Ἐπειδὴ τοίνυν παράγουσιν αἱρετικῶν παῖδες, ὅτι καὶ αὐτὴν τὴν βασιλείαν, ἣν ἔχει ὁ σωτήρ, παρὰ τοῦ πατρὸς αὐτὴν ἔλαβε, καὶ οὐδὲν ἔχει ἐκ φύσεως, ἀλλ’ ἐκ χάριτος, ἀναγκαῖον δεῖξαι, τίς ἡ κατὰ χάριν δοθεῖσα διὰ τῆς σαρ κος οἰκονομία, τίς ἡ ἐκ φύσεως αὐτῷ συνυπάρξασα διὰ τὴν προαιώνιον ἀξίαν. Κατεστάθη βασιλεὺς ὑπ’ αὐτοῦ ὁ σωτήρ, οὐκ οὐρανοῦ καὶ γῆς· ἐκείνην γὰρ οὐ κατὰ χειροτονίαν ἔλαβε τὴν βασιλείαν· ἀλλ’ ἐχειροτονήθη κατὰ τὴν ἔνσαρκον οἰκονομίαν βασιλεὺς ὑπὸ τοῦ λαοῦ Legendum omnino ὑπὸ τοῦ θεοῦ, ut notat Savil. . Ἐγὼ γάρ, φησί, κατεστάθην βασιλεὺς ὑπὸ αὐτοῦ ἐπὶ Σιὼν ὄρος τὸ ἅγιον αὐτοῦ. Ὅτε ἐπέβη τῇ Ἰουδαίᾳ , ὅτε τὴν ἔνσαρκον οἰκονομίαν ἐδέξατο, ὅτε θεὸς ὢν αἰώνιος ἐπὶ γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη, ἐδέξατο πρόσφατον βασιλείαν τὴν ἐκ διαδοχῆς τοῦ Δαυΐδ · ἄλλην γὰρ οὐκ ἐκτήσατο βασιλείαν δι’ ἑαυτοῦ, ἀλλ’ ἣν ἀπώλεσεν ὁ οἶκος Δαυΐδ . Διὰ τοῦτο ὁ ἄγγελος Γαβριὴλ λέγει πρὸς τὴν παρθένον Μαριάμ · Ἰδοὺ συλλήψῃ ἐν γαστρί, καὶ τέξῃ υἱόν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν · αὐτὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ. Πρόσεχε ἀκριβῶς. Οὐδέπω ἐκήρυξεν, οὐδέπω ἐπαίδευσε, καὶ λέγει, Τὸν λαὸν αὐτοῦ , ἵνα μάθῃς, ὅτι οὐ μετὰ τὸ πάθος λαὸς ὁ λαὸς· ἵνα μάθῃς, ὅτι οὐ μετὰ τὸ πάθος ἐκληρονόμησε λαόν, ἀλλ’ εἶχε μὲν τὸν λαόν, ὡς δεσπότης τοῦ λαοῦ, καὶ πρὸ τοῦ πάθους, ἀνεκτήσατο δὲ τῷ πάθει τὴν οἰκουμενικὴν ἐκκλησίαν. Οὗτος γὰρ σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν. Καὶ δώσει αὐτῷ κύριος. Τίνι; Τῷ ὑπὸ σοῦ τικτομένῳ τῇ ἐνσάρκῳ οἰκονομίᾳ. Καὶ δώσει αὐτῷ κύριος ὁ θεὸς τὸν θρόνον. Ποῖον; Δαυῒδ τοῦ πατρὸς αὐτοῦ . Οὐ γὰρ τὴν ἐπουράνιον λαμβάνει βασιλείαν, ἣν εἶχεν, ἀλλ’ ἀνακτᾶται ταύτην τὴν βασιλείαν τὴν ὑπὸ τῶν δαιμόνων ἁρπασθεῖσαν ἀπὸ τοῦ οἴκου Δαυΐδ . Καὶ δώσει αὐτῷ κύριος τὸν θρόνον Δαυῒδ τοῦ πατρὸς αὐτοῦ, καὶ βασιλεύσει ἐπὶ τὸν οἶκον Ἰακὼβ εἰς τοὺς αἰῶνας, καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος. Εἰ αἰώνιος βασιλεία ἐστί, καὶ τέλος οὐκ ἔχει, ποίαν ἔχει χώραν τὸ κακῶς ἑρμηνευόμενον, Ὅταν παραδῷ τὴν βασιλείαν τῷ θεῷ καὶ πατρί; Ἀλλ’ ὡς ἔφθην εἰπών, βασιλείαν πολλάκις ἡ γραφὴ καλεῖ οὐ μόνον τὸ ἀξίωμα τῶν βασιλευόντων, ἀλλὰ καὶ αὐτὰ τὰ ἔθνη τὰ βασιλευόμενα. Πῶς γὰρ ἂν εἴη βασιλεὺς, τῶν βασιλευομένων οὐκ ὄντων; Βασιλείαν οὖν καλεῖ τὸ ἔθνος, τὸν λαόν, τὴν οἰκουμένην τὴν ὑπὸ τὸν βασιλέα. Ὥσπερ ἂν εἴποι τις, ἡ βασιλεία Περσῶν , τουτέστι, τὸ κλίμα Περσῶν , ἡ βασιλεία Ῥωμαίων · οὕτω κἀκεῖ βασιλείαν καλεῖ τὰ βασιλευόμενα, τὸ βασιλευόμενον γένος τῶν ἀνθρώπων. Καὶ ὅτι τοῦτο ἀληθές, ἄκουε πῶς βασιλείαν καλεῖ τὸ βασιλευόμενον ἔθνος ἡ γραφή. Ὅτε τὸν μακάριον Ἠλίαν τὸν προφήτην Ἀχαὰβ ἐζήτει ὁ βασιλεὺς, λέγει ὁ οἰκονόμος αὐτοῦ· Ζῇ κύριος, οὐκ ἔστι τόπος, οὐκ ἔθνος, ἐν ᾧ οὐκ ἀπέστειλεν ὁ κύριός μου ὁ βασιλεὺς ζητῶν σε· καὶ σχεδὸν ἐνέπρησε τὴν βασιλείαν αὐτοῦ, καὶ οὐχ εὗρεν · ἀντὶ τοῦ, Πάντας τοὺς βασιλευομένους ὑπ’· αὐτοῦ ἐνέπρησεν, ὅταν σὲ μὴ εὗρεν. Ὁρᾷς ὅτι βασιλείαν οὐ μόνον τὸ ἀξίωμα λέγει, ἀλλὰ καὶ τὰ ἔθνη τὰ βασιλευόμενα; Παραδίδωσιν οὖν ὁ σωτὴρ τὴν βασιλείαν, ἤγουν τὴν ἀνθρωπότητα τὴν ποτε βασιλευθεῖσαν τῇ ἁμαρτίᾳ, τὴν ποτε βασιλευθεῖσαν τῷ θανάτῳ, ἵν’ ἀπὸ τῆς αἰχμαλωσίας ῥυσάμενος ἀνακτήσηται, καὶ παραστήσῃ αὐτὴν τῷ θεῷ καὶ πατρί. Ὅτι μὲν οὖν κατέστη βασιλεὺς ἐπὶ Σιών , ὅτι ἔδωκεν αὐτῷ ὁ θεὸς τὸν θρόνον Δαυῒδ τοῦ πατρὸς αὐτοῦ, ὅτι βασιλεύει καὶ ἐπὶ τῇ προσφάτῳ βασιλείᾳ ἐπὶ τὸν οἶκον Ἰακὼβ εἰς τοὺς αἰῶνας, δέδεικται ἀναντιῤῥήτως ἐκ τῶν θείων γραφῶν· ὅτι δὲ βασιλεὺς ἦν καὶ πρὸ τῆς ἐνσάρκου οἰκονομίας, καὶ πρὸ τοῦ πάθους, καὶ πρὶν λαβεῖν τὸν θρόνον Δαυῒδ τοῦ πατρὸς αὐτοῦ κατὰ σάρκα, ἔχει τὸν προαιώνιον θρόνον, μαρτυρήσει Ἡσαΐας λέγων· Καὶ εἶδον τὸν κύριον καθήμενον ἐπὶ θρόνον ὑψηλοῦ καὶ ἐπηρμένου, καὶ πλήρης ὁ οἶκος τῆς δόξης αὐτοῦ. Καὶ μετὰ ταῦτα ὑποβάς φησιν· Οἴμοι ὁ τάλας ἐγώ, ὅτι ἄνθρωπος ὢν, καὶ ἀκάθαρτα χείλη ἔχων, ἐν μέσῳ λαοῦ ἀκάθαρτα χείλη ἔχοντος οἰκῶ, καὶ τὸν βασιλέα κύριον Σαβαὼθ εἶδον τοῖς ὀφθαλμοῖς μου. Πρόσεχε ἀκριβῶς τῇ μαρτυρίᾳ. Ὅτε Ἡσαΐας εἶδε τὸν θεὸν ὡς βασιλέα ἐπὶ θρόνου καθήμενον, λέγει· Καὶ τὸν βασιλέα κύριον Σαβαὼθ εἶδον τοῖς ὀφθαλμοῖς μου. Τίνα εἶδε; περὶ τίνος ἐλάλησεν; ἐρώτησον Ἰωάννην τὸν εὐαγγελιστήν, ἵνα μηδὲν βεβιασμένον ᾖ, ἀλλὰ πάντα μεμαρτυρημένα τῇ ἀληθείᾳ. Τὰ μὲν γὰρ ἀπὸ λογισμῶν ἀνθρωπίνων κατεσκευασμένα λογισμοῖς ἄλλοις ἀνατρέπεται· τὰ δὲ ὑπὸ ἁγίου πνεύματος διὰ στόματος προφητῶν καὶ ἀποστόλων κηρυττόμενα οὐκ ἔχει τούς ἀντιλέγοντας, κἂν ἔχῃ τοὺς ἀντιλέγοντας, τῇ πείρᾳ δείκνυσι τὴν νίκην. Τίνα οὖν εἶδεν Ἡσαΐας ; Καὶ τὸν βασιλέα κύριον Σαβαώθ, φησίν, εἶδον τοῖς ὀφθαλμοῖς μου. Πῶς εἶδε; Καθήμενον ἐπὶ θρόνον ὑψηλοῦ καὶ ἐπηρμένου. Καὶ τί αὐτῷ διελέχθη; Καὶ εἶπε κύριος πρὸς με· Πορευθεὶς εἰπὸν τῷ λαῷ τούτῳ· Ἀκοῇ ἀκούσετε, καὶ οὐ μὴ συνῆτε, καὶ βλέποντες βλέψετε, καὶ οὐ μὴ ἴδητε. Ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου, καὶ τοῖς ὠσὶ βαρέως ἥκουσαν , καὶ τὰ ἑξῆς.