Ὁρᾷς τὴν χάριν προμεμηνυμένην; ὁρᾷς εἰκότως τὸν κύριον ἐγκαλοῦντα Νικοδήμῳ · Σὺ εἶ ὁ διδάσκαλος τοῦ Ἰσραὴλ , καὶ ταῦτα οὐ γινώσκεις; Ἀλλὰ μαρτυρεῖ τούτοις Ζαχαρίας · οὐχ ὁ Ἰωάννου πατήρ, Ἰωάννου τοῦ τὴν ἔρημον τότε οἰκήσαντος, καὶ τὴν Παλαιστίνην κοσμήσαντος, καὶ τὴν ἡμετέραν πόλιν στεφανώσαντος. Πρέπει τῷ Ἰωάννῃ καὶ μετὰ θάνατον βοᾷν, καὶ ἐκ τάφου ὑμνεῖν. Εἰ γὰρ ἀπὸ γαστρὸς σκιρτήσας τὸν δεσπότην ἐκήρυξεν, ἀπὸ τοῦ τάφου σκιρτήσει τοῖς ἁγίοις ὀστέοις, καὶ ἐρεῖ· Πάντα τὰ ὀστᾶ μου· ἐροῦσι, Τίς ὅμοιός σοι, κύριε; Λέγει τοίνυν ὁ μακάριος Ζαχαρίας · Καὶ ἔσται ἐπ’ ἐσχάτου τῶν ἡμερῶν πᾶς τόπος διανοιγόμενος τῷ οἴκῳ Δαυΐδ . Οἶκον Δαυῒδ καλεῖ τὴν συγγένειαν Δαυΐδ · ἐπειδὴ ὁ Ἰωσὴφ ὁ μνηστὴρ Μαρίας ἐξ οἴκου ἦν Δαυΐδ . Μνηστευθείσης ἀνδρί, ᾧ ὄνομα Ἰωσὴφ , ἐξ οἴκου καὶ πατριᾶς Δαυΐδ . Ἐπὶ τῇ τοῦ σωτῆρος ἐπιφανείᾳ πᾶς τόπος ἠνοίγη, ἀνατολή, δύσις, μεσημβρία, ἄρκτος. Καὶ ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις πᾶς τόπος διανοιγόμενος τῷ oἴκῳ Δαυῒδ , καὶ ἐξελεύσεται ὕδωρ ζῶν ἐξ Ἱερουσαλήμ . Ποῖον ὕδωρ ζῶν; Ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος. Καὶ ἐξελεύσεται ὕδωρ ζῶν ἐξ Ἱερουσαλήμ . Πόθεν ἐξέρχεται; ἐξελεύσεται λόγος ἐξ Ἱερουσαλὴμ , ὅθεν ὁ Χριστὸς , ἐκ Σιών . Τὸ ὕδωρ τὸ ζῶν ἐξ Ἱερουσαλήμ . Διὰ τί δὲ ἐξ Ἱερουσαλήμ ; Ἐκεῖθεν γὰρ ἤρξατο ἡ ἐπιφάνεια τοῦ πνεύματος· οἱ γὰρ ἀπόστολοι ἐν Ἱεροσολύμοις ἐδέξαντο τὸ πνεῦμα τὸ ἅγιον, κἀκεῖθεν διὰ τῶν ἀποστόλων προῆλθεν εἰς τὰ πέρατα. Ἐξελεύσεται οὖν ὕδωρ ζῶν ἐξ Ἱερουσαλήμ . Τὸ ἥμισυ αὐτοῦ εἰς τὴν θάλασσαν τὴν πρώτην, καὶ τὸ ἥμισυ αὐτοῦ εἰς τὴν θάλασσαν τὴν ἐσχάτην. Τί ἦν, Εἰς τὴν θάλασσαν τὴν πρώτην, καί, Εἰς τὴν θάλασσαν τὴν ἐσχάτην; Μυθάρια ἐξηγεῖται ἡ γραφή; Ἀλήθειαν κηρύττει, μυστήριον ἑρμηνεύει, δυνάμεις ἀποκαλύπτει. Ἐξελεύσεται ὕδωρ ζῶν. Βλέπε τὸ θαυμαστόν. Οὐ λέγει, ποταμός, ἀλλὰ πρῶτον, Ὕδωρ. Ἀεὶ γὰρ ἡ χάρις ἀπὸ μικρῶν ἀρχομένη εἰς μεγάλα πληθύνει. Ἐξελεύσεται ὕδωρ ζῶν ἐξ Ἱερουσαλήμ . Τὸ ἥμισυ αὐτοῦ εἰς τὴν θάλασσαν τὴν πρώτην, καὶ τὸ ἥμισυ αὐτοῦ εἰς τὴν θάλασσαν τὴν ἐσχάτην. Θάλασσαν καλεῖ τὴν πρώτην τὰ οἰκισθέντα πρῶτα μέρη τῆς οἰκουμένης ἀπὸ τῆς ἀνατολῆς. Ἀδὰμ γὰρ ἐκεῖ τὸ γένος ἤνθησε πρῶτον· εἶτα μετὰ ταῦτα ἐξῆλθεν εἰς δύσιν, καὶ ἐπλήρωσε τὴν οἰκουμένην. Θάλασσαν οὖν καλεῖ πρώτην τὰ πρῶτα οἰκισθέντα κλίματα τῆς γῆς· θάλασσαν ἐσχάτην, τὰ ἔσχατα τῆς δύσεως· καὶ ἀνατολὴν πληροῦσαν, καὶ δύσιν τιμῶσαν. Haec obscura sunt. Savil. in marg. κομῶσαν pro τιμῶσαν. Ἐννόησον τοίνυν τὸ μυστήριον, ὃ γελῶσιν αἱρετικῶν παῖδες, τὸ πνεῦμα τὸ ἅγιον ὑβρίζοντες, καὶ δεσποτικῇ δυνάμει οἰκετικὴν τάξιν ἐπεισάγοντες. Φύγωμεν κακίαν, φύγωμεν αἱρετικὴν βλασφημίαν, φύγωμεν καὶ φαύλων ἔργων ἀναστροφήν. Τεκμήριον πίστεως ἀγαθοποιία, τεκμήριον πίστεως φιλανθρωπία. Ἐλέει πένητας. Ὤνησον, καὶ λάμβανε· οὐ γὰρ δύνασαι ὃ μὴ σπείρεις θερίζειν. Πῶς λέγεις θεῷ, Συγχώρησόν μοι; Ὃ μὴ δίδως, πῶς αἰτεῖς; ὃ μὴ ποιεῖς, πῶς λαμβάνεις; Μνημόνευσον οὖν τῶν ῥημάτων σου τῶν ἐν τῇ πενίᾳ. Ὅτε πένης ἦσθα, αἰτούμενος παρὰ πενήτων ἔλεγες, Ἤθελον ἔχειν καὶ μεταδίδωμι· ἤθελον διδόναι, οἶδεν ὁ θεὸς τὴν προαίρεσιν. Ὁ θεὸς πολλάκις γυμνάζων τὴν τοιαύτην διάνοιαν, καὶ δι’ αὐτῶν τῶν πραγμάτων ἐλέγχων, ἄγει αὐτὸν εἰς πλοῦτον, καὶ οὐκέτι αὐτὸς ἑαυτὸν κρίνει, ἀλλὰ τὰ πρῶτα ῥήματα ἐπιλανθάνεται. Ἕκαστος γὰρ ὄντως κρίνεται ἐξ ὧν λαλεῖ. Ἕως μή ἔσμεν δικασταί, λέγομεν· Ἐγὼ εἰ ἤμην δικαστής, τόδε ἂν ἐποίουν· ἐγὼ εἰ ἤμην δικαστής, οὕτως ἂν ᾠκονόμουν· ἐγὼ δὲ εἰ ἤμην δικαστής, τὸ καὶ τὸ ἐθέσπιζον. Προῆλθες εἰς δικαστήριον· δεῖξον τὴν ἐπαγγελίαν. Ὡς ἦσθα πένης, ἐπηγγείλω τὴν ἐλεημοσύνην, ἐπηγγείλω τὴν δικαιοκρισίαν. Δεῖξον ἄρτι καὶ τὰ ἔργα. Ἀλλ’ ἐοίκασιν οἱ ἄνθρωποι ἐν τῇ ταπεινώσει ταῖς ἀκρίσιν. Ἡ γὰρ ἀκρὶς χειμῶνος ὥρᾳ ἐφέστηκε φραγμῷ, μηδὲ ἀναγεῦσαι δυναμένη· τῷ γὰρ κρύει δέδεται, καὶ ἔστι ταπεινή, καὶ εὐμεταχείριστος καὶ εὐάλωτος ὀλίγον δὲ θαλφθεῖσα ἡλίῳ ἀνίπταται, ἡ ἐπὶ τόπῳ μὴ δυναμένη πρότερον ἐπαίρεσθαι εἰς τὸν ἀέρα πέταται. Οὕτω καὶ ὁ ἄνθρωπος, ταπεινὸς ἐν ταῖς θλίψεσιν, εὐλαβὴς ἐπιεικής, χρηστότητα ἐνδεικνύμενος. Ἀνέκυψεν ἡ λαμπρότης, ἐγυμνώθη ἡ γνώμη. Διὰ τοῦτό φησιν ἡ γραφὴ πρὸς τοὺς Ἰουδαίους τοὺς ἐν μὲν ταῖς δυσπραγίαις εὐλαβεῖς, ἐν δὲ ταῖς εὐπραγίαις ἀνευλαβεῖς· Βροῦχος ἐξήλατο, ὡς ἀττέλεβος· ὁ ἐπίμικτός σου, ὡς ἀκρίς. Ἀνέτειλεν ὁ ἥλιος, καὶ ἐξεπετάσθη καὶ ἐπελάθετο τοῦ τόπου αὐτῆς. Τὸν λαὸν λέγει τὸν μιγάδα. Ἐξήλατο ὡς βροῦχος, καὶ ὡς ἀκρὶς ἐπιβεβηκυῖα φραγμῷ ἐν ἡμέρᾳ παγετοῦ. Ἀνέτειλεν ὁ ἥλιος, καὶ ἐξεπετάσθη, καὶ οὐκ ἐπέγνω τὸν τόπον αὐτῆς· ἀντὶ τοῦ, ἐπελάθετο τῆς ταπεινώσεως αὐτῆς. Οὕτω καὶ ἡμεῖς ἐν πτωχείᾳ ἐσμὲν ταπεινοί· ἐπλουτήσαμεν, ἐπελαθόμεθα. Ἐν θανάτῳ φιλοσοφοῦμεν, καὶ ὅταν προκομίζηται νεκρός, ἕκαστος φιλοσοφεῖ τὰ ἀνθρώπινα, λέγων· Παρέρχεται τὰ πάντα, οὐδέν ἐσμεν. Ἕως ὁρᾷ τὴν πρῶσιν, φιλοσοφεῖ· ἐξῆλθεν ἡ ὄψις ἡ φοβοῦσα, εὐθέως ἐπελάθετο τῆς προαιρέσεως. Διὰ τοῦτο λέγει ἡ γραφή· Ἐν πᾶσι τοῖς λόγοις σου μιμνήσκου τὰ ἔσχατά σου, καὶ εἰς τὸν αἰῶνα οὐχ ἁμαρτήσεις. Ἐπὶ πάντων μέμνησο τὰ ἔσχατά σου, καὶ ἕξεις τὴν γνώμην ἀσάλευτον. Εἴη δὲ ἡμᾶς, ἀδελφοί, ἐν πᾶσι πιστοὺς διαμένειν θεῷ, ᾧ πρέπει πᾶσα δόξα, τιμὴ καὶ κράτος, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.