὴν θεολογίαν, ὅρα πῶς δείκνυσιν ἀντιδιαστελλόμενον τὸ ᾆσμα τὸ καινὸν πρὸς τὸ παλαιὸν ἐκεῖνο καὶ περιγεγραμμένον. Καὶ ἵνα μή τις στοχασμοῖς ἀνθρωπίνοις ἀμβλύνῃ τὴν θεωρίαν, οὐκ ἐσιώπησεν οὔτε τῆς ἀγγελικῆς χάριτος τὴν ἐνέργειαν, ἀλλ’ εἰπὼν ᾌσατε τῷ κυρίῳ πᾶσα ἡ γῆ πάλιν ἐπήγαγεν· Εὐαγγελίζεσθε ἡμέραν ἐξ ἡμέρας τὸ σωτήριον αὐτοῦ. Ὁποῖον σωτήριον; Ἦ δῆλον ὅτι τὴν πολυΰμνητον τοῦ σωτῆρος οἰκονομίαν λέγει, ὅτι θεὸς ἐν ἀνθρώποις ἐγένετο διὰ φιλανθρωπίαν ὅτι τοῖς κάμνουσιν ἰατρὸς ἐπεδήμησεν, ὅτι τοῖς ἐσκοτισμένοις τὸ φῶς ἐπέλαμψεν, ὅτι τοῖς πεπλανημένοις ἡ ὁδὸς ἐπέφανεν, ἡ ὀδὸς ἐκείνη ἡ σήμερον βοήσασα διὰ τῶν εὐαγγελίων· Ἐγώ εἰμι ἡ ὁδὸς καὶ ἡ ἀλήθεια καὶ ἡ ζωή.