Πάλιν ἡμῖν ἡ τοῦ μακαρίου Δαυῒδ πνευματικὴ κιθάρα παρὰ τοῦ ἁγίου πνεύματος ἀνακρουσθεῖσα, τοὺς οὐρανίους ὑμῖν ἀπέδωκε φθόγγους, οὐκ ἀκοὰς θέλγοντας, ἀλλὰ ψυχὰς ἐκπαιδεύοντας. Τῆς γὰρ ἁγίας ταύτης κιθάρας ἔργον τὸ ψυχὰς ἁγιάζειν. Καὶ ἔστιν ἡ ψαλμῳδία διὰ παντός, καὶ εὐθυμούντων πανήγυρις, καὶ ἀθυμούντων παραμυθία, καὶ ἐπῳδή τίς ἐστιν ἁγία, οὐχ ὑπὸ μύθων προφερομένη· ἀλλ’ ὥσπερ θηρία πονηρά, τὰς ἐπιθυμίας κοιμίζει, ἀκολασίαν ἐξορίζει, σβέννυσιν ἀδικίαν, ἐξάπτει δικαιοσύνην, βλασφήμους ὑπονοίας ἀνατρέπει, λογισμοὺς αἰσχροὺς ἀναιρεῖ, θεῖον ὑπαγορεύει νόμον, θεὸν κηρύττει, πίστιν ἑρμηνεύει, αἱρετικοὺ ς ἐπιστομίζει, ἐκκλησίαν οἰκοδομεῖ. Πολλὰ μὲν οὖν καὶ διάφορα τὰ διὰ τῆς ἁγίας ταύτης κιθάρας ὑμνούμενα· σήμερον δὲ ὁ μακάριος Δαυῒδ τὴν βασιλείαν κηρύττει τοῦ θεοῦ, λέγων· Ὁ κύριος ἐβασίλευσεν, ἀγαλλιάσθω ἡ γῆ, εὐφρανθήτωσαν νῆσοι πολλαί. Τοῦτο γὰρ ἡμὶν ἡ πρώτη ψαλμῳδία διὰ τῆς προλαβούσης διδασκαλίας ἐμήνυσε. Διδασκαλίαν γὰρ ἡγεῖσθαι δεῖ τὰ θεῖα ἀναγνώσματα· τὰ δὲ παρ’ ἡμῶν, οὐ διδασκαλίαν, ἀλλὰ διδασκαλίας ἑρμηνείαν. Ὅτι δὲ καὶ ἡ ψαλμῳδία διδασκαλία ἐστίν, ἄκουε αὐτοῦ τοῦ προφήτου λέγοντος· Διδάξω ἀνόμους τὰς ὁδούς σου καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Πρῶτον διδάσκεται, εἶτα διδάσκει. Ὥσπερ γὰρ δεξαμενὴ ὑδάτων, ἐὰν μὴ δέξηται πλούσιον τὸ ῥεῦμα, οὐ δύναται ἐπὶ πρασιὰν καὶ κῆπον καταπέμπειν τὰ νάματα· οὕτω καὶ ὁ προφήτης καὶ ὁ ἀπόστολος, ἐὰν μὴ παρὰ τῆς οὐρανίου χάριτος δανείσηται τὰ θεῖα ῥεῖθρα, οὔτε αὐτὸς ἔχειν, οὔτε ἑτέροις μεταδιδόναι δύναται. Ὅτι δὲ διδάσκεται ὁ προφήτης, αὐτοῦ ἄκουε μαθητοῦ τάξιν ἀναλαμβάνοντος, δι’ ὧν φησι· Τὰς ὁδοὺς σου, κύριε, γνώρισὸν μοι, καὶ τὰς τρίβους σου δίδαξόν με. Εὐλογητὸς εἶ, κύριε· δίδαξόν με τὰ δικαιώματά σου. Ὁρᾷς πῶς· διδάσκεται καὶ διδάσκει; Πᾶσα γὰρ ψυχὴ φιλόθεος, ἐὰν μὴ θεὸν ἔχῃ, διδασκαλίαν πιστεύεσθαι οὐ δύναται. Οὐδὲν γὰρ ἀπὸ λογισμῶν ἀνθρωπίνων τικτόμενον ἀσφαλὲς· πᾶν δὲ τὸ παρὰ τῆς θείας γραφῆς κηρυττόμενον ἀσφαλὲς καὶ ἀληθές. Λογισμὸς οἶδε καὶ κατασκευάζειν καὶ ἀνασκευάζειν· πᾶς ἀνθρώπινος λογισμὸς καὶ συγκατάθεσιν ἔχει καὶ ἀνάνευσιν· θεία δὲ φωνὴ παντὸς πράγματος ἐνεργεστέραν Savil. legendum putat ἐναργεστέραν. Sic quoque nos legendum existimamus, et secundum hanc lectionem interpretationem concinnavimus. ἔχει τὴν ὄψιν. Διὰ τοῦτο θεὸς φθέγγεται, καὶ τὰ πράγματα συντρέχει, καὶ τὸ τοῦ θεοῦ ῥῆμα νεῦμά ἐστιν οὐράνιον. Καὶ οὐδὲν θαυμαστόν, εἰ κελεύει θεός, καὶ γίνεταί τινα ἐν τοῖς οὖσιν, ὅπου γε λέγει, καὶ τὰ μὴ ὄντα ἐν τοῖς οὖσι συνίσταται. Σήμερον τοίνυν διδάσκει ὁ μακάριος Δαυῒδ καὶ κηρύττει τοῦ θεοῦ τὴν βασιλείαν λέγων· Ὁ κύριος ἐβασίλευσεν, ἀγαλλιάσθω ἡ γῆ. Ἀναγκαῖον δὲ ζητῆσαι αὐτὸ τὸ ῥῆμα. Τί βούλεται τό, Ὁ κύριος ἐβασίλευσεν; ἆρα μὴ περὶ προσφάτως ἀναλαβόντος τὴν βασιλείαν λέγεται; Οὐδεὶς γὰρ ἂν εἴποι περὶ βασιλέως ἐκ πολλοῦ χρόνου βασιλεύοντος, ὅτι ὁ βασιλεὺς ἐβασίλευσεν· ὃ γὰρ ἔχει ἐκ παλαιοῦ χρόνου, τοῦτο ὡς πρόσφατον κτῆμα κηρύττειν οὐ δυνάμεθα. Τί τοίνυν ὁ Δαυῒδ βούλεται λέγειν, Ὁ κύριος ἐβασίλευσεν ; Εἰ γὰρ ἀεὶ βασιλεύει, περιττὸν τό, Ἐβασίλευσε· δέον, εἰ ἄρα βασιλείαν ὑμνεῖν ἤθελε Boisius addendum conj. τὸ αἰώνιον αὐτῆς ὑμνεῖν. Πῶς οὖν καλ. ἦ. Savil. in marg. ad καλῶς ἔφη varietatem lectionis affert διὰ τί. , καλῶς ἔφη, Ὁ κύριος ἐβασίλευσεν , ὡς ἀρχὴν λαβούσης τῆς βασιλείας. Εἶτα πότε ἀρχὴν λαμβάνει βασιλεία θεοῦ; πρόσφατον; Καὶ ἦν ποτε θεός, ὅτε μὴ ἦν βασιλεύς; καὶ πῶς; Οὐδὲν ἐπὶ θεοῦ πρόσφατον. Οὐ προσλαμβάνει ἐξουσίαν, οὐκ ἐνδύεται βασιλείαν, ἀλλ’ ἐξ αἰώ νος βασιλεὺς, ἐξ αἰῶνος δεσπότης, ἐξ αἰῶνος δημιουργός, ὥς φησιν ὁ μακάριος Μωϋσῆς · Κύριος βασιλεύων τὸν αἰῶνα, καὶ ἐπ’ αἰῶνα, καὶ ἔτι. Εἰ τοίνυν ὁ μακάριος Μωϋσῆς πρὸ πολλῶν γενεῶν γενόμενος τοῦ Δαυῒδ , τὴν βασιλείαν ἐκήρυξε τοῦ θεοῦ, τί βουλόμενος ὁ μακάριος Δαυῒδ , ὡς πρόσφατον τὴν ἀρχαίαν κηρύττει λέγων, Ὁ κύριος ἐβασίλευσεν; Ἦ δῆλον ὅτι τὴν τοῦ σωτῆρος ἑρμηνεύει οἰκονομίαν. Διπλῆ γὰρ ἡ τοῦ σωτῆρος βασιλεία· ἡ μὲν προαιώνιος καὶ ἀρχὴν οὐκ ἔχουσα, ἡ δὲ μετὰ τοὺς αἰῶνας, ἀρχὴν ἀπὸ τῆς οἰκονομίας λαμβάνουσα. Καὶ μὴν βασιλεὺς ἀεὶ ὢν, γίνεται καὶ κατὰ σάρκα βασιλεὺς, τὸ μὲν ἔχων κατὰ φύσιν, τὸ δὲ λαμβάνων κατὰ τὴν πλάσιν τὴν ἀνθρωπίνην. Ἐβασίλευσε τοίνυν ὁ σωτὴρ ἡμῶν. Οὐκ ἀργῶς δὲ λέγει, Ὁ κύριος ἐβασίλευσεν· ἀλλ’ ἐπειδὴ πρὸ τῆς τοῦ Χριστοῦ βασιλείας Savil. γρ. παρουσίας. ἄλλα ἦν τὰ βασιλεύοντα ἐν κόσμῳ, καὶ ὥσπερ τυράννων τις ἦν ἔνδοθεν βασιλεία, οὐκ ἐκ φύσεως κρατοῦσα, ἀλλὰ βεβιασμένη παρανομία τῇ κτίσει ἐπελθοῦσα· καὶ ἐβασίλευον οἱ δαίμονες τοῦ κόσμου, οὐ βασιλείαν ἔχοντες, ἀλλὰ τυραννίδα εἰς βασιλείαν μετασχηματίσαντες. Τὴν καθαίρεσιν οὖν μηνύων τῆς τυραννίδος τῶν δαιμόνων, καὶ τὴν διὰ τῆς παρουσίας τοῦ σωτῆρος λάμπουσαν οἰκονομίαν, λέγει τό, Ὁ κύριος ἐβασίλευσε · τουτέστιν, ἀπελάσας μὲν δαιμόνων βασιλείαν, εἰσαγαγὼν δὲ τὴν ἑαυτοῦ ἔνσαρκον καὶ θείαν οἰκονομίαν. Δεῖ δὲ ἐξ αὐτῶν τῶν γραφῶν δεῖξαι, τίνα ἦν τὰ πρὸ Χριστοῦ βασιλεύοντα. Ἄκουε Παύλου λέγοντος· Ἐβασίλευσεν ὁ θάνατος ἀπὸ Ἀδὰμ μέχρι Μωϋσέως , καὶ ἐπὶ τοὺς μὴ ἁμαρτήσαντας. Ἰδοὺ βασιλεία θανάτου ἐβασίλευε. Καὶ ἅλλοτε ἡ ἁμαρτία, ὥς φησιν ὁ αὐτός· Καὶ μὴ βασιλευέτω ἡ ἁμαρτία ἐν τῷ θνητῷ ὑμῶν σώματι. Ὥσπερ γὰρ ἡ ἁμαρτία ἐβασίλευσε διὰ τοῦ ἑνός, οὕτω καὶ ἡ χάρις βασιλεύει διὰ τοῦ ἑνός. Ἔδειξεν οὖν πρὸ Χριστοῦ καὶ ἁμαρτίαν βασιλεύσασαν, καὶ θάνατον· καὶ ἦσαν ἀλλήλων διάδοχοι, ὥσπερ πικροὶ βασιλεῖς καὶ τύραννοι. Καὶ ἡ μὲν ἁμαρτία ἐβασίλευσεν ἐν τῷ κόσμῳ· εἶτα μετὰ τὸ ἐκπληρῶσαι τὸν ἄνθρωπον τὸν ἑαυτοῦ δρόμον τῆς ζωῆς, παρεδίδοτο τῇ βασιλείᾳ τοῦ θανάτου, καὶ παρεπέμπετο διὰ τῆς βασιλείας τοῦ θανάτου τῇ βασιλείᾳ τῆς ἁμαρτίας ὁ ἄνθρωπος· ἀπὸ τυραννίδος εἰς τυραννίδα, ἀπὸ πολεμίων εἰς πολεμίους ἐλεηλατεῖτο τὸ γένος τῶν ἀνθρώπων. Ἡ ἁμαρτία ἐβασίλευεν, ὁ θάνατος μετὰ τὴν ἁμαρτίαν διαδεξάμενος ἐβασίλευσε (Κέντρον γάρ, φησί, τοῦ θανάτου ἡ ἁμαρτία ), καὶ ἐτυραννεῖτο τὸ γένος τῶν ἀνθρώπων. Ὁ τοίνυν μακάριος Δαυῒδ τυραννουμένοις εὐαγγελίζεται τοῦ βασιλέως τὴν παρουσίαν. Ὥσπερ γὰρ τοῖς κατεχομένοις ὑπὸ τυράννου Savil. γρ. τυράννων. ἀπαγγελθεῖσα βασιλέως ἐπιδημία λύει τὴν κατήφειαν, λύει τὴν λύπην, ἐλπίδας ἀγαθὰς ἐνσπείρει· οὕτω καὶ ὁ Δαυῒδ τὴν κατώδυνον γῆν, τὴν πεπατημένην, τὴν τυραννουμένην, τὴν ὑπὸ δαιμόνων κατεχομένην εὐαγγελίζεται λέγων· Ὁ κύριος ἐβασίλευσεν, ἀγαλλιάσθω ἡ γῆ . Καὶ πότε ἐβασίλευσε; πότε τῆς βασιλείας ἤρξατο; Κατὰ τὴν σάρκα ἤρξατο βασιλείας τῆς κατὰ ἄνθρωπον αὐτῷ δοθείσης· ἡ δὲ βασιλεία ἡ προαιώνιος οὐκ ἀρχὴν ἔσχεν, οὐ τέλος ἕξει. Ἐντεῦθεν καὶ πρότερον ἡμῖν διείληπται περὶ τούτου τοῦ ῥήματος· ἀλλ’ ἀναγκαῖον καὶ πάλιν εἰς ἀνάμνησιν ἐλθεῖν. Οὐδὲ γὰρ δεῖ σκοπεῖν τὸν λέγοντα τὸ ἅπαξ μόνον κεχρῆσθαι τῇ ῥήσει, ἀλλ’ εἰ ἀναγκαία ᾖ συνεχῶς παραγομένη θεραπεύειν τὸ τραῦμα τῆς ἁμαρτίας, καὶ αὖθις λέγειν. Ἐπειδὴ τοίνυν παράγουσιν αἱρετικῶν παῖδες, ὅτι καὶ αὐτὴν τὴν βασιλείαν, ἣν ἔχει ὁ σωτήρ, παρὰ τοῦ πατρὸς αὐτὴν ἔλαβε, καὶ οὐδὲν ἔχει ἐκ φύσεως, ἀλλ’ ἐκ χάριτος, ἀναγκαῖον δεῖξαι, τίς ἡ κατὰ χάριν δοθεῖσα διὰ τῆς σαρ κος οἰκονομία, τίς ἡ ἐκ φύσεως αὐτῷ συνυπάρξασα διὰ τὴν προαιώνιον ἀξίαν. Κατεστάθη βασιλεὺς ὑπ’ αὐτοῦ ὁ σωτήρ, οὐκ οὐρανοῦ καὶ γῆς· ἐκείνην γὰρ οὐ κατὰ χειροτονίαν ἔλαβε τὴν βασιλείαν· ἀλλ’ ἐχειροτονήθη κατὰ τὴν ἔνσαρκον οἰκονομίαν βασιλεὺς ὑπὸ τοῦ λαοῦ Legendum omnino ὑπὸ τοῦ θεοῦ, ut notat Savil. . Ἐγὼ γάρ, φησί, κατεστάθην βασιλεὺς ὑπὸ αὐτοῦ ἐπὶ Σιὼν ὄρος τὸ ἅγιον αὐτοῦ. Ὅτε ἐπέβη τῇ Ἰουδαίᾳ , ὅτε τὴν ἔνσαρκον οἰκονομίαν ἐδέξατο, ὅτε θεὸς ὢν αἰώνιος ἐπὶ γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη, ἐδέξατο πρόσφατον βασιλείαν τὴν ἐκ διαδοχῆς τοῦ Δαυΐδ · ἄλλην γὰρ οὐκ ἐκτήσατο βασιλείαν δι’ ἑαυτοῦ, ἀλλ’ ἣν ἀπώλεσεν ὁ οἶκος Δαυΐδ . Διὰ τοῦτο ὁ ἄγγελος Γαβριὴλ λέγει πρὸς τὴν παρθένον Μαριάμ · Ἰδοὺ συλλήψῃ ἐν γαστρί, καὶ τέξῃ υἱόν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν · αὐτὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ. Πρόσεχε ἀκριβῶς. Οὐδέπω ἐκήρυξεν, οὐδέπω ἐπαίδευσε, καὶ λέγει, Τὸν λαὸν αὐτοῦ , ἵνα μάθῃς, ὅτι οὐ μετὰ τὸ πάθος λαὸς ὁ λαὸς· ἵνα μάθῃς, ὅτι οὐ μετὰ τὸ πάθος ἐκληρονόμησε λαόν, ἀλλ’ εἶχε μὲν τὸν λαόν, ὡς δεσπότης τοῦ λαοῦ, καὶ πρὸ τοῦ πάθους, ἀνεκτήσατο δὲ τῷ πάθει τὴν οἰκουμενικὴν ἐκκλησίαν. Οὗτος γὰρ σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν. Καὶ δώσει αὐτῷ κύριος. Τίνι; Τῷ ὑπὸ σοῦ τικτομένῳ τῇ ἐνσάρκῳ οἰκονομίᾳ. Καὶ δώσει αὐτῷ κύριος ὁ θεὸς τὸν θρόνον. Ποῖον; Δαυῒδ τοῦ πατρὸς αὐτοῦ . Οὐ γὰρ τὴν ἐπουράνιον λαμβάνει βασιλείαν, ἣν εἶχεν, ἀλλ’ ἀνακτᾶται ταύτην τὴν βασιλείαν τὴν ὑπὸ τῶν δαιμόνων ἁρπασθεῖσαν ἀπὸ τοῦ οἴκου Δαυΐδ . Καὶ δώσει αὐτῷ κύριος τὸν θρόνον Δαυῒδ τοῦ πατρὸς αὐτοῦ, καὶ βασιλεύσει ἐπὶ τὸν οἶκον Ἰακὼβ εἰς τοὺς αἰῶνας, καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος. Εἰ αἰώνιος βασιλεία ἐστί, καὶ τέλος οὐκ ἔχει, ποίαν ἔχει χώραν τὸ κακῶς ἑρμηνευόμενον, Ὅταν παραδῷ τὴν βασιλείαν τῷ θεῷ καὶ πατρί; Ἀλλ’ ὡς ἔφθην εἰπών, βασιλείαν πολλάκις ἡ γραφὴ καλεῖ οὐ μόνον τὸ ἀξίωμα τῶν βασιλευόντων, ἀλλὰ καὶ αὐτὰ τὰ ἔθνη τὰ βασιλευόμενα. Πῶς γὰρ ἂν εἴη βασιλεὺς, τῶν βασιλευομένων οὐκ ὄντων; Βασιλείαν οὖν καλεῖ τὸ ἔθνος, τὸν λαόν, τὴν οἰκουμένην τὴν ὑπὸ τὸν βασιλέα. Ὥσπερ ἂν εἴποι τις, ἡ βασιλεία Περσῶν , τουτέστι, τὸ κλίμα Περσῶν , ἡ βασιλεία Ῥωμαίων · οὕτω κἀκεῖ βασιλείαν καλεῖ τὰ βασιλευόμενα, τὸ βασιλευόμενον γένος τῶν ἀνθρώπων. Καὶ ὅτι τοῦτο ἀληθές, ἄκουε πῶς βασιλείαν καλεῖ τὸ βασιλευόμενον ἔθνος ἡ γραφή. Ὅτε τὸν μακάριον Ἠλίαν τὸν προφήτην Ἀχαὰβ ἐζήτει ὁ βασιλεὺς, λέγει ὁ οἰκονόμος αὐτοῦ· Ζῇ κύριος, οὐκ ἔστι τόπος, οὐκ ἔθνος, ἐν ᾧ οὐκ ἀπέστειλεν ὁ κύριός μου ὁ βασιλεὺς ζητῶν σε· καὶ σχεδὸν ἐνέπρησε τὴν βασιλείαν αὐτοῦ, καὶ οὐχ εὗρεν · ἀντὶ τοῦ, Πάντας τοὺς βασιλευομένους ὑπ’· αὐτοῦ ἐνέπρησεν, ὅταν σὲ μὴ εὗρεν. Ὁρᾷς ὅτι βασιλείαν οὐ μόνον τὸ ἀξίωμα λέγει, ἀλλὰ καὶ τὰ ἔθνη τὰ βασιλευόμενα; Παραδίδωσιν οὖν ὁ σωτὴρ τὴν βασιλείαν, ἤγουν τὴν ἀνθρωπότητα τὴν ποτε βασιλευθεῖσαν τῇ ἁμαρτίᾳ, τὴν ποτε βασιλευθεῖσαν τῷ θανάτῳ, ἵν’ ἀπὸ τῆς αἰχμαλωσίας ῥυσάμενος ἀνακτήσηται, καὶ παραστήσῃ αὐτὴν τῷ θεῷ καὶ πατρί. Ὅτι μὲν οὖν κατέστη βασιλεὺς ἐπὶ Σιών , ὅτι ἔδωκεν αὐτῷ ὁ θεὸς τὸν θρόνον Δαυῒδ τοῦ πατρὸς αὐτοῦ, ὅτι βασιλεύει καὶ ἐπὶ τῇ προσφάτῳ βασιλείᾳ ἐπὶ τὸν οἶκον Ἰακὼβ εἰς τοὺς αἰῶνας, δέδεικται ἀναντιῤῥήτως ἐκ τῶν θείων γραφῶν· ὅτι δὲ βασιλεὺς ἦν καὶ πρὸ τῆς ἐνσάρκου οἰκονομίας, καὶ πρὸ τοῦ πάθους, καὶ πρὶν λαβεῖν τὸν θρόνον Δαυῒδ τοῦ πατρὸς αὐτοῦ κατὰ σάρκα, ἔχει τὸν προαιώνιον θρόνον, μαρτυρήσει Ἡσαΐας λέγων· Καὶ εἶδον τὸν κύριον καθήμενον ἐπὶ θρόνον ὑψηλοῦ καὶ ἐπηρμένου, καὶ πλήρης ὁ οἶκος τῆς δόξης αὐτοῦ. Καὶ μετὰ ταῦτα ὑποβάς φησιν· Οἴμοι ὁ τάλας ἐγώ, ὅτι ἄνθρωπος ὢν, καὶ ἀκάθαρτα χείλη ἔχων, ἐν μέσῳ λαοῦ ἀκάθαρτα χείλη ἔχοντος οἰκῶ, καὶ τὸν βασιλέα κύριον Σαβαὼθ εἶδον τοῖς ὀφθαλμοῖς μου. Πρόσεχε ἀκριβῶς τῇ μαρτυρίᾳ. Ὅτε Ἡσαΐας εἶδε τὸν θεὸν ὡς βασιλέα ἐπὶ θρόνου καθήμενον, λέγει· Καὶ τὸν βασιλέα κύριον Σαβαὼθ εἶδον τοῖς ὀφθαλμοῖς μου. Τίνα εἶδε; περὶ τίνος ἐλάλησεν; ἐρώτησον Ἰωάννην τὸν εὐαγγελιστήν, ἵνα μηδὲν βεβιασμένον ᾖ, ἀλλὰ πάντα μεμαρτυρημένα τῇ ἀληθείᾳ. Τὰ μὲν γὰρ ἀπὸ λογισμῶν ἀνθρωπίνων κατεσκευασμένα λογισμοῖς ἄλλοις ἀνατρέπεται· τὰ δὲ ὑπὸ ἁγίου πνεύματος διὰ στόματος προφητῶν καὶ ἀποστόλων κηρυττόμενα οὐκ ἔχει τούς ἀντιλέγοντας, κἂν ἔχῃ τοὺς ἀντιλέγοντας, τῇ πείρᾳ δείκνυσι τὴν νίκην. Τίνα οὖν εἶδεν Ἡσαΐας ; Καὶ τὸν βασιλέα κύριον Σαβαώθ, φησίν, εἶδον τοῖς ὀφθαλμοῖς μου. Πῶς εἶδε; Καθήμενον ἐπὶ θρόνον ὑψηλοῦ καὶ ἐπηρμένου. Καὶ τί αὐτῷ διελέχθη; Καὶ εἶπε κύριος πρὸς με· Πορευθεὶς εἰπὸν τῷ λαῷ τούτῳ· Ἀκοῇ ἀκούσετε, καὶ οὐ μὴ συνῆτε, καὶ βλέποντες βλέψετε, καὶ οὐ μὴ ἴδητε. Ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου, καὶ τοῖς ὠσὶ βαρέως ἥκουσαν , καὶ τὰ ἑξῆς. Τί τοίνυν λέγει Ἰωάννης ὁ εὐαγγελιστής, τὸ πτερὸν τὸ μέγα τῆς θεολογίας, ὁ ἀληθῶς υἱὸς βροντῆς, ὁ εἰς τὴν οἰκονομίαν ἀστράψας, καὶ εἰς τὴν θεολογίαν βροντήσας; Λέγει περὶ τοῦ σωτῆρος· μνημόνευε δὴ τοῦ ῥήματος, ἵνα μὴ ἁπλῶς παράγῃ τὸ πλῆθος τοῦ ῥήματος, μᾶλλον δὲ τὸ πλῆθος τῶν λέξεων μὴ ἀπατήσῃ σου τὴν διάνοιαν. Τὸν βασιλέα κύριον, φησὶν Ἡσαΐας , εἶδον τοῖς ὀφθαλμοῖς μου, καὶ εἶπε πρὸς με· Πορευθεὶς εἰπὸν τῷ λαῷ τούτῳ· Ἀκοῇ ἀκούετε, καὶ οὐ μὴ συνῆτε. Λέγει τοίνυν Ἰωάννης · Τοσαῦτα δὲ σημεῖα ποιήσαντος τοῦ Ἰησοῦ , οὐκ ἐπίστευσαν εἰς αὐτὸν οἱ Ἰουδαῖοι , ἵνα πληρωθῇ τὸ ῥηθὲν διὰ Ἡσαΐου τοῦ προφήτου· Πορευθεὶς εἰπὸν τῷ λαῷ τούτῳ· Ἀκοῇ ἀκούσετε, καὶ οὐ μὴ συνῆτε , καὶ τὰ ἑξῆς. Καὶ ἵνα μὴ τις νομίσῃ, ὅτι τὰ ῥήματα ἐξέλαβεν ὡς ἁρμόζοντα, καὶ τὸ μὲν ῥῆμα ἁρμόζει, ὃν δὲ εἶδεν ἐπὶ τοῦ θρόνου καθήμενον, οὐκ ἦν ὁ υἱός, ἐπάγει ὁ εὐαγγελιστής· Ταῦτα δὲ εἶπεν Ἡσαΐας , ὅτε εἶδε τὴν δόξαν αὐτοῦ, καὶ ἐλάλησε περὶ αὐτοῦ. Ποίαν δόξαν; Εἶδον τὸν κύριον καθήμενον ἐπὶ θρόνον ὑψηλοῦ, καὶ πλήρης ὁ οἶκος τῆς δόξης αὐτοῦ Post τῆς δόξης αὐτοῦ Savil. in marg. addit sub asterisco ὅτι εἶδε τὴν δόξαν αὐτοῦ, ἐλάλησε τὴν δόξαν αὐτοῦ. . Τίνα εἶδε; Καὶ τὸν βασιλέα κύριον Σαβαὼθ εἶδον τοῖς ὀφθαλμοῖς μου. Βασιλέα ποῖον; Ὃν ἀνεβόησε Ναθαναὴλ λέγων· Ῥαββί, σὺ εἶ ὁ υἱὸς τοῦ θεοῦ· σὺ εἶ ὁ βασιλεὺς τοῦ Ἰσραήλ . Τοῦτο γὰρ ἐστι τὸ θαυμαστόν, ὅτι τὴν φωνὴν τοῦ Ναθαναὴλ , ὡς μέμνηνται οἱ φιλοπόνως καὶ φιλομαθῶς ἀκούοντες, παρεστήσαμεν σύμφωνον τῇ τοῦ Ἡσαΐου προφητείᾳ τῇ λεγούσῃ· Τάδε λέγει κύριος ὁ βασιλεὺς τοῦ Ἰσραήλ . Λέγει δὲ ὁ αὐτὸς προφήτης πάλιν ἀλλαχοῦ· Τάδε λέγει κύριος ὁ θεός, ὁ βασιλεὺς τοῦ Ἰσραὴλ , ὁ λυτρωσάμενoς αὐτόν, θεὸς ὁ αἰώνιος. Μέμνηται δὲ καὶ τίς ὁ λυτρωσάμενος, καὶ τί τὸ λύτρον, καὶ πῶς ἐδόθη· καὶ ὅτι λύτρον τὸ σῶμα, καὶ ὅτι λύτρον τὸ αἷμα. Ὁ λυτρωσάμενος αὐτόν. Ἐπειδὴ ἐδόκει προσφάτως φαίνεσθαι διὰ τὴν οἰκονομίαν, ἵνα μὴ πρὸς τήν σάρκα βλέποντες οἱ ἄνθρωποι ἀγνοήσωσι τὸ ἀξίωμα τῆς θεότητος, λέγει· Ὁ λυτρωσάμενος αὐτόν, ὁ θεὸς ὁ αἰώνιος. Αἰώνιος τοίνυν ὁ πατήρ, αἰώνιος ὁ υἱός, αἰώνιον τὸ πνεῦμα τὸ ἅγιον. Μὴ δύναται πάλιν αἱρετικὸς εἰπεῖν τρεῖς αἰωνίους; Αἰώνιος, εἶπεν, ὁ πατήρ, αἰώνιος ὁ υἱός, αἰώνιον τὸ πνεῦμα, οὐ τρεῖς φύσεις αἰωνίους, ἀλλὰ μία φύσις αἰώνιος, ἐν Τριάδι μιᾷ φανερουμένη. Ἄκουε τί φησιν ὁ μακάριος Ἡσαΐας · Ὁ θεὸς ὁ μέγας, ὁ αἰώνιος, ὁ κατασκευάσας τὰ ἄκρα τῆς γῆς. Τίς ὁ κατασκευάσας; Ἑὰν θέλῃ ἐκφυγεῖν τὴν θεολογίαν τοῦ υἱοῦ ὁ αἱρετικός, λέγει, Περὶ τοῦ πατρὸς εἴρηται, καὶ ἐπιλανθάνεται τῶν οἰκείων ῥημάτων. Λέγει γάρ, Τὸν υἱὸν μόνον ἐποίησεν ὁ πατήρ, τὰ δὲ ἄλλα ὁ υἱός. Εἰ πάντων ποιητὴς ὁ υἱός, καὶ τὰ ἄκρα τῆς γῆς αὐτὸς ἐποίησεν· ὁ γὰρ κατασκευάσας Forte ὁ δὲ κατασκ. τὰ ἄκρα τῆς γῆς, ὁ θεὸς ὁ μέγας, ὁ αἰώνιος. Ἀλλ’ ἵνα λαμπροτέραν αὐτῶν τὴν ἀμάθειαν ὁ λόγος ἐλέγξῃ, μάρτυρα παράξω τὸν μακάριον Παῦλον , ὅτι μέγαν θεὸν τὸν υἱὸν καλεῖ · μέγαν δὲ θεόν, ἐπειδὴ μεγάλου πατρὸς υἱός. Οἷος γὰρ ὁ γεννήσας, τοιοῦτος καὶ ὁ γεγεννημένος. Εἰ μικρὸς ὁ γεννήσας, μικρὸς καὶ ὁ καρπὸς τῆς ῥίζης· εἰ δὲ μέγας ὁ πατήρ, μέγας καὶ ὁ υἱός. Μεγάλου γὰρ πατρὸς μικρὸς υἱὸς οὐκ ἔστιν. Ὁ θεὸς ὁ αἰώνιος, ὁ κατασκευάσας τὰ ἄκρα τῆς γῆς. Ἄκουε Παύλου λέγοντος· Ἐπεφάνη ἡ χάρις τοῦ θεοῦ ἡ σωτήριος πᾶσιν ἀνθρώποις, παιδεύουσα ἡμᾶς, ἵνα ἀρνησάμενοι τὴν ἀσέβειαν καὶ τὰς κοσμικὰς ἐπιθυμίας, σωφρόνως καὶ δικαίως καὶ εὐσεβῶς ζήσωμεν ἐν τῷ νῦν αἰῶνι, ἀπεκδεχόμενοι τὴν μακαρίαν ἐλπίδα καὶ ἐπιφάνειαν τῆς δόξης τοῦ μεγάλου θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ . Ἐπεφάνη Savil. haec, ἐπεφάνη ad Χριστοῦ, uncinis inclusit. γὰρ ἡ σωτήριος χάρις παιδεύουσα ἡμᾶς (ταῦτα ἐν τῇ πρὸς Τίτον Ἐπιστολῇ), ἵνα ἀρνησάμενοι τὴν ἀσέβειαν καὶ τὰς κοσμικὰς ἐπιθυμίας, σωφρόνως καὶ δικαίως καὶ εὐσεβῶς ζήσωμεν τὸν νῦν αἰῶνα, ἀπεκδεχόμενοι τὴν μακαρίαν ἐλπίδα καὶ ἐπιφάνειαν τῆς δόξης τοῦ μεγάλου θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ . Ἰδοὺ μέγας θεὸς αἰώνιος, ὁ κατασκευάσας τὰ ἄκρα τῆς γῆς, καὶ μέγας θεὸς αἰώνιος, ὁ παραγενόμενος εἰς τὸν κόσμον. Διὰ τοῦτο καὶ ὁ Δαυῒδ φησι· Μέγας ὁ κύριος ἡμῶν, καὶ μεγάλη ἡ ἰσχὺς αὐτοῦ· ἐπειδὴ Χριστὸς θεοῦ δύναμις, τὸ αὐτὸ δὲ παρ’ Ἑβραίοις καὶ ἰσχὺς, καὶ δύναμις. Ἐπειδὴ μέγας ὁ θεός, καὶ μέγας ὁ Χριστὸς , κατὰ τό, Ὁ θεὸς ὁ μέγας, ὁ αἰώνιος , καί, Τοῦ μεγάλου θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ , οὕτως αὐτῷ ἑτέρῳ λόγῳ μελῳδεῖ· Μέγας ὁ κύριος ἡμῶν, καὶ μεγάλη ἡ ἰσχὺς αὐτοῦ. Μέγας ὁ κύριος ἡμῶν. Ἄλλος γὰρ ὁ κύριος ἡμῶν, καὶ ἄλλη ἡ ἰσχὺς αὐτοῦ; Οὐχί· ἀλλ’ ἐπειδὴ ἡ ἰσχὺς ἦν ἡ δύναμις, Χριστὸς δὲ θεοῦ δύναμις, μέγας ὁ κύριος ἡμῶν, καὶ μέγας ὁ Χριστός . Ἰδοὺ οὖν ἔχεις μέγαν θεὸν αἰώνιον, θεὸν θεοῦ μεγάλου αἰωνίου υἱόν. Οὗτος δὲ ὁ θεὸς ὁ μέγας καὶ αἰώνιος, ἐπιφανεὶς τοῖς ἀνθρώποις, ἀναλαμβάνει σάρκα ἐκ πνεύματος ἁγίου κατασκευασθεῖσαν. Τὸ γὰρ ἐν αὐτῇ γεννηθὲν ἐκ πνεύματός ἐστιν ἁγίου. Πῶς οὖν πνεύματος δημιουργήσαντος; ἔπλασε γὰρ τὸν ναὸν τοῦ θεοῦ Λόγου τὸ πνεῦμα τὸ ἅγιον ἐν τῇ ἁγίᾳ ἐκείνῃ καὶ μεγάλῃ παρθένῳ, καὶ προῆλθε σῶμα ἔχων ἐκ παρθένου κατασκευασθὲν ὑπὸ τοῦ ἁγίου πνεύματος θείᾳ δυνάμει ἀοράτως καὶ ἀφράστως Savil. in marg. γρ. ἀοράτῳ καὶ ἀφράστῳ. . Ποῦ οὖν δείκνυται ὅτι· τὸ πνεῦμα αἰώνιον; Ἄκουε τοῦ μακαρίου Παύλου λέγοντος· Εἰ γὰρ τὸ αἷμα ταύρων καὶ τράγων, καὶ σποδὸς δαμάλεως ῥαντίζουσα, τοὺς κεκοινωμένους ἁγιάζει πρὸς τὴν τῆς σαρκὸς καθαρότητα· τουτέστι, τὰ θύματα τὰ διὰ Μωϋσέως προσφερόμενα, ἐπειδή ποτε ἐῤῥαντίζετο τὸ αἷμα ἐκεῖνο, καὶ μυσταγωγία τις ἦν, ἄλλως μὲν φαινομένη, ἄλλως δὲ μυστικῶς νοουμένη, βουλόμενος παραθεῖναι τοῖς αἰσθητοῖς τὰ νοητά, καὶ τῇ εὐχῇ τῇ ἀληθινῇ, φησίν· Εἰ γὰρ αἷμα ταύρων καὶ τράγων καὶ σποδὸς δαμάλεως ῥαντίζουσα, τοὺς κεκοινωμένους ἁγιάζει πρὸς τὴν τῆς σαρκὸς καθαρότητα· πόσῳ μᾶλλον τὸ αἷμα τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ , ὃς διὰ πνεύματος αἰωνίου προσήνεγκεν ἑαυτὸν τῷ θεῷ. Τὶ ἐστι, Διὰ πνεύματος αἰωνίου; Ἡ σὰρξ ἡ τοῦ σωτῆρος ὥσπερ διδάσκαλον ἔχει τὸ πνεῦμα τὸ ἁγίον· οὐχ ὡς τοῦ θεοῦ Λόγου ἀτονοῦντος πρὸς τὴν παιδαγωγίαν τῆς σαρκός, ἀλλ’ ὅπερ ἂν ἐποίει ὁ θεὸς Λόγος, τῷ πνεύματι τῷ ἁγίῳ ἐπεγράφετο. Τίς ἀπελαύνει δαίμονας; οὐχ ὁ θεὸς Λόγος; Ἀλλ’ ὅμως ὁ θεὸς Λόγος φησίν· Εἰ δὲ ἐγὼ ἐν πνεύματι θεοῦ ἐκβάλλω τὰ δαιμόνια . Τὰ ἑαυτοῦ ἔργα ἐπιγράφει τῷ πνεύματι, ἐπειδὴ μία φύσις, καὶ ἀμέριστος ἡ ἐνέργεια. Ὅτι δὲ τὸ σῶμα ἐκεῖνο τὸ ἅγιον ὥσπερ Savil. legendum putat ὡσπερεί. ἤγετο καὶ ἐπαιδαγωγεῖτο ὑπὸ τῆς ἐνεργείας τοῦ ἁγίου πνεύματος, μαρτυρεῖ ἡ γραφὴ λέγουσα· Καὶ ἐγένετο, ὅτε ὁ Ἰησοῦς ἀνέβη ἀπὸ τοῦ ὕδατος τοῦ Ἰορδάνου , ἤγετο ὑπὸ τοῦ πνεύματος. Τί ἐστι τό, Ἤγετο ; Τουτέστιν, ἐπαιδαγωγεῖτο ἡ σάρξ, Ἤγετο ὑπὸ τοῦ πνεύματος εἰς τὴν ἔρημον. Διὰ τοῦτο κατὰ μίμησιν τοῦ σωτῆρος καὶ ἡμεῖς ἀγόμεθα. Λέγει γὰρ Παῦλος · Εἰ πνεύματι θεοῦ ἄγεσθε, οὐκ ἐστὲ ὑπὸ νόμον. Διὰ τοῦτο ὁ σωτὴρ δείκνυσιν ἑαυτὸν πηγὴν ζωῆς, καὶ ὕδωρ ζῶν τὸ πνεῦμα τὸ ἅγιον. Ὁρᾷς πῶς τὸ ἀμέριστον τῆς οὐσίας μηνύει; Λέγει ὁ σωτήρ· Εἴ τις διψᾷ, ἐρχέσθω πρός με, καὶ πινέτω. Ὁ πιστεύων εἰς ἐμέ, καθὼς εἶπεν ἡ γραφή, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον· καὶ εὐθέως ἐπάγει Ἰωάννης ὁ εὐαγγελιστὴς λέγων τὶ ἐστι τὸ ὕδωρ τὸ ζῶν· Τοῦτο δὲ ἔλεγε περὶ τοῦ πνεύματος, οὗ ἔμελλον λαμβάνειν οἱ πιστεύοντες. Προσέχετε ἀκριβῶς. Εἰ τοίνυν ὕδωρ ζῶν τὸ πνεῦμα τὸ ἅγιον, καὶ αὐτὸ λαμβάνουσιν οἱ πιστεύοντες, διὰ τὶ εἶπες, Εἴ τις διψᾷ, ἐρχέσθω πρὸς με, καὶ οὐκ εἶπες, Εἴ τις διψᾷ, ἐρχέσθω πρὸς τὸ πνεῦμα τὸ ἅγιον; Ἀλλ’ εἰ καὶ πρὸς ἐμὲ εἶπον, τὴν ἀλήθειαν ἔφην. Μία γὰρ πηγὴ ἀμφοτέρων· Ὅτι παρὰ σοῦ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς. Ἀλλ’ ἐπειδὴ ὁ σωτὴρ ὕδωρ ζῶν ἐκάλεσε τὸ πνεῦμα τὸ ἅγιον, διὰ τί φησίν ὕδωρ ζῶν; Ἵνα μάθῃς αὐτὸ ἐκ τῆς πηγῆς τοῦ θεοῦ ὄν. Ὕδωρ ζῶν τὸ πνεῦμα, πηγὴ ὕδατος ζῶντος ὁ θεός, ἴν’ ὅταν μάθῃς τὴν πηγήν, νοήσῃς πόθεν τὸ ὕδωρ τὸ ζῶν. Ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος. Τοῦτο δὲ ἔλεγε τὸ ὕδωρ περὶ τοῦ πνεύματος, οὗ ἔμελλον λαμβάνειν οἱ πιστεύοντες. Εἰ ὕδωρ ζῶν τὸ πνεῦμα, ζητήσωμεν αὐ τοῦ τὴν πηγὴν. Τίς ἡ πηγή; Λεγέτω Ἰερεμίας · Τάδε λέγει κύριος· Ἐξέστη ὁ οὐρανὸς ἐπὶ τούτῳ, καὶ ἔφριξεν ἡ γῆ, ὅτι δύο καὶ πονηρὰ ἐποίησεν ὁ λαὸς μου· ἐμὲ ἐγκατέλιπε πηγὴν ὕδατος ζῶντος. Ὁρᾷς πηγὴν ὕδατος τὸν θεόν, ζῶν δὲ ὕδωρ τὸ πνεῦμα τὸ ἅγιον; Πηγὴ ὕδατος ζῶντος ὁ πατήρ· ποταμὸς ἐκ τῆς γῆς προερχόμενος, ὁ υἱός· ὕδωρ τοῦ ποταμοῦ τὸ πνεῦμα τὸ ἅγιον. Ἐμὲ ἐγκατέλιπον πηγὴν ὕδατος ζῶντος. Λεγέτω περὶ τοῦ υἱοῦ τὰ αὐτὰ καὶ ὁ προφήτης Ἠσαΐας · Καὶ ἥξει κύριος ὡς ποταμὸς ἔνδοξος ἐν γῇ διψώσῃ. Ὁρᾷς πηγήν; ποταμόν; ὕδωρ ζῶν; Καὶ ὥσπερ οὐ δύνῃ τὴν πηγὴν καλέσαι ποταμόν, ἕως τὴν ῥίζαν ὁρᾷς, οὔτε πάλιν τὸν ποταμὸν προελθόντα ἔξω οὐ δύνῃ καλέσαι πηγήν, οὔτε τὸ ὕδωρ τὸ ἀπὸ τοῦ ποταμοῦ σχιζόμενον καὶ τὴν γῆν ἀρδεῦον οὐ καλεῖς ποταμόν, ἀλλ’ ὕδωρ ἀρδείας· καὶ τὰ μὲν ὀνόματα τέμνεται, ἡ δὲ φύσις ἀμέριστος· ὥσπερ οὖν (πάλιν γὰρ τὰ αὐτὰ ἀναλαβὼν διηγήσομαι) οὔτε τὴν πηγὴν καλεῖς ποταμόν, ἕως τὴν ῥίζαν ὁρᾷς, οὔτε προελθοῦσαν τὴν πηγὴν εἰς ποταμὸν οὐ καλεῖς πηγήν, ἀλλ’ ἐκείνης τῆς πηγῆς ἀπόῤῥοιαν· πάλιν τοῦ ποταμοῦ τὸ ὕδωρ ἐπειδὰν εἰς ἀρδείαν προέλθῃ, ποταμὸς οὐ λέγεται, ἀλλ’ ὕδωρ ἀρδεῦον, καὶ τὰ μὲν ὀνόματα τέμνεται, ἡ δὲ φύσις οὐ μερίζεται· οὕτω τὸν μὲν πατέρα υἱὸν καλέσαι οὐ δυνατόν, οὐδὲ τὸν υἱὸν πατέρα, ἵνα μὴ εἰς τὴν Σαβελλίου δόξαν ἐμπέσωμεν. Οὐ μὴν ἡ διαφορὰ τῶν ὀνομάτων τέμνει τὴν φύσιν. Οἱ γὰρ αἱρετικοὶ βούλονται ἀπὸ τῆς διαφορᾶς τῶν ὀνομάτων διαφορὰν κατασκευάσαι φύσεως. Ὅταν δὲ ἴδῃς τὰς εἰκόνας ταύτας παραβαλλομένας Savil. γρ. παραλαμβανομένας. , μὴ δι’ ὅλου δούλευε τῇ εἰκόνι. Οὐδὲν γὰρ τῶν ὁρωμένων παριστᾷ ἐναργῶς τὰ ἀόρατα. Ἀλλὰ διαφεύγουσι τὸ ἄτοπον, καὶ λαμβάνουσι τὸ ἔνδοξον. Οὐ γὰρ ἐπειδὴ ποταμὸς κατὰ ἀπόῤῥοιαν προέρχεται, κατὰ ῥεῦσιν ἐγέννησεν ὁ πατήρ. Καὶ ταῦτα εἶπον, τῇ γραφῇ ἀκολουθήσας. Οὐδεὶς γὰρ ἀφ’ ἑαυτοῦ τολμᾷ πιστὸς φθέγγεσθαι. Εἰ μὴ ἤκουσα τοῦ πατρὸς λέγοντος, Ἐμὲ ἐγκατέλιπον πηγὴν ὕδατος ζῶντος· εἰ μὴ ἤκουσα τοῦ κυρίου λέγοντος, Ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος· τοῦτο δὲ ἔλεγε περὶ τοῦ πνεύματος, οὗ ἔμελλον λαμβάνειν οἱ πιστεύοντες· οὐκ ἂν ἀνθρωπίνῃ καὶ θνητῇ ἐννοίᾳ κατὰ τῆς ἀθανάτου ταῦτα ἐκαινοτόμησα Aliam lectionem in marg. notat Savil., ἀνθρωπίνη καὶ θνητὴ ἔνοια ... ἐκαινοτόμησεν. . Ἀλλ’ ἔλθωμεν εἰς τρανοτέραν ἀπόδειξιν. Καὶ μὴ τις νομίσῃ περιττὴν εἶναι ταύτην τὴν διδασκαλίαν. Μάλιστα γὰρ πλησιαζούσης τῆς χάριτος, καὶ ἐπειδὴ μέλλει λοιπὸν τὸ ὕδωρ τὸ ζῶν τὴν ἑαυτοῦ ἐνέργειαν δεικνύναι, ἐνέθηκε τοῖς ὕδασι ὕδωρ νοητόν. Καὶ γὰρ δεῖ οὕτω λέγεσθαι, καὶ διὰ Savil. legendum putat καὶ δεῖ. Sic certe melius quadraret. τούς προσιόντας μαθεῖν οἵᾳ δωρεᾷ προσέρχονται, καὶ τοὺς ἤδη ἀξιωθέντας δωρεᾶς, καὶ τοὺς μηδέπω λαβόντας εἰς ἐπιθυμίαν ἐλθεῖν ταύτης τῆς δωρεᾶς. Ἀναγκαίως τὸ ὕδωρ τὸ ἅγιον καὶ ζῶν προέρχεται, λόγῳ μὲν κηρυττόμενον, πίστει δὲ προσκυνούμενον. Ὁ δὲ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς καλεῖ ὕδωρ ζῶν τὸ πνεῦμα τὸ ἅγιον, ὡς λέγει τῇ Σαμαρείτιδι · Εἰ ᾔδεις τὴν δωρεὰν τοῦ θεοῦ, καὶ τίς ἐστιν ὁ λέγων σοι, Δός μοι πιεῖν, σὺ ἂν ᾔτησας αὐτόν, καὶ ἔδωκεν ἂν σοι ὕδωρ ζῶν. Περὶ τούτου τοῦ ὕδατος καὶ Ζαχαρίας διαλέγεται καὶ Ἰεζεκιὴλ οἱ προφῆται. Πρόσεχε ἀκριβῶς. Λέγει ὁ σωτὴρ Νικοδήμῳ τῷ ἄρχοντι τῶν Ἰουδαίων · Ἀμή̀ν, ἀμή̀ν, λέγω ὑμῖν, ἐὰν μὴ τις γεννηθῇ ἐξ ὕδατος καὶ πνεύματος, οὐ μὴ εἰσέλθῃ εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Ἐκεῖνος ὡς Ἰουδαῖος , Ἰουδαϊκῇ ἀμαθίᾳ συγγηράσας, καὶ μηδὲν δυνάμενος ἔξω τῶν σωματικῶν φαντάζεσθαι, λέγει τῷ σωτῆρι,ἀκούσας περὶ ἀναγεννήσεως· Πῶς ταῦτα δύναται γενέσθαι; μὴ δύναται ἄνθρωπος γέρων ὢν, ἐκ δευτέρου εἰς τὴν κοιλίαν τῆς μητρὸς αὐτοῦ εἰσελθεῖν, καὶ γεννηθῆναι; Πνευματικὰ ἀκούων, σωματικὴν αἴσθησιν ἐλάμβανε. Λέγει αὐτῷ ὁ σωτήρ· Πᾶν τὸ γεγεννημένον ἐκ τῆς σαρκός, σάρξ ἐστιν. Οὐ περὶ σαρκὸς διαλέγομαι, ἢ σαρκικῆς ἀναγεννήσεως· τὸ δὲ γεγεννημένον ἐκ τοῦ πνεύματος, πνεῦμα ἐστιν· εἶτα ἐγκαλεῖ αὐτῷ· Σὺ εἶ ὁ διδάσκαλος τοῦ Ἰσραὴλ , καὶ ταῦτα οὐ γινώσκεις; Ὁρᾷς ὅσον ἐστὶν ἔγκλημα, διδασκάλου τάξιν ἐπέχοντα, μὴ ἐπιβάλλειν ἑαυτὸν καὶ ἐρευνᾷν τάς γραφάς· Σὺ εἶ ὁ διδάσκαλος τοῦ Ἰσραὴλ , καὶ ταῦτα οὐ γινώσκεις; Καὶ εἰ διδάσκαλος ἦν τοῦ Ἰσραὴλ , πόθεν ᾔδει ὅτι μυστήριον ξένον κηρύττεις καὶ οὐράνιον δῶρον; Οὐδείς γὰρ μέχρι τοῦ νῦν ἐκήρυξε βάπτισμα τοιοῦτον ἀθανασίας. Ναί, φησίν· ἀλλ’ οἱ προφῆται ἐμήνυσαν. Οὐκ ἀνέγνως τοὺς προφήτας; οὐκ εἶ σὺ ἱερεύς; οὐκ εἶ διδάσκαλος; οὐκ ἤκουσας περὶ ὕδατος καὶ πνεύματος ἐν τῷ προφήτῃ; Τί ξένον εἶπον ἐγὼ παρὰ τοὺς προφήτας, Ἐὰν μὴ τις γεννηθῇ ἐξ ὕδατος καὶ πνεύματος; Ταῦτα καὶ Ἰεζεκιὴλ ἐλάλησε· Καὶ ἔσται ἐπ’ ἐσχάτων τῶν ἡμερῶν, λέγει Ἀδωναῒ κύριος· καὶ προσλήψομαι ὑμᾶς καὶ ῥανῶ ἐφ’ ὑμᾶς ὕδωρ καθαρόν, καὶ δώσω τὸ πνεῦμὰ μου εἰς ὑμᾶς. Ὕδωρ καὶ πνεῦμα. Ἐὰν μὴ τις γεννηθῇ ἐξ ὕδατος καὶ πνεύματος. Ῥανῶ ἐφ’ὑμᾶς ὕδωρ καθαρόν, καὶ δώσω ὑμῖν πνεῦμα καινόν. Ὕδωρ καὶ πνεῦμα. Πάλιν τρανῶς ὁ μακάριος Ἰεζεκιὴλ διαγράφων τὴν μέλλουσαν παλιγγενεσίαν, λέγει· Καὶ ἐγένετο ἐπ’ ἐμὲ χεὶρ κυρίου. Καὶ ἐξήγαγέ με κύριος ἐπὶ τὰ πρόθυρα τῆς πύλης, τῆς βλεπούσης κατὰ ἀνατολὰς. Καὶ ἰδοὺ ὕδωρ ἐξήρχετο ἐκ τοῦ Alii ὑποκάτωθεν τοῦ. αἰθρίου κατὰ ἀνατολάς. Πανταχοῦ τό, Κατὰ ἀνατολὰς , ἐπειδὴ ἐκεῖθεν ἡ πηγὴ τῆς σωτηρίας. Ὥσπερ γὰρ ἐκεῖθεν ἡ δόξα αὐτοῦ ἤρχετο κατὰ τὴν ὁδὸν τὴν κατὰ ἀνατολάς, οὕτω καὶ τὸ ὕδωρ ἐκεῖθεν ἤρχετο. Καὶ ἰδοὺ, φησίν, ὕδωρ ἐξήρχετο ἀπὸ τοῦ αἰθρίου κατὰ τὴν πύλην τῆς ὀδοῦ τῆς βλεπούσης κατὰ ἀνατολάς. Καὶ ἐξῆλθεν ὕδωρ, καὶ ἰδοὺ ὅρασις ἀνθρώπου. Καὶ εἶχε μέτρον ἐν τῇ χειρὶ αὐτοῦ, καὶ ἰδοὺ ὡς ἔξοδος ἀνδρός. Καὶ εἶδεν ὕδωρ, εἶδε δὲ καὶ ἄνθρωπον. Καὶ ἐξήγαγέ με κύριος ἐπὶ τὴν πύλην τὴν βλέπουσαν κατὰ ἀνατολάς, καὶ ἰδοὺ ὕδωρ ἐξήρχετο ὑποκάτωθεν τοῦ αἰθρίου. Οὐδὲ τοῦτο ἀργόν, τό, Ὑποκάτωθεν τοῦ αἰθρίου. Οὐδὲν κεκαλυμμένον, ὅλον γυμνόν, καθαρόν, διειδές, φωτὸς πεπληρωμένον. Ὑποκάτωθεν τοῦ αἰθρίου ἐκ τοῦ κλίτους τοῦ δεξιοῦ τοῦ κατὰ ἀνατολὰς· καὶ ἰδοὺ ὡς ἔξοδος ἀνδρός. Οὐκ ἂν ἦν ἄλλως, ἢ, Ὥς ἔξοδος ἀνδρός. Συνήρχετο τῷ ὕδατι ἄνθρωπος, καὶ ἦν μυστήριον. Τὸ μὲν γὰρ ἑρμήνευσε Savil. ἐμηνυσε. τοῦ σωτῆρος τὴν οἰκονομίαν, τὸ δὲ τοῦ πνεύματος τὴν ἐνέργειαν. Ὕδωρ καὶ ἀνήρ, ἡ ἔνσαρκος οἰκονομία καὶ ἡ τοῦ πνεύματος ἐνέργεια. Καὶ μέτρον ἐν τῇ χειρὶ αὐτοῦ. Ποῖον μέτρον; Δωρεᾶς. Ἑνὶ ἑκάστῳ ἡμῶν ἐδόθη ἡ χάρις κατὰ τὸ μέτρον τῆς δωρεᾶς τοῦ Χριστοῦ. Καὶ μέτρον ἐν τῇ χειρὶ αὐτοῦ. Προσέχετε ἀκριβῶς, παρακαλῶ, ἵν’ εἰδῆτε τὴν ἐλπίδα τῆς ἀθανασίας ἄνωθεν προκατηγγελμένην. Ἰδοὺ ὕδωρ ἐξήρχετο, καὶ ὡς ἔξοδος ἀνδρὸς ἐνώπιον, καὶ ἦν ἐν τῇ χειρὶ αὐτοῦ μέτρον. Τὶ ἐστι τὸ μέτρον; Ἡ χάρις, καὶ τὸ μέτρον δωρεᾶς . Καὶ διεμέτρησεν ἐν τῷ ὕδατι χιλίους. Τὶ ἐστι, Χιλίους; Οὐκ εἶπε, πήχεις, καλάμους, ἀλλά, Χιλίους. Τὰ μὲν λέγει, τὰ δὲ κρύπτει. Καὶ διεμέτρησε χιλίους. Καὶ διῆλθε διὰ τοῦ ὕδατος ὕδωρ ἀφέσεως. Καὶ διεμέτρησεν ἐν τῷ μέτρῳ, ᾧ ἐμέτρησε, χιλίους. Καὶ διῆλθε διὰ τοῦ ὕδατος ὕδωρ ἀφέσεως. Ποῖον ὕδωρ ἀφέσεως διὰ τοῦ ὕδατος διῆλθεν; Ἐπειδὴ καὶ αἰσθητὸν ὕδωρ ἐστὶν ἐν τῷ βαπτίσματι καὶ νοητόν, διῆλθε διὰ τοῦ ὕδατος τοῦ αἰσθητοῦ τὸ ὕδωρ τῆς ἀφέσεως· τουτέστι, τὸ πνεῦμα τὸ τὴν ἄφεσιν ἔχον τῶν ἁμαρτημάτων, διῆλθε διὰ τοῦ ὕδατος; τοῦ αἰσθητοῦ. Καὶ διῆλθε διὰ τοῦ ὕδατος ὕδωρ ἀφέσεως. Ὅπου γὰρ πνεῦμα, ἐκεῖ καὶ ἄφεσις ἁμαρτημάτων· ὥς φησιν ὁ σωτὴρ ἐμφυσήσας· Λάβετε πνεῦμα ἅγιον· ἄν τινων ἀφῆτε τὰς ἁμαρτίας, ἀφίενται αὐτοῖς. Εἶτα βουλόμενος δεῖξαι ὁ προφήτης, μᾶλλον δὲ θεὸς τῷ προφήτῃ, πῶς τὸ μυστήριον τοῦ βαπτίσματος ἄρχεται μὲν ἀπὸ ὀλίγων, πληθῦνον δὲ καὶ καλύπτειν ἔμελλε τὸν κόσμον, ἄρχεται πρῶτον ἀπὸ Παλαιστίνης διὰ τῶν δώδεκα ἀποστόλων· εἶτα ἐπλήρωσε τὴν Παλαιστίνην , ἐπλήρωσε τὴν Συρίαν , ἐξῆλθε καὶ εἰς ἀνατολήν, κατέλαβε καὶ τὰ ἑσπέρια μέρη, ὑπέδυ τῆς δύσεως. Τοῦτο αὐτὸ βουλόμενος δεῖξαι ὁ θεός, πῶς κατὰ μέρος ἡ γνῶσις τοῦ μυστηρίου προκόπτειν ἔμελλε, λέγει διὰ τοῦ προφήτου· Εἶχεν ἐν τῇ χειρὶ αὐτοῦ μέτρον, καὶ ἐμέτρησε χιλίους· καὶ διῆλθε διὰ τοῦ ὕδατος ὕδωρ ἀφέσεως· ἐμέτρησε δὲ καὶ ἄλλους χιλίους, καὶ ἀνέβη τὸ ὕδωρ ἕως ὀσφύος. Προέκοψε κατὰ μικρόν. Πρῶτον ὕδωρ· εἶτα ὕδωρ βαθὺ μέχρι τῆς ὀσφύος ἀνερχόμενον. Καὶ διεμέτρησεν ἄλλους χιλίους· καὶ οὐκ ἠδύνατο λοιπὸν διελθεῖν, ὅτι τὸ ὕδωρ ἐπλεόνασε. Καὶ ἐξήρχετο τὸ ὕδωρ, καὶ ποταμὸς μέγας. Πρῶτον ὕδωρ· εἶτα μέχρις ὀσφύος· εἶτα ποταμός. Καὶ διεμέτρησε τρίτον, χιλίους, χιλίους, χιλίους. Μέχρι τῶν χιλίων ὁ ἀριθμός. Τελεία γὰρ καὶ ἡ τοῦ πατρὸς προσηγορία, καὶ ἡ τοῦ υἱοῦ προσηγορία, καὶ ἡ τοῦ ἁγίου πνεύματος προσηγορία. Καὶ διεμέτρησε χιλίους· καὶ διῆλθε διὰ τοῦ ὕδατος ὕδωρ ἀφέσεως. Καὶ ἐμέτρησεν ἄλλους χιλίους, καὶ ἀνέβη τὸ ὕδωρ ἕως ὀσφύος, καὶ ἐμέτρησε τρίτον χιλίους. Ὅτε τὸ πλήρωμα τῆς γνώσεως, τότε τὸ τρίτον ἐπετέθη. Καὶ ἓν μὲν τὸ μέτρον, τρίτον δὲ ἐπιτιθέμενον, τουτέστι πατρός, υἱοῦ, καὶ ἁγίου πνεύματος, μία θεότης, μία δύναμις, μία ἐξουσία, ἐν τρισὶν ὀνόμασι κηρυττομένη. Καὶ ἦν, φησί, πλεονάζον τὸ ὕδωρ, ὡς χειμάῤῥους κατακλύζων. Τὶ ἐστιν, Ὡς χειμάῤῥους; Ἡ τοῦ πνεύματος τοῦ ἁγίου ἐν ἐνέργεια. Χειμάῤῥουν δὲ καλεῖ τὸ ἐπάλληλον τῶν δωρεῶν. Ὁ ποταμὸς μὲν γὰρ ὁ διὰ παντὸς ῥέων ἥσυχον φέρει τὸ ῥεῦμα· χειμάῤῥους δὲ ἀθρόον κορυφούμενος, ἐπάλληλα φέρει τὰ κύματα, καὶ κατασύρει πάντα. Βουλόμενος τοίνυν δεῖξαι ὁ φιλάνθρωπος θεὸς τῆς χάριτος τὴν δωρεάν, ὅτι ὕδωρ μὲν ἀφέσεως τοῖς πιστεύουσιν, ὕδωρ δὲ κατακλύζον τοῖς ἀπιστοῦσι, καὶ κατασῦρον δαιμόνων πλάνην, δαιμόνων τυραννίδα, διαβόλου κακίαν, φησίν· Ἐξῆλθεν ὡς χειμάῤῥους κατακλύζων. Τίς ὁ χειμάῤῥους; Ἄκουε τοῦ θεοῦ λέγοντος διὰ Ἡσαΐου · Ἰδοὺ ἐγὼ ἐκκλίνω ἐπ’ αὐτοὺς, ὡς ποταμός, καὶ ὡς χειμάῤῥους κατακλύζων. Ποταμός, τοῖς πιστοῖς· χειμάῤῥους, τοῖς ἀντιλέγουσι. Καὶ διῆλθεν ὡς χειμάῤῥους τοῖς ἀντιλέγουσι, καὶ ὡς χειμάῤῥους κατακλύζων ἐγένετο τὰ ὕδατα ἐκεῖνα. Βλέπε πῶς ἑρμηνεύει τὴν δωρεάν. Ποίαν ἔχει ἐνέργειαν τὸ ὕδωρ ἐκεῖνο; Ὥς φησιν ὁ προφήτης· Καὶ ἐξῆλθεν ὕδατα, καὶ ἐγένετο ἔνθεν τοῦ ποταμοῦ καὶ ἔνθεν τοῦ ποταμοῦ φυτὰ μεγάλα σφόδρα, καὶ τὰ ὕδατα ὑγιάζοντα Savil. hic et infra notat in marg. ἁγιάζοντα. . Τὶ ἐστι, Καὶ τὰ ὕδατα ὑγιάζοντα; Ἐπειδὴ ὑγίειαν φέρει. Ἰδὲ ὑγιὴς γέγονας· μηκέτι ἁμάρτανε, ἵνα μὴ χεῖρόν τί σοι γένηται. Καὶ ἰδοὺ δένδρα ἔνθεν τοῦ ποταμοῦ καὶ ἔνθεν τοῦ ποταμοῦ. Καὶ πᾶσαν ψυχήν, ἐφ’ ἢν ἂν ἔλθοι τὰ ὕδατα, ὑγιάσει. Καὶ ἰχθὺς πολὺς ἦν ἐν τῷ ποταμῷ. Ποῖος ἰχθύς; Ὁ λαὸς ὁ πολύς. Δεῦτε ὀπίσω μου, καὶ ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώπων. Καὶ ἰδοὺ ἰχθὺς πολὺς ἐν τῷ ποταμῷ ὡς ἰχθύες τῆς θαλάσσης· ἀντὶ τοῦ, τοσούτους συνάγει ἡ Χριστοῦ παρουσία, ὅσους ἔχει ἡ οἰκουμένη, κατὰ τοὺς ἰχθύας τοὺς ἐν τῇ θαλάσσῃ τῇ μεγάλῃ. Οὓς εἶχεν ὁ κόσμος, ἔλαβεν ἡ ἐκκλησία. Καὶ πᾶν δένδρον (πάλιν ἐπαναλαμβάνω τὸν λόγον) ἔνθεν τοῦ ποταμοῦ καὶ ἔνθεν τοῦ ποταμοῦ ἀναβήσεται καὶ ζωοποιήσει τὰ ὕδατα, καὶ ὑγιάσει · καὶ ὁ καρπὸς τῶν φυτῶν οὐ μὴ ἐκλείπῃ. Χριστοῦ κηρυττομένου, λύχνος εἰσάγεται. Πεφύκασι γὰρ καὶ αἱ προφητεῖαι ἅπτειν λύχνον Χριστῷ , ὡς λέγει ὁ Δαυΐδ · Ἡτοίμασα λύχνον τῷ Χριστῷ μου. Λαμπὰς κατέλαβεν αἰσθητή. Νόει τὴν λαμπάδα, τὸ δὲ προκείμενον· Καὶ ἦν ἐπὶ τοῦ ποταμοῦ δένδρα πολλά, καὶ ὁ καρπὸς τῶν δένδρων ἐκείνων οὐ μὴ ἐκλείπῃ ἀπὸ τῆς καινότητος αὐτῶν. Οὐ γὰρ παλαιῶν ἦν φυτῶν, ἀλλὰ νέων. Καινὰ λέγει φυτά, καινοὺς καρπούς. Ἀποδύσασθε τὸν παλαιὸν ἄνθρωπον, καὶ ἐνδύσασθε τὸν νέον τὸν ἀνακαινούμενον.