Πρόσεχε τῇ ἀκριβείᾳ. Οὐκ εἶπεν· Ἐξ ἐμοῦ, ἀλλ’ ἐκ τοῦ ἐμοῦ . Ἐξ ἐμοῦ, τίνος; Ἐκ τοῦ ἐμοῦ δώσει ὑμῖν, ἀλλὰ λήψεται. Λαμβάνει οὐ δανειζόμενον. Ἀλλ’ ἐπειδὴ ἐπλήρωσε τὴν πηγὴν ὡς ἀρχὴν χαρισμάτων, ἀπὸ τῆς δεξαμενῆς ἀντλεῖ καὶ παρέχει πᾶσιν ἐκ τῶν ἰδίων. Καὶ πόθεν τοῦτο, ὅτι τὸ λαβεῖν ἐκ τῶν ἰδίων ἐστὶ λαβεῖν; Ἄκουε. Ἐπλήρωσεν ὁ θεὸς τὸν Μωϋσῆν πνεύματος, καὶ λέγει Μωϋσῆς · Οὐ δύναμαι μόνος φέρειν τὸ βάρος τοῦ λαοῦ τούτου· προχείρισαι ἄλλον σεαυτῷ. Λέγει αὐτῷ ὁ θεός· Ἐπίλεξαι ἑβδομήκοντα πρεσβυτέρους καὶ λήψομαι ἀπὸ τοῦ πνεύματος τοῦ ἐν σοί, καὶ δώσω ἐπ’ αὐτούς. Οὐκ εἶπε· Λήψομαι τὸ σόν, ἀλλὰ ἀπὸ τοῦ πνεύματος τοῦ ἐν σοί , ἐκ τοῦ ἐμοῦ λήψομαι. Λέγει ὁ θεός· Ἐν ταῖς ἡμέραις ἐκείναις ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πᾶσαν σάρκα, καὶ προφητεύσουσιν. Εἰ ὁ θεὸς παρὰ Μωϋσέως λαμβάνων ἐδανείσατο, καὶ τὸ πνεῦμα παρὰ τοῦ υἱοῦ λαμβάνων ἐδανείσατο. Καὶ γὰρ Μωϋσῆς τύπος ἦν τοῦ Χριστοῦ . Ὅτι ὥσπερ ἀπὸ Μωϋσέως ἑβδομήκοντα ἐγένοντο, οὕτως ἀπὸ τοῦ Χριστοῦ ἡ οἰκουμένη ἐδέξατο τὸ πνεῦμα τὸ ἅγιον. Ἐκ τοῦ ἐμοῦ λήψεται· ἐξ ὧν ἐχορήγησέ μοι μόνῳ τῷ κυριακῷ ἀνθρώπῳ, λήψεται αὐτὸ τὸ δεδωκός, τὸ ἐλθὸν καὶ μεῖναν ἐν ἐμοί, τὸ χρῖσάν με, τὸ ἁγιάσαν, τὸ ἀγαγὸν εἰς τὴν ἔρημον, τὸ ὑποστρέψαν με νικητήν. Ἐκ τοῦ ἐμοῦ λήψεται καὶ ἀναγγελεῖ ὑμῖν. Καὶ ἵνα δείξῃ, ὅτι οὐ τοῦ ἁγίου πνεύματος ἐμνημόνευσεν, ἀλλὰ τῶν δωρεῶν, ἐπάγει μετὰ τὸ εἰπεῖν· Ἐκ τοῦ ἐμοῦ λήψεται , εὐθύς· Πάντα ὅσα ἔχει ὁ πατὴρ ἐμά ἐστιν. Ἔλαβον αὐτὰ ἐκ τοῦ ἁγίου πνεύματος. Διὰ τοῦτο εἶπον· Ἐκ τοῦ ἐμοῦ λήψεται. Ἐπειδὴ ὁ θεὸς τὴν σάρκα ἡγίασε πνεύματι ἁγίῳ καὶ ἀπέστειλε τὴν δωρεὰν τοῦ πνεύματος ὁ πατὴρ εἰς τὴν σάρκα τοῦ Χριστοῦ , ἐλθοῦσα δὲ ἡ χάρις ὅλα τὰ δῶρα ἐνέθηκε τῷ Χριστῷ , λέγει· Ἐκ τοῦ ἐμοῦ λήψεται καὶ ἀναγγελεῖ ὑμῖν. Τί οὖν ἐστι τὸ ἀφ’ ἑαυτοῦ οὐ λαλήσει, ἀλλ’ ὅσα ἂν ἀκούσῃ, γνωρίσει ὑμῖν ; Εἴρηται πρὸ τούτου, ὅτι ἄλλον ἐστὶ πνεῦμα ἅγιον καὶ ἄλλο χάρισμα, ἄλλο βασιλεὺς καὶ ἄλλο τὸ δῶρον τοῦ βασιλέως. Ὅταν τις πρὸς πολλὰ καὶ διάφορα ἔθνη βαρβάρων ἔχῃ, ἀπορεῖ πόθεν ἄρξεται τοῦ πολέμου. Ἐὰν περὶ τούτους ἀσχολήσῃ τὸν πόλεμον, ἄλλον ἀνακύπτει κέρας. Ἐὰν διέλῃ ἑαυτὸν εἰς δύο μέρη, σχίζεται τὰ τῆς δυνάμεως. Ἐν μέσῳ ἐσμὲν Ἀρειανῶν τῶν ἀθετούντων τοῦ Χριστοῦ τὴν δόξαν καὶ τῶν Μακεδονιανῶν τῶν ὑβριζόντων τὴν θεϊκὴν τοῦ πνεύματος δόξαν. Ἐὰν ὡς ὡμολογημένον εἴπω τὸ τοῦ υἱοῦ, ὡς πρὸς Μακεδονιανοὺς ὁ Ἀρειανὸς εὐθέως μάχεται· περὶ γὰρ τοῦ υἱοῦ ἔπεισας, ὅτι περὶ πνεύματός μοι λαλεῖς;