Ὧδε τὸν νοῦν, παρακαλῶ, ἔχωμεν. Ταῦτα γὰρ ὅλα παρασκευὴ τοῦ ἐκ τοῦ ἐμοῦ λήψεται . Οὐ γὰρ ἀπ’ ἄλλων εἰς ἄλλο ἐξηνέχθημεν, ἀλλ’, ὡς ἔφθην εἰπών, τὰς ὕλας εὐτρεπίζω, ἵνα σὺ τὴν ἕνωσιν ἁρμόσῃς. Κατηξιώθη πνεύματος ἁγίου· ἐβαπτίσθη ἐν τῷ Ἰορδάνῃ καὶ λέγει Ἰωάννης · Εἶδον τοὺς οὐρανοὺς ἀνεῳγμένους καὶ τὸ πνεῦμα τοῦ θεοῦ καταβαῖνον ὡσεὶ περιστερὰν καὶ μένον ἐπ’ αὐτόν. Εἶδες πῶς τύπῳ ἀνθρωπίνῳ λαμβάνει πνεῦμα ἅγιον; Οὐδεὶς οὕτως ἀσεβής, ἵνα νομίσῃ ὅτι ἡ θεότης ἔλαβε πνεῦμα. Λέγει Ἰωάννης ὁ βαπτιστὴς· Μέσος ὑμῖν ἕστηκεν, ὃν ὑμεῖς οὐκ οἴδατε, κἀγὼ οὐκ ᾔδειν αὐτόν· ἀλλ’ ὁ πέμψας με βαπτίζειν ἐν ὕδατι, ἐκεῖνός μου εἶπεν· Ἐφ’ ὃν ἂν ἴδῃς τὸ πνεῦμα τὸ ἅγιον καταβαῖνον ὡσεὶ περιστερὰν καὶ μένον ἐπ’ αὐτόν, οὗτος ἐστιν ὁ υἱὸς μου. Κατῆλθε τὸ πνεῦμα τὸ ἅγιον, ἵνα πληρωθῇ τὸ τοῦ Ἡσαΐου · Πνεῦμα κυρίου ἐπ’ ἐμέ. Ἐβαπτίσθη ἡ σὰρξ καὶ εὐθέως βαπτισθεὶς ἀνέβη ἀπὸ τοῦ ὕδατος καὶ ἀνήχθη ὑπὸ τοῦ πνεύματος εἰς τὴν ἔρημον. Ἀνήχθη, καὶ ὡς παιδαγωγὸν εἶχεν ἡ σὰρξ τὸ πνεῦμα τὸ ἅγιον. Διὰ τί ἤγετο; Ἵνα ὑμῖν τύπον δῷ ὅτι ὥσπερ ἡ σὰρξ ἡ ἐμὴ οὐκ ἄγεται ἐπιθυμίαις, ἀλλ’ ἄγεται πνεύματι, οὕτω καὶ ἡμεῖς ὀφείλετε. Διὰ τοῦτο καὶ ὁ Παῦλος · Εἰ δὲ πνεύματι θεοῦ ἄγεσθε, οὐκέτι ἐστὲ ἐν σαρκί , καὶ Ὅσοι πνεύματι θεοῦ ἄγονται, οὐκ εἰσὶν ὑπὸ νόμον. Ἄγεται ἡ σὰρξ τοῦ Χριστοῦ , ἀγώμεθα καὶ ἡμεῖς. Διὰ τοῦτο γὰρ καὶ πάντα εἰς ἑαυτὸν ἀναλαμβάνει, ἵνα τύπον ἡμῖν καταλίπῃ. Ἀνήχθη ὑπὸ τοῦ πνεύματος πειρασθῆναι καὶ ἐνίκησε τὸν διάβολον· Οὐχ ἡ θεότης. Ὕβρις γὰρ ἦν τῇ θεότητι τὸ εἰπεῖν· Ἐνίκησα. Θεὸς γὰρ οὔτε ἡττᾶταί ποτε, οὔτε νικᾷ, ἀλλὰ ἀεὶ κρατεῖ. Εἰ νίκην δέχεται, πάντως οἷόν τε αὐτὸν καὶ ἡττᾶσθαι. Ὁ δὲ ἀεὶ κρατῶν, παντοκράτωρ, καὶ οὔτε στασιάζεται ὑπὸ τῶν κρατουμένων οὔτε καμάτῳ περιγίνεται τῶν ἀρχομένων. Εἰ τοίνυν ἡ σὰρξ ἡ δεσποτική, τὸ κυριακὸν πλάσμα, ὁ ξένος ἄνθρωπος, ὁ οὐράνιος, τὸ νέον βλάστημα, τὸ ἀπὸ τῆς ξένης ὠδῖνος ἀνθῆσαν, οὗτος λαμβάνει πνεῦμα ἅγιον, ἔχεις τὰς μαρτυρίας ὅτι ἐπεδήμησε πνεῦμα ἐξ οὐρανοῦ, ὅτι ἀνήγαγεν αὐτὸν τὸ πνεῦμα εἰς τὸ περιγενέσθαι τὸν διάβολον. Ἡ τοῦ Ἀδὰμ εἰκὼν ἡ ἐν τῇ ἀρχῇ πλανηθείσα, ἵνα νικήσῃ λοιπόν, ὁ ἄνθρωπος ὁ ξένος εἰσήρχετο, δορυφορούμενος τῇ δυνάμει τοῦ πνεύματος. Διὰ τοῦτο, ὥσπερ εἶπεν· Ἀνήχθη ὑπὸ τοῦ πνεύματος ἐν τῇ ἐρήμῳ πειρασθῆναι , οὕτως, ὅτε ὡς νικητὴς ὑπέστρεψε, λέγει· Ἰησοῦς δὲ ὑπέστρεφεν ἐν τῇ δυνάμει τοῦ πνεύματος ἀπὸ τῆς ἐρήμου. Εἶχεν οὖν ἡ σὰρξ πνεῦμα ἅγιον, οὐ μέρος χαρισμάτων, ὡς ἡμεῖς, τῷ μὲν σοφία, τῷ δὲ γνῶσις, ἀλλὰ πάντα ἔσχε τὰ χαρίσματα. Ἐπὶ ἀληθείας ἀγωνιῶ καὶ τρέμω, μὴ τὸ ἀσθενὲς τῆς γλώττης ἀμβλύνῃ τὸ μέγεθος τοῦ κηρυττομένου. Τὸ τοίνυν σῶμα τὸ δεσποτικὸν καὶ ἡ σὰρξ ἡ ἁγία λαβοῦσα τοῦ ἁγίου πνεύματος τὴν ἐνέργειαν οὐκ ἔλαβεν, ὡς ἐπὶ τῶν ἀποστόλων καὶ τῶν προφητῶν, μίαν χάριν ἡ δευτέραν. Ἄνθρωπος γὰρ πάντα χωρῆσαι οὐ δύναται. Διὸ λέγει Παῦλος · Μὴ πάντες ἀπόστολοι; μὴ πάντες προφῆται; μὴ πάντες χαρίσματα ἔχουσιν ἰαμάτων; Ἐφ’ ἡμῖν γὰρ μερίζεται τὰ δῶρα. Ἐν δὲ τῇ σαρκὶ τοῦ Χριστοῦ ὅλα τὰ χαρίσματα, ὅλαι αἱ δωρεαὶ ἦσαν κατὰ τὴν τῆς σαρκὸς οὐσίαν. Καὶ πρόσεχε. Ἐπλήρωσε πρῶτον τὸν ἴδιον ναὸν πάσης χάριτος. Εἶχε χάρισμα νόσους ἰᾶσθαι, δαίμονας ἐκβάλλειν, νεκροὺς ἐγείρειν, προφητεύειν, τὰ τῆς ἀληθείας ἐργάζεσθαι. Πάντα ἠδύνατο καὶ εἶχε τῶν χαρισμάτων τὸ πλήρωμα, ἀφ’ οὗ ἐπληρώθη ἡ σὰρξ ἡ δεσποτικὴ πάντων τῶν χαρισμάτων. Χρεία δὲ ἦν πάντως ἡμᾶς λαμβάνειν ἐκ μέρους, ὡς ἀπὸ δεξαμενῆς, ἀπὸ τοῦ κυριακοῦ σώματος, χορηγεῖται καὶ ἀποστόλοις καὶ προφήταις ἐξ αὐτοῦ. Ἰωάννης ἐμαρτύρει ὅτι ἐν αὐτῷ ὅλον τὸ πλήρωμα τῆς θεότητος καὶ Παῦλος · Ἐν ᾧ κατῴκησε πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς. Οὐκ εἶπεν ἁπλῶς· Ἐν ᾧ κατῴκησεν ἡ θεότης, ἀλλὰ τὸ πλήρωμα τῆς θεότητος , τουτέστι πᾶσα ἡ δωρεὰ τῆς θεότητος. Καὶ ἵνα μή τις νομίσῃ ὅτι ἐν τῷ θεῷ λόγῳ κατῴκησε, λέγει· Ἐν ᾧ κατῴκησε πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς. . Ἐν τῇ σαρκὶ αὐτοῦ πᾶν τὸ πλήρωμα σοφίας, συνέσεως, δυνάμεως, σημείων, πάσης ἐνεργείας. Λοιπὸν ἀπὸ τοῦ πληρώματος δανειζόμεθα πάντες. Μαρτυρεῖ Ἰωάννης ὁ βαπτιστής· Κἀγὼ οὐκ ᾔδειν αὐτόν, ἀλλ’ ὁ πέμψας με βαπτίζειν, ἐκεῖνός μοι εἶπεν· Ἐφ’ ὃν ἂν ἴδῃς τὸ πνεῦμα καταβαῖνον καὶ μένον οὐκ εἶπε· Χαριζόμενον αὐτῷ δῶρον ἕν, ἀλλὰ· μένον ὅλον, οὗτος ἐστιν ὁ βαπτίζων ἐν πνεύματι ἁγίῳ καὶ πυρί. Εἶτα βουλόμενος δεῖξαι ὁ Ἰωάννης ὅτι οὐχ ὡς ἄνθρωπος ἔλαβε χάριν ὁ σωτὴρ λέγει· Οὐκ ἐκ μέτρου δίδωσιν ὁ θεὸς τὸ πνεῦμα· ὁ πατὴρ ἀγαπᾷ τὸν υἱὸν καὶ πάντα δέδωκε ἐν τῇ χειρὶ αὐτοῦ. Ἡμεῖς οὖν πόθεν λαμβάνομεν; Ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν . Ἐκεῖνος τὸ πλήρωμα, ἡμεῖς ἐκ τοῦ πληρώματος. Πῶς; Ἀφ’ οὗ ἐπλήρωσε τὴν δεσποτικὴν σάρκα, ἀπ’ αὐτῆς ἤντλει ὡς ἀπὸ πηγῆς καὶ ἐδάνειζε τοῖς ἀνθρώποις τὴν δωρεάν. Πρόσεχε, παρακαλῶ. Λέγει οὖν· Ὅταν ἔλθῃ ὁ παράκλητος, τὸ πνεῦμα τῆς ἀληθείας, ὁδηγήσει ὑμᾶς πρὸς πᾶσαν τὴν ἀλήθειαν, ὅτι ἐκ τοῦ ἐμοῦ λήψεται.