Ἀλλ’ ἐπειδὴ πρόκειται σήμερον περὶ πνεύματος ἁγίου – πολλάκις γὰρ κατὰ τὴν δοθεῖσαν χάριν παρὰ Χριστοῦ περὶ τοῦ υἱοῦ ἐνικήσαμεν, καὶ μάρτυρες τῶν εἰρημένων ὑμεῖς, ὡς οὐκ ἦν σοφίσματα τέχνης, ἀλλ’ ἀποδείξεις γραφῶν –, ἐβουλόμην δὲ καὶ νῦν κατασκευάσαι τὸν περὶ τοῦ υἱοῦ λόγον. Ἀεὶ γὰρ ἐν ἑαυτῷ τὴν δύναμιν ἐκλάμπουσαν ἔχει. Ἀλλὰ διὰ τὴν τῶν αἱρετικῶν πληροφορίαν τῶν περὶ τὸ πνεῦμα σκαζόντων τέως παρασιωπῶ. Ἀμήχανον δέ ἐστι τὸν περὶ τὸ πνεῦμα σκάζοντα ὀρθοποδῆσαι περὶ τὸν υἱόν. Ἕως σήμερον οὐ πείθεις τινὰ Μακεδονιανὸν ὑπογράψαι τῷ ὁμοουσίῳ τῷ κατὰ Νίκαιαν , καίτοι λέγοντες ἀεί, Ἡμεῖς ἐκείνῃ στοιχοῦμεν τῇ πίστει ἐπειδὴ περὶ πνεύματος οὐ διεσαφηνίσθη. Οὐδὲ γὰρ ἦν ἀγὼν οὐδὲ πόλεμος. Ὅμως πρὸς ἐκείνων πληροφορίαν λέγω, γέγραπται· Ἀφ’ ἑαυτοῦ οὐ λαλήσει. Εἰπὲ τῷ Μακεδονιανῷ · Γέγραπται τοῦτο καὶ περὶ τοῦ υἱοῦ. Μᾶλλον δὲ αὐτὸς λέγει περὶ ἑαυτοῦ· Ἐγὼ ἀπ’ ἐμαυ τοῦ οὐ λαλῶ. Πρόσεχε, παρακαλῶ. Παράγω τὴν μαρτυρίαν ἀπὸ τοῦ ὡμολογημένου παρὰ σοί. Πρὸς μὲν γὰρ τὸν Ἀρειανὸν ἀγῶνος χρεία εἰς τὸ ἐγὼ ἀπ’ ἐμαυτοῦ οὐ λαλῶ , καὶ περὶ τοῦ πνεύματος. Πρὸς δὲ σὲ τὸν ἐπαγγειλάμενον εὐσεβεῖν, οὐ χρεία ἀγῶνος. Περὶ Χριστοῦ γυμνάζων λέγεις ἰσόθεον, ὅμοιον τῷ πατρὶ κατὰ πάντα. Ὡς πρὸς ὁμολογοῦντα τὴν δόξαν εἰσήγαγον τὸ ζήτημα. Λέγεις περὶ τοῦ πνεύματος· Ἀφ’ ἑαυτοῦ οὐ λαλήσει. Λέγει ὁ σωτὴρ περὶ ἑαυτοῦ· Ἐγὼ ἀπ’ ἐμαυτοῦ οὐ λαλῶ, ἀλλ’ ὅσα ἤκουσα παρὰ τοῦ πατρός μου, ταῦτα λαλῶ. Ἰδοὺ καὶ ὁ υἱὸς ἀφ’ ἑαυτοῦ οὐ λαλεῖ· τέως ὁμοτιμία. Ταῦτα πρὸς σὲ λέγω. Ὁ Ἀρειανὸς κἀκεῖνο καὶ τοῦτο ἀπορεῖ. Ὃ πάσχουσιν οἱ ναυαγοῦντες, τοῦτο πάσχουσιν οἱ ἀπιστοῦντες, ὡς λέγει Παῦλος · Οἵτινες περὶ τὴν πίστιν ἐναυάγησαν. Οἱ Ἀρειανοὶ ναυαγήσαντες, ἀπώλεσαν καὶ Χριστοῦ δόξαν καὶ ἁγίου πνεύματος δύναμιν· Μακεδονιανοὶ φιλονεικοῦσι μὲν ἀναβῆναι, τὸ δὲ ἥμισυ τοῦ φορτίου ἀπώλεσαν, ὡς λέγει Παῦλος · Εἰ δέ τις πνεῦμα Χριστοῦ οὐκ ἔχει, οὗτος οὐκ ἔστιν αὐτοῦ. Πρόσεχε τοίνυν, ἵνα μὴ δόξωμεν ἀγωνιστικῶς ἐπεμβαίνειν καὶ ὑβριστικῶς τὴν ἀπόδειξιν ποιεῖσθαι. Ἐγὼ ἀπ’ ἐμαυτοῦ οὐ λαλῶ. Ἑρμήνευσόν μοι τί ἐστι τὸ ἀπ’ ἐμαυτοῦ οὐ λαλῶ . Πῶς εἶπεν ὁ σωτήρ; Ἣν γὰρ ἂν ἑλκύσῃ λύσιν ὁ Μακεδονιανὸς περὶ τοῦ υἱοῦ, ταύτην ἐπινοεῖ καὶ τῷ ἁγίῳ πνεύματι. Τὰ δύο ἕστηκεν ἰσόρροπα· οὔτε τὸ πνεῦμα ἀφ’ ἑαυτοῦ οὔτε ὁ υἱὸς ἀφ’ ἑαυτοῦ. Ἀλλὰ χρῄζει ὁ υἱὸς τοῦ πατρὸς· χρῄζει καὶ τὸ πνεῦμα τοῦ πατρὸς· τέως ὁμοτιμία. Πρόσεχε τοίνυν. Οἶδα εἰς βάθος ἐμαυτὸν δεδωκώς, ὡς εἶδεν ἡ τοῦ Χριστοῦ δύναμις ἡ πάντα ἐρευνῶσα . Μᾶλλον τρέμω ἢ λέγω, μὴ εἰς ἄπειρον ἄβυσσον δράμῃ τὸ σκάφος καὶ πνεῦμα μὴ ᾖ. Δὸς γὰρ εἶναι τὸ σκάφος ἕτοιμον, τὸν κυβερνήτην, τοὺς ναύτας, τὰς σχοίνους, τὰς ἀγκύρας, πάντα εὐτρεπισμένα καὶ μηδαμοῦ πνεῦμα ἀνέμου. Οὐχὶ ἀργεῖ τὰ τῆς παρασκευῆς, μὴ παρούσης τῆς ἐνεργείας τοῦ πνεύματος; Οὕτως ἔθος. Κἂν λόγου πλάτος, κἂν διανοίας βάθος, κἂν φράσις, κἂν ἔννοια, καὶ μὴ παρῇ τὸ πνεῦμα τὸ ἅγιον χορηγοῦν, ἀργεῖ τὰ πάντα.