Πάλιν τρανῶς ὁ μακάριος Ἰεζεκιὴλ διαγράφων τὴν μέλλουσαν παλιγγενεσίαν, λέγει· Καὶ ἐγένετο ἐπ’ ἐμὲ χεὶρ κυρίου. Καὶ ἐξήγαγέ με κύριος ἐπὶ τὰ πρόθυρα τῆς πύλης, τῆς βλεπούσης κατὰ ἀνατολὰς. Καὶ ἰδοὺ ὕδωρ ἐξήρχετο ἐκ τοῦ Alii ὑποκάτωθεν τοῦ. αἰθρίου κατὰ ἀνατολάς. Πανταχοῦ τό, Κατὰ ἀνατολὰς , ἐπειδὴ ἐκεῖθεν ἡ πηγὴ τῆς σωτηρίας. Ὥσπερ γὰρ ἐκεῖθεν ἡ δόξα αὐτοῦ ἤρχετο κατὰ τὴν ὁδὸν τὴν κατὰ ἀνατολάς, οὕτω καὶ τὸ ὕδωρ ἐκεῖθεν ἤρχετο. Καὶ ἰδοὺ, φησίν, ὕδωρ ἐξήρχετο ἀπὸ τοῦ αἰθρίου κατὰ τὴν πύλην τῆς ὀδοῦ τῆς βλεπούσης κατὰ ἀνατολάς. Καὶ ἐξῆλθεν ὕδωρ, καὶ ἰδοὺ ὅρασις ἀνθρώπου. Καὶ εἶχε μέτρον ἐν τῇ χειρὶ αὐτοῦ, καὶ ἰδοὺ ὡς ἔξοδος ἀνδρός. Καὶ εἶδεν ὕδωρ, εἶδε δὲ καὶ ἄνθρωπον. Καὶ ἐξήγαγέ με κύριος ἐπὶ τὴν πύλην τὴν βλέπουσαν κατὰ ἀνατολάς, καὶ ἰδοὺ ὕδωρ ἐξήρχετο ὑποκάτωθεν τοῦ αἰθρίου. Οὐδὲ τοῦτο ἀργόν, τό, Ὑποκάτωθεν τοῦ αἰθρίου. Οὐδὲν κεκαλυμμένον, ὅλον γυμνόν, καθαρόν, διειδές, φωτὸς πεπληρωμένον. Ὑποκάτωθεν τοῦ αἰθρίου ἐκ τοῦ κλίτους τοῦ δεξιοῦ τοῦ κατὰ ἀνατολὰς· καὶ ἰδοὺ ὡς ἔξοδος ἀνδρός. Οὐκ ἂν ἦν ἄλλως, ἢ, Ὥς ἔξοδος ἀνδρός. Συνήρχετο τῷ ὕδατι ἄνθρωπος, καὶ ἦν μυστήριον. Τὸ μὲν γὰρ ἑρμήνευσε Savil. ἐμηνυσε. τοῦ σωτῆρος τὴν οἰκονομίαν, τὸ δὲ τοῦ πνεύματος τὴν ἐνέργειαν. Ὕδωρ καὶ ἀνήρ, ἡ ἔνσαρκος οἰκονομία καὶ ἡ τοῦ πνεύματος ἐνέργεια. Καὶ μέτρον ἐν τῇ χειρὶ αὐτοῦ. Ποῖον μέτρον; Δωρεᾶς. Ἑνὶ ἑκάστῳ ἡμῶν ἐδόθη ἡ χάρις κατὰ τὸ μέτρον τῆς δωρεᾶς τοῦ Χριστοῦ. Καὶ μέτρον ἐν τῇ χειρὶ αὐτοῦ. Προσέχετε ἀκριβῶς, παρακαλῶ, ἵν’ εἰδῆτε τὴν ἐλπίδα τῆς ἀθανασίας ἄνωθεν προκατηγγελμένην. Ἰδοὺ ὕδωρ ἐξήρχετο, καὶ ὡς ἔξοδος ἀνδρὸς ἐνώπιον, καὶ ἦν ἐν τῇ χειρὶ αὐτοῦ μέτρον. Τὶ ἐστι τὸ μέτρον; Ἡ χάρις, καὶ τὸ μέτρον δωρεᾶς . Καὶ διεμέτρησεν ἐν τῷ ὕδατι χιλίους. Τὶ ἐστι, Χιλίους; Οὐκ εἶπε, πήχεις, καλάμους, ἀλλά, Χιλίους. Τὰ μὲν λέγει, τὰ δὲ κρύπτει. Καὶ διεμέτρησε χιλίους. Καὶ διῆλθε διὰ τοῦ ὕδατος ὕδωρ ἀφέσεως. Καὶ διεμέτρησεν ἐν τῷ μέτρῳ, ᾧ ἐμέτρησε, χιλίους. Καὶ διῆλθε διὰ τοῦ ὕδατος ὕδωρ ἀφέσεως. Ποῖον ὕδωρ ἀφέσεως διὰ τοῦ ὕδατος διῆλθεν; Ἐπειδὴ καὶ αἰσθητὸν ὕδωρ ἐστὶν ἐν τῷ βαπτίσματι καὶ νοητόν, διῆλθε διὰ τοῦ ὕδατος τοῦ αἰσθητοῦ τὸ ὕδωρ τῆς ἀφέσεως· τουτέστι, τὸ πνεῦμα τὸ τὴν ἄφεσιν ἔχον τῶν ἁμαρτημάτων, διῆλθε διὰ τοῦ ὕδατος; τοῦ αἰσθητοῦ. Καὶ διῆλθε διὰ τοῦ ὕδατος ὕδωρ ἀφέσεως. Ὅπου γὰρ πνεῦμα, ἐκεῖ καὶ ἄφεσις ἁμαρτημάτων· ὥς φησιν ὁ σωτὴρ ἐμφυσήσας· Λάβετε πνεῦμα ἅγιον· ἄν τινων ἀφῆτε τὰς ἁμαρτίας, ἀφίενται αὐτοῖς. Εἶτα βουλόμενος δεῖξαι ὁ προφήτης, μᾶλλον δὲ θεὸς τῷ προφήτῃ, πῶς τὸ μυστήριον τοῦ βαπτίσματος ἄρχεται μὲν ἀπὸ ὀλίγων, πληθῦνον δὲ καὶ καλύπτειν ἔμελλε τὸν κόσμον, ἄρχεται πρῶτον ἀπὸ Παλαιστίνης διὰ τῶν δώδεκα ἀποστόλων· εἶτα ἐπλήρωσε τὴν Παλαιστίνην , ἐπλήρωσε τὴν Συρίαν , ἐξῆλθε καὶ εἰς ἀνατολήν, κατέλαβε καὶ τὰ ἑσπέρια μέρη, ὑπέδυ τῆς δύσεως. Τοῦτο αὐτὸ βουλόμενος δεῖξαι ὁ θεός, πῶς κατὰ μέρος ἡ γνῶσις τοῦ μυστηρίου προκόπτειν ἔμελλε, λέγει διὰ τοῦ προφήτου· Εἶχεν ἐν τῇ χειρὶ αὐτοῦ μέτρον, καὶ ἐμέτρησε χιλίους· καὶ διῆλθε διὰ τοῦ ὕδατος ὕδωρ ἀφέσεως· ἐμέτρησε δὲ καὶ ἄλλους χιλίους, καὶ ἀνέβη τὸ ὕδωρ ἕως ὀσφύος. Προέκοψε κατὰ μικρόν. Πρῶτον ὕδωρ· εἶτα ὕδωρ βαθὺ μέχρι τῆς ὀσφύος ἀνερχόμενον. Καὶ διεμέτρησεν ἄλλους χιλίους· καὶ οὐκ ἠδύνατο λοιπὸν διελθεῖν, ὅτι τὸ ὕδωρ ἐπλεόνασε. Καὶ ἐξήρχετο τὸ ὕδωρ, καὶ ποταμὸς μέγας. Πρῶτον ὕδωρ· εἶτα μέχρις ὀσφύος· εἶτα ποταμός. Καὶ διεμέτρησε τρίτον, χιλίους, χιλίους, χιλίους. Μέχρι τῶν χιλίων ὁ ἀριθμός. Τελεία γὰρ καὶ ἡ τοῦ πατρὸς προσηγορία, καὶ ἡ τοῦ υἱοῦ προσηγορία, καὶ ἡ τοῦ ἁγίου πνεύματος προσηγορία. Καὶ διεμέτρησε χιλίους· καὶ διῆλθε διὰ τοῦ ὕδατος ὕδωρ ἀφέσεως. Καὶ ἐμέτρησεν ἄλλους χιλίους, καὶ ἀνέβη τὸ ὕδωρ ἕως ὀσφύος, καὶ ἐμέτρησε τρίτον χιλίους. Ὅτε τὸ πλήρωμα τῆς γνώσεως, τότε τὸ τρίτον ἐπετέθη. Καὶ ἓν μὲν τὸ μέτρον, τρίτον δὲ ἐπιτιθέμενον, τουτέστι πατρός, υἱοῦ, καὶ ἁγίου πνεύματος, μία θεότης, μία δύναμις, μία ἐξουσία, ἐν τρισὶν ὀνόμασι κηρυττομένη. Καὶ ἦν, φησί, πλεονάζον τὸ ὕδωρ, ὡς χειμάῤῥους κατακλύζων. Τὶ ἐστιν, Ὡς χειμάῤῥους; Ἡ τοῦ πνεύματος τοῦ ἁγίου ἐν ἐνέργεια. Χειμάῤῥουν δὲ καλεῖ τὸ ἐπάλληλον τῶν δωρεῶν. Ὁ ποταμὸς μὲν γὰρ ὁ διὰ παντὸς ῥέων ἥσυχον φέρει τὸ ῥεῦμα· χειμάῤῥους δὲ ἀθρόον κορυφούμενος, ἐπάλληλα φέρει τὰ κύματα, καὶ κατασύρει πάντα. Βουλόμενος τοίνυν δεῖξαι ὁ φιλάνθρωπος θεὸς τῆς χάριτος τὴν δωρεάν, ὅτι ὕδωρ μὲν ἀφέσεως τοῖς πιστεύουσιν, ὕδωρ δὲ κατακλύζον τοῖς ἀπιστοῦσι, καὶ κατασῦρον δαιμόνων πλάνην, δαιμόνων τυραννίδα, διαβόλου κακίαν, φησίν· Ἐξῆλθεν ὡς χειμάῤῥους κατακλύζων. Τίς ὁ χειμάῤῥους; Ἄκουε τοῦ θεοῦ λέγοντος διὰ Ἡσαΐου · Ἰδοὺ ἐγὼ ἐκκλίνω ἐπ’ αὐτοὺς, ὡς ποταμός, καὶ ὡς χειμάῤῥους κατακλύζων. Ποταμός, τοῖς πιστοῖς· χειμάῤῥους, τοῖς ἀντιλέγουσι. Καὶ διῆλθεν ὡς χειμάῤῥους τοῖς ἀντιλέγουσι, καὶ ὡς χειμάῤῥους κατακλύζων ἐγένετο τὰ ὕδατα ἐκεῖνα. Βλέπε πῶς ἑρμηνεύει τὴν δωρεάν. Ποίαν ἔχει ἐνέργειαν τὸ ὕδωρ ἐκεῖνο; Ὥς φησιν ὁ προφήτης· Καὶ ἐξῆλθεν ὕδατα, καὶ ἐγένετο ἔνθεν τοῦ ποταμοῦ καὶ ἔνθεν τοῦ ποταμοῦ φυτὰ μεγάλα σφόδρα, καὶ τὰ ὕδατα ὑγιάζοντα Savil. hic et infra notat in marg. ἁγιάζοντα. . Τὶ ἐστι, Καὶ τὰ ὕδατα ὑγιάζοντα; Ἐπειδὴ ὑγίειαν φέρει. Ἰδὲ ὑγιὴς γέγονας· μηκέτι ἁμάρτανε, ἵνα μὴ χεῖρόν τί σοι γένηται. Καὶ ἰδοὺ δένδρα ἔνθεν τοῦ ποταμοῦ καὶ ἔνθεν τοῦ ποταμοῦ. Καὶ πᾶσαν ψυχήν, ἐφ’ ἢν ἂν ἔλθοι τὰ ὕδατα, ὑγιάσει. Καὶ ἰχθὺς πολὺς ἦν ἐν τῷ ποταμῷ. Ποῖος ἰχθύς; Ὁ λαὸς ὁ πολύς. Δεῦτε ὀπίσω μου, καὶ ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώπων. Καὶ ἰδοὺ ἰχθὺς πολὺς ἐν τῷ ποταμῷ ὡς ἰχθύες τῆς θαλάσσης· ἀντὶ τοῦ, τοσούτους συνάγει ἡ Χριστοῦ παρουσία, ὅσους ἔχει ἡ οἰκουμένη, κατὰ τοὺς ἰχθύας τοὺς ἐν τῇ θαλάσσῃ τῇ μεγάλῃ. Οὓς εἶχεν ὁ κόσμος, ἔλαβεν ἡ ἐκκλησία. Καὶ πᾶν δένδρον (πάλιν ἐπαναλαμβάνω τὸν λόγον) ἔνθεν τοῦ ποταμοῦ καὶ ἔνθεν τοῦ ποταμοῦ ἀναβήσεται καὶ ζωοποιήσει τὰ ὕδατα, καὶ ὑγιάσει · καὶ ὁ καρπὸς τῶν φυτῶν οὐ μὴ ἐκλείπῃ. Χριστοῦ κηρυττομένου, λύχνος εἰσάγεται. Πεφύκασι γὰρ καὶ αἱ προφητεῖαι ἅπτειν λύχνον Χριστῷ , ὡς λέγει ὁ Δαυΐδ · Ἡτοίμασα λύχνον τῷ Χριστῷ μου. Λαμπὰς κατέλαβεν αἰσθητή. Νόει τὴν λαμπάδα, τὸ δὲ προκείμενον· Καὶ ἦν ἐπὶ τοῦ ποταμοῦ δένδρα πολλά, καὶ ὁ καρπὸς τῶν δένδρων ἐκείνων οὐ μὴ ἐκλείπῃ ἀπὸ τῆς καινότητος αὐτῶν. Οὐ γὰρ παλαιῶν ἦν φυτῶν, ἀλλὰ νέων. Καινὰ λέγει φυτά, καινοὺς καρπούς. Ἀποδύσασθε τὸν παλαιὸν ἄνθρωπον, καὶ ἐνδύσασθε τὸν νέον τὸν ἀνακαινούμενον.