Προσέχετε ἀκριβῶς. Εἰ τοίνυν ὕδωρ ζῶν τὸ πνεῦμα τὸ ἅγιον, καὶ αὐτὸ λαμβάνουσιν οἱ πιστεύοντες, διὰ τὶ εἶπες, Εἴ τις διψᾷ, ἐρχέσθω πρὸς με, καὶ οὐκ εἶπες, Εἴ τις διψᾷ, ἐρχέσθω πρὸς τὸ πνεῦμα τὸ ἅγιον; Ἀλλ’ εἰ καὶ πρὸς ἐμὲ εἶπον, τὴν ἀλήθειαν ἔφην. Μία γὰρ πηγὴ ἀμφοτέρων· Ὅτι παρὰ σοῦ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς. Ἀλλ’ ἐπειδὴ ὁ σωτὴρ ὕδωρ ζῶν ἐκάλεσε τὸ πνεῦμα τὸ ἅγιον, διὰ τί φησίν ὕδωρ ζῶν; Ἵνα μάθῃς αὐτὸ ἐκ τῆς πηγῆς τοῦ θεοῦ ὄν. Ὕδωρ ζῶν τὸ πνεῦμα, πηγὴ ὕδατος ζῶντος ὁ θεός, ἴν’ ὅταν μάθῃς τὴν πηγήν, νοήσῃς πόθεν τὸ ὕδωρ τὸ ζῶν. Ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος. Τοῦτο δὲ ἔλεγε τὸ ὕδωρ περὶ τοῦ πνεύματος, οὗ ἔμελλον λαμβάνειν οἱ πιστεύοντες. Εἰ ὕδωρ ζῶν τὸ πνεῦμα, ζητήσωμεν αὐ τοῦ τὴν πηγὴν. Τίς ἡ πηγή; Λεγέτω Ἰερεμίας · Τάδε λέγει κύριος· Ἐξέστη ὁ οὐρανὸς ἐπὶ τούτῳ, καὶ ἔφριξεν ἡ γῆ, ὅτι δύο καὶ πονηρὰ ἐποίησεν ὁ λαὸς μου· ἐμὲ ἐγκατέλιπε πηγὴν ὕδατος ζῶντος. Ὁρᾷς πηγὴν ὕδατος τὸν θεόν, ζῶν δὲ ὕδωρ τὸ πνεῦμα τὸ ἅγιον; Πηγὴ ὕδατος ζῶντος ὁ πατήρ· ποταμὸς ἐκ τῆς γῆς προερχόμενος, ὁ υἱός· ὕδωρ τοῦ ποταμοῦ τὸ πνεῦμα τὸ ἅγιον. Ἐμὲ ἐγκατέλιπον πηγὴν ὕδατος ζῶντος. Λεγέτω περὶ τοῦ υἱοῦ τὰ αὐτὰ καὶ ὁ προφήτης Ἠσαΐας · Καὶ ἥξει κύριος ὡς ποταμὸς ἔνδοξος ἐν γῇ διψώσῃ. Ὁρᾷς πηγήν; ποταμόν; ὕδωρ ζῶν; Καὶ ὥσπερ οὐ δύνῃ τὴν πηγὴν καλέσαι ποταμόν, ἕως τὴν ῥίζαν ὁρᾷς, οὔτε πάλιν τὸν ποταμὸν προελθόντα ἔξω οὐ δύνῃ καλέσαι πηγήν, οὔτε τὸ ὕδωρ τὸ ἀπὸ τοῦ ποταμοῦ σχιζόμενον καὶ τὴν γῆν ἀρδεῦον οὐ καλεῖς ποταμόν, ἀλλ’ ὕδωρ ἀρδείας· καὶ τὰ μὲν ὀνόματα τέμνεται, ἡ δὲ φύσις ἀμέριστος· ὥσπερ οὖν (πάλιν γὰρ τὰ αὐτὰ ἀναλαβὼν διηγήσομαι) οὔτε τὴν πηγὴν καλεῖς ποταμόν, ἕως τὴν ῥίζαν ὁρᾷς, οὔτε προελθοῦσαν τὴν πηγὴν εἰς ποταμὸν οὐ καλεῖς πηγήν, ἀλλ’ ἐκείνης τῆς πηγῆς ἀπόῤῥοιαν· πάλιν τοῦ ποταμοῦ τὸ ὕδωρ ἐπειδὰν εἰς ἀρδείαν προέλθῃ, ποταμὸς οὐ λέγεται, ἀλλ’ ὕδωρ ἀρδεῦον, καὶ τὰ μὲν ὀνόματα τέμνεται, ἡ δὲ φύσις οὐ μερίζεται· οὕτω τὸν μὲν πατέρα υἱὸν καλέσαι οὐ δυνατόν, οὐδὲ τὸν υἱὸν πατέρα, ἵνα μὴ εἰς τὴν Σαβελλίου δόξαν ἐμπέσωμεν. Οὐ μὴν ἡ διαφορὰ τῶν ὀνομάτων τέμνει τὴν φύσιν. Οἱ γὰρ αἱρετικοὶ βούλονται ἀπὸ τῆς διαφορᾶς τῶν ὀνομάτων διαφορὰν κατασκευάσαι φύσεως. Ὅταν δὲ ἴδῃς τὰς εἰκόνας ταύτας παραβαλλομένας Savil. γρ. παραλαμβανομένας. , μὴ δι’ ὅλου δούλευε τῇ εἰκόνι. Οὐδὲν γὰρ τῶν ὁρωμένων παριστᾷ ἐναργῶς τὰ ἀόρατα. Ἀλλὰ διαφεύγουσι τὸ ἄτοπον, καὶ λαμβάνουσι τὸ ἔνδοξον. Οὐ γὰρ ἐπειδὴ ποταμὸς κατὰ ἀπόῤῥοιαν προέρχεται, κατὰ ῥεῦσιν ἐγέννησεν ὁ πατήρ. Καὶ ταῦτα εἶπον, τῇ γραφῇ ἀκολουθήσας. Οὐδεὶς γὰρ ἀφ’ ἑαυτοῦ τολμᾷ πιστὸς φθέγγεσθαι. Εἰ μὴ ἤκουσα τοῦ πατρὸς λέγοντος, Ἐμὲ ἐγκατέλιπον πηγὴν ὕδατος ζῶντος· εἰ μὴ ἤκουσα τοῦ κυρίου λέγοντος, Ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος· τοῦτο δὲ ἔλεγε περὶ τοῦ πνεύματος, οὗ ἔμελλον λαμβάνειν οἱ πιστεύοντες· οὐκ ἂν ἀνθρωπίνῃ καὶ θνητῇ ἐννοίᾳ κατὰ τῆς ἀθανάτου ταῦτα ἐκαινοτόμησα Aliam lectionem in marg. notat Savil., ἀνθρωπίνη καὶ θνητὴ ἔνοια ... ἐκαινοτόμησεν. . Ἀλλ’ ἔλθωμεν εἰς τρανοτέραν ἀπόδειξιν. Καὶ μὴ τις νομίσῃ περιττὴν εἶναι ταύτην τὴν διδασκαλίαν. Μάλιστα γὰρ πλησιαζούσης τῆς χάριτος, καὶ ἐπειδὴ μέλλει λοιπὸν τὸ ὕδωρ τὸ ζῶν τὴν ἑαυτοῦ ἐνέργειαν δεικνύναι, ἐνέθηκε τοῖς ὕδασι ὕδωρ νοητόν. Καὶ γὰρ δεῖ οὕτω λέγεσθαι, καὶ διὰ Savil. legendum putat καὶ δεῖ. Sic certe melius quadraret. τούς προσιόντας μαθεῖν οἵᾳ δωρεᾷ προσέρχονται, καὶ τοὺς ἤδη ἀξιωθέντας δωρεᾶς, καὶ τοὺς μηδέπω λαβόντας εἰς ἐπιθυμίαν ἐλθεῖν ταύτης τῆς δωρεᾶς. Ἀναγκαίως τὸ ὕδωρ τὸ ἅγιον καὶ ζῶν προέρχεται, λόγῳ μὲν κηρυττόμενον, πίστει δὲ προσκυνούμενον. Ὁ δὲ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς καλεῖ ὕδωρ ζῶν τὸ πνεῦμα τὸ ἅγιον, ὡς λέγει τῇ Σαμαρείτιδι · Εἰ ᾔδεις τὴν δωρεὰν τοῦ θεοῦ, καὶ τίς ἐστιν ὁ λέγων σοι, Δός μοι πιεῖν, σὺ ἂν ᾔτησας αὐτόν, καὶ ἔδωκεν ἂν σοι ὕδωρ ζῶν. Περὶ τούτου τοῦ ὕδατος καὶ Ζαχαρίας διαλέγεται καὶ Ἰεζεκιὴλ οἱ προφῆται. Πρόσεχε ἀκριβῶς. Λέγει ὁ σωτὴρ Νικοδήμῳ τῷ ἄρχοντι τῶν Ἰουδαίων · Ἀμή̀ν, ἀμή̀ν, λέγω ὑμῖν, ἐὰν μὴ τις γεννηθῇ ἐξ ὕδατος καὶ πνεύματος, οὐ μὴ εἰσέλθῃ εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Ἐκεῖνος ὡς Ἰουδαῖος , Ἰουδαϊκῇ ἀμαθίᾳ συγγηράσας, καὶ μηδὲν δυνάμενος ἔξω τῶν σωματικῶν φαντάζεσθαι, λέγει τῷ σωτῆρι,ἀκούσας περὶ ἀναγεννήσεως· Πῶς ταῦτα δύναται γενέσθαι; μὴ δύναται ἄνθρωπος γέρων ὢν, ἐκ δευτέρου εἰς τὴν κοιλίαν τῆς μητρὸς αὐτοῦ εἰσελθεῖν, καὶ γεννηθῆναι; Πνευματικὰ ἀκούων, σωματικὴν αἴσθησιν ἐλάμβανε. Λέγει αὐτῷ ὁ σωτήρ· Πᾶν τὸ γεγεννημένον ἐκ τῆς σαρκός, σάρξ ἐστιν. Οὐ περὶ σαρκὸς διαλέγομαι, ἢ σαρκικῆς ἀναγεννήσεως· τὸ δὲ γεγεννημένον ἐκ τοῦ πνεύματος, πνεῦμα ἐστιν· εἶτα ἐγκαλεῖ αὐτῷ· Σὺ εἶ ὁ διδάσκαλος τοῦ Ἰσραὴλ , καὶ ταῦτα οὐ γινώσκεις; Ὁρᾷς ὅσον ἐστὶν ἔγκλημα, διδασκάλου τάξιν ἐπέχοντα, μὴ ἐπιβάλλειν ἑαυτὸν καὶ ἐρευνᾷν τάς γραφάς· Σὺ εἶ ὁ διδάσκαλος τοῦ Ἰσραὴλ , καὶ ταῦτα οὐ γινώσκεις; Καὶ εἰ διδάσκαλος ἦν τοῦ Ἰσραὴλ , πόθεν ᾔδει ὅτι μυστήριον ξένον κηρύττεις καὶ οὐράνιον δῶρον; Οὐδείς γὰρ μέχρι τοῦ νῦν ἐκήρυξε βάπτισμα τοιοῦτον ἀθανασίας. Ναί, φησίν· ἀλλ’ οἱ προφῆται ἐμήνυσαν. Οὐκ ἀνέγνως τοὺς προφήτας; οὐκ εἶ σὺ ἱερεύς; οὐκ εἶ διδάσκαλος; οὐκ ἤκουσας περὶ ὕδατος καὶ πνεύματος ἐν τῷ προφήτῃ; Τί ξένον εἶπον ἐγὼ παρὰ τοὺς προφήτας, Ἐὰν μὴ τις γεννηθῇ ἐξ ὕδατος καὶ πνεύματος; Ταῦτα καὶ Ἰεζεκιὴλ ἐλάλησε· Καὶ ἔσται ἐπ’ ἐσχάτων τῶν ἡμερῶν, λέγει Ἀδωναῒ κύριος· καὶ προσλήψομαι ὑμᾶς καὶ ῥανῶ ἐφ’ ὑμᾶς ὕδωρ καθαρόν, καὶ δώσω τὸ πνεῦμὰ μου εἰς ὑμᾶς. Ὕδωρ καὶ πνεῦμα. Ἐὰν μὴ τις γεννηθῇ ἐξ ὕδατος καὶ πνεύματος. Ῥανῶ ἐφ’ὑμᾶς ὕδωρ καθαρόν, καὶ δώσω ὑμῖν πνεῦμα καινόν. Ὕδωρ καὶ πνεῦμα.