Διὰ τί οὖν περὶ ἑαυτοῦ, ὡς καὶ περὶ τοῦ πνεύματος εἶπεν· Ἀπ’ ἐμαυτοῦ οὐ λαλῶ ; Ἀγωνιστικῶς ἐνετρέψαμεν τὸν ἀντιλέγοντα. Λοιπὸν πληροφορήσωμεν καὶ ἑαυτοὺς κἀκείνους εἴγε πείθονται. Οὐκ ἂν πάντως ἀνάγκην αὐτοῖς ἐπάγοιμεν, ἀλλὰ λέγωμεν, εἰ ἄρα πεισθῶσι. Καὶ μὴ θαυμάσῃς, εἰ ἐγὼ ὁ ἄνθρωπος τοῦτο λέγω. Λέγει ὁ θεὸς τῷ Ἰεζεκιήλ · Ἄπελθε πρὸς τὸν οἶκον τοῦ Ἰσραὴλ καὶ εἰπὲ αὐτοῖς· Ἐὰν ἄρα ἀκούσωσιν, ἐὰν ἄρα πιστεύσωσι. Λέγομεν ταῦτα· Ἐὰν ἄρα ἀκούσωσιν , ἐὰν ἄρα πιστεύσωσιν, ἐὰν ἄρα συνθῶνται. Ἐὰν δὲ τούτων λεγομένων μὴ συνθῶνται, ἀθῶοί ἐσμεν ἡμεῖς. Οὕτω Παῦλος ἐδίδασκε καὶ μετὰ τὸ διδάξαι λέγει· Διαμαρτύρομαι πάντας ὅτι καθαρὸς εἰμὶ ἀπὸ τοῦ αἵματος πάντων ὑμῶν. Οὐ γὰρ ὑπεστειλάμην τοῦ μὴ ἀναγγεῖλαι ὑμῖν τὴν ὁδὸν τοῦ θεοῦ. Καὶ νῦν λέγω· Διὰ τί ὁ σωτὴρ εἶπεν· Ἀπ’ ἐμαυτοῦ οὐ λαλῶ καὶ περὶ τοῦ πνεύματος· Ἀφ’ ἑαυτοῦ οὐ λαλήσει ; Δέομαι τῆς ὑμετέρας ἀγάπης, ἐνταῦθα τὸν νοῦν ἔχωμεν. Ἑνὸς ὄντος Χριστοῦ , πολλοὶ προῆλθον ψευδόχριστοι, ὡς ὁ σωτὴρ εἶπε· Πολλοὶ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου ψευδόχριστοι καὶ ψευδοπροφῆται. Ἑνὸς οὖν ὄντος Χριστοῦ καὶ ἐπαγγελθέντος διὰ τῶν προφητῶν ὅτι ἔρχεται, πρὸ τῆς παρουσίας αὐτοῦ ἐφάνησάν τινες πλάνοι λέγοντες· Ἡμεῖς ἐσμεν. Θευδᾶς λέγει· Ἐγώ εἰμι, Ἰούδας ὁ Γαλιλαῖος · Ἐγώ εἰμι, καὶ ἐπλάνων πολλούς. Ὁ σωτὴρ ἐλθὼν λέγει· Ὅσοι ἦλθον πρὸ ἐμοῦ κλέπται ἦσαν καὶ λῃσταί. Ἐπεὶ οὖν οἱ μὲν πρῶτοι πλάνοι ὄντες, ἐνδυσάμενοι τὸ ὄνομα τοῦ Χριστοῦ , ἐσπούδαζον πεῖσαι τὸν λαὸν ὅτι αὐτοί εἰσιν ὁ Χριστός , οὐχ ὁμοῦ φανέντες, ἀλλ’ ἕκαστος καθ’ ἑαυτόν, ὃ μὲν οὖν φαινόμενος, ἄλλος δὲ ἐπ’ ἄλλῳ καιρῷ, λέγει ὁ Χριστὸς · Ὅσοι ἦλθον πρὸ ἐμοῦ κλέπται ἦσαν καὶ λῃσταί· ἀλλ’ οὐκ ἤκουσαν αὐτῶν τὰ πρόβατα. Τὰ πρόβατα τὰ ἐμὰ τῆς ἐμῆς φωνῆς ἀκούει καὶ γνωρίζει τὴν φωνήν μου καὶ ἀκολουθοῦσί μοι. Ἦλθον οὖν ἐκεῖνοι οἱ ψευδόχριστοι καὶ οὐκ ἐδίδαξαν ἀπὸ νόμου, οὐκ ἀπὸ προφητῶν, ἀλλ’ ἐξ αὐτῶν ἐλάλουν καὶ ἀπὸ τῆς ἰδίας γνώμης. Ὁ σωτὴρ ἐλθὼν οὐκ ἀπέστη τοῦ νόμου, οὐκ ἀπέστη προφητῶν, ἀλλ’ ἔλεγεν, ὡς ἐν ὑποδείγματι· Καλῶς εἶπεν Ἡσαΐας , καὶ πάλιν· Οὐ γέγραπται ἐν τῷ νόμῳ ὑμῶν; . Καὶ ὅτε προσῆλθεν αὐτῷ ὁ διάβολος, λέγει αὐτῷ Γέγραπται· κυρίῳ τῷ θεῷ σου προσκυνήσεις καὶ αὐτῷ μόνῳ λατρεύσεις. Ἐλθὼν οὖν ὁ Χριστὸς κατὰ σάρκα οὐκ ἐλάλησεν ἀφ’ ἑαυτοῦ, ἀλλ’ ἀπὸ προφητῶν. Ἐπεὶ οὖν οἱ ἐλθόντες πρὸ τοῦ Χριστοῦ ἐν ὀνόματι Χριστοῦ οὐκ ἐλάλησαν, οὐκ ἀπὸ νόμου, οὐκ ἀπὸ προφητῶν, ἀλλ’ ἀπὸ ἰδίας γνώμης τὰ τῆς πλάνης ἐλάλουν. Λέγει ὁ σωτήρ· Ἐγὼ ἀπ’ ἐμαυτοῦ οὐ λαλῶ ὡς ἐκεῖνοι. Τὸ γὰρ ἀφ’ ἑαυτοῦ λαλεῖν, τὸ ἔξω νόμου λαλεῖν ἐστιν. Οὕτως οὖν δεῖ καὶ ἡμᾶς λαλεῖν. Ὅταν ἴδῃς αἱρετικοὺς Ἀριστοτελικὰ κινοῦντας ἢ Πλατωνικά, εἰπέ· Ἡμεῖς ἀφ’ ἑαυτῶν οὐ λαλοῦμεν. Ὅσα ἠκούσαμεν παρὰ Χριστοῦ , ταῦτα φθεγγόμεθα. Καὶ πόθεν τοῦτο, ὅτι ὁ ἀφ’ ἑαυτοῦ λαλῶν ψευδοπροφήτης ἐστὶν ἢ τὸ λαλεῖν ἀφ’ ἑαυτοῦ ψευδοπροφήτην χαρακτηρίζει; Λέγει ὁ προφήτης Ἰεζεκιήλ · Ζῶ ἐγώ, λέγει κύριος, ἐπὶ τοὺς προφήτας τοὺς πλανῶντας τὸν λαόν μου, οὐκ ἀπέστειλα αὐτούς· ἀφ’ ἑαυτῶν ἐλάλησαν καὶ ἐκ τῆς καρδίας αὐτῶν φθέγγονται. Ἐπεὶ οὖν οἱ ψευδοπροφῆται ἀφ’ ἑαυτῶν ἐκήρυττον, ὁ σωτὴρ ἀποδυόμενος τὴν ὑπόνοιαν λέγει· Ἐγὼ ἀπ’ ἐμαυτοῦ οὐ λαλῶ. Πόθεν τοῦτο ὅτι ὁ σωτὴρ πλάνος ὑπενοήθη; Τοῦτο πρῶτον στήσωμεν. Ἐν τῇ ἑορτῇ τῆς σκηνοπηγίας ἐζήτουν οἱ ὄχλοι τὸν Ἰησοῦν λέγοντες· Ποῦ ἐστι; Καὶ ἦν περὶ αὐτοῦ διαφωνία· ἄλλοι ἔλεγον· Ἀγαθός ἐστιν· ἄλλοι ἔλεγον· Οὐκ, ἀλλὰ πλανᾷ τὸν ὄχλον. Εἶδες πῶς πλάνος ὑπενοήθη; Πάλιν μετὰ τὸν θάνατον τοῦ σωτῆρος τὸν ἅγιον, λέγουσιν οἱ ἀρχιερεῖς τῷ Πιλάτῳ · Οἴδαμεν, κύριε, ὅτι εἶπεν ὁ πλάνος ἐκεῖνος ἔτι ζῶν· Μετὰ τρεῖς ἡμέρας ἐγείρομαι. Ταῦτά μοι εἴρηται εἰς τὸ δεῖξαι, ὅτι πλάνος ἐνομίσθη. Ἐπεὶ οὖν πλάνος ἐνομίζετο, λέγει· Ἐγὼ ἀπ’ ἐμαυτοῦ οὐ λαλῶ , ἀλλ’ ἀπὸ νόμου, ἀπὸ προφητῶν, ὅσα ἤκουσα παρὰ τοῦ πατρός . Οὐ κατὰ τὴν θεότητα ἤκουσα παρὰ τοῦ πατρός , ἐν νόμῳ, ἐν προφήταις. Ἐκ προσώπου τῆς σαρκὸς λαλεῖ εἰς ἔκλυσιν τῆς πλάνης. Ἐγὼ ἀπ’ ἐμαυτοῦ οὐ λαλῶ, ἀλλ’ ὅσα ἤκουσα παρὰ τοῦ πατρὸς . Ὑμεῖς δὲ ὅσα ἠκούσατε παρὰ τοῦ πατρὸς ὑμῶν τοῦ διαβόλου λαλεῖτε. Καὶ ἵνα δείξῃ ὅτι ὁ διάβολος ὅταν λαλῇ, ἔν τισι ψεῦδος ἐργάζεται, λέγει· Ὅταν λαλῇ τὸ ψεῦδος, ἐκ τῶν ἰδίων λαλεῖ. Ἐγὼ ἐξ ἐμαυτοῦ οὐ λαλῶ , ἀλλ’ ἀπὸ προφητῶν, ἀπὸ νόμου. Τοῦτο γάρ ἐστιν ἀλήθεια. Ὥσπερ οὖν ὁ σωτὴρ ἐκλύων τὴν ὑπόνοιαν καὶ ἀποδυόμενος τὴν κακὴν ὑποψίαν λέγει· Ἐγὼ ἀπ’ ἐμαυτοῦ οὐ λαλῶ , ὡς οἱ πλάνοι, οὕτω καὶ περὶ τοῦ πνεύματος.