Ὧδε τὸν νοῦν, παρακαλῶ, ἔχωμεν. Ταῦτα γὰρ ὅλα παρασκευὴ τοῦ ἐκ τοῦ ἐμοῦ λήψεται . Οὐ γὰρ ἀπ’ ἄλλων εἰς ἄλλο ἐξηνέχθημεν, ἀλλ’, ὡς ἔφθην εἰπών, τὰς ὕλας εὐτρεπίζω, ἵνα σὺ τὴν ἕνωσιν ἁρμόσῃς. Κατηξιώθη πνεύματος ἁγίου· ἐβαπτίσθη ἐν τῷ Ἰορδάνῃ καὶ λέγει Ἰωάννης · Εἶδον τοὺς οὐρανοὺς ἀνεῳγμένους καὶ τὸ πνεῦμα τοῦ θεοῦ καταβαῖνον ὡσεὶ περιστερὰν καὶ μένον ἐπ’ αὐτόν. Εἶδες πῶς τύπῳ ἀνθρωπίνῳ λαμβάνει πνεῦμα ἅγιον; Οὐδεὶς οὕτως ἀσεβής, ἵνα νομίσῃ ὅτι ἡ θεότης ἔλαβε πνεῦμα. Λέγει Ἰωάννης ὁ βαπτιστὴς· Μέσος ὑμῖν ἕστηκεν, ὃν ὑμεῖς οὐκ οἴδατε, κἀγὼ οὐκ ᾔδειν αὐτόν· ἀλλ’ ὁ πέμψας με βαπτίζειν ἐν ὕδατι, ἐκεῖνός μου εἶπεν· Ἐφ’ ὃν ἂν ἴδῃς τὸ πνεῦμα τὸ ἅγιον καταβαῖνον ὡσεὶ περιστερὰν καὶ μένον ἐπ’ αὐτόν, οὗτος ἐστιν ὁ υἱὸς μου. Κατῆλθε τὸ πνεῦμα τὸ ἅγιον, ἵνα πληρωθῇ τὸ τοῦ Ἡσαΐου · Πνεῦμα κυρίου ἐπ’ ἐμέ. Ἐβαπτίσθη ἡ σὰρξ καὶ εὐθέως βαπτισθεὶς ἀνέβη ἀπὸ τοῦ ὕδατος καὶ ἀνήχθη ὑπὸ τοῦ πνεύματος εἰς τὴν ἔρημον. Ἀνήχθη, καὶ ὡς παιδαγωγὸν εἶχεν ἡ σὰρξ τὸ πνεῦμα τὸ ἅγιον. Διὰ τί ἤγετο; Ἵνα ὑμῖν τύπον δῷ ὅτι ὥσπερ ἡ σὰρξ ἡ ἐμὴ οὐκ ἄγεται ἐπιθυμίαις, ἀλλ’ ἄγεται πνεύματι, οὕτω καὶ ἡμεῖς ὀφείλετε. Διὰ τοῦτο καὶ ὁ Παῦλος · Εἰ δὲ πνεύματι θεοῦ ἄγεσθε, οὐκέτι ἐστὲ ἐν σαρκί , καὶ Ὅσοι πνεύματι θεοῦ ἄγονται, οὐκ εἰσὶν ὑπὸ νόμον. Ἄγεται ἡ σὰρξ τοῦ Χριστοῦ , ἀγώμεθα καὶ ἡμεῖς. Διὰ τοῦτο γὰρ καὶ πάντα εἰς ἑαυτὸν ἀναλαμβάνει, ἵνα τύπον ἡμῖν καταλίπῃ. Ἀνήχθη ὑπὸ τοῦ πνεύματος πειρασθῆναι καὶ ἐνίκησε τὸν διάβολον· Οὐχ ἡ θεότης. Ὕβρις γὰρ ἦν τῇ θεότητι τὸ εἰπεῖν· Ἐνίκησα. Θεὸς γὰρ οὔτε ἡττᾶταί ποτε, οὔτε νικᾷ, ἀλλὰ ἀεὶ κρατεῖ. Εἰ νίκην δέχεται, πάντως οἷόν τε αὐτὸν καὶ ἡττᾶσθαι. Ὁ δὲ ἀεὶ κρατῶν, παντοκράτωρ, καὶ οὔτε στασιάζεται ὑπὸ τῶν κρατουμένων οὔτε καμάτῳ περιγίνεται τῶν ἀρχομένων. Εἰ τοίνυν ἡ σὰρξ ἡ δεσποτική, τὸ κυριακὸν πλάσμα, ὁ ξένος ἄνθρωπος, ὁ οὐράνιος, τὸ νέον βλάστημα, τὸ ἀπὸ τῆς ξένης ὠδῖνος ἀνθῆσαν, οὗτος λαμβάνει πνεῦμα ἅγιον, ἔχεις τὰς μαρτυρίας ὅτι ἐπεδήμησε πνεῦμα ἐξ οὐρανοῦ, ὅτι ἀνήγαγεν αὐτὸν τὸ πνεῦμα εἰς τὸ περιγενέσθαι τὸν διάβολον. Ἡ τοῦ Ἀδὰμ εἰκὼν ἡ ἐν τῇ ἀρχῇ πλανηθείσα, ἵνα νικήσῃ λοιπόν, ὁ ἄνθρωπος ὁ ξένος εἰσήρχετο, δορυφορούμενος τῇ δυνάμει τοῦ πνεύματος. Διὰ τοῦτο, ὥσπερ εἶπεν· Ἀνήχθη ὑπὸ τοῦ πνεύματος ἐν τῇ ἐρήμῳ πειρασθῆναι , οὕτως, ὅτε ὡς νικητὴς ὑπέστρεψε, λέγει· Ἰησοῦς δὲ ὑπέστρεφεν ἐν τῇ δυνάμει τοῦ πνεύματος ἀπὸ τῆς ἐρήμου. Εἶχεν οὖν ἡ σὰρξ πνεῦμα ἅγιον, οὐ μέρος χαρισμάτων, ὡς ἡμεῖς, τῷ μὲν σοφία, τῷ δὲ γνῶσις, ἀλλὰ πάντα ἔσχε τὰ χαρίσματα. Ἐπὶ ἀληθείας ἀγωνιῶ καὶ τρέμω, μὴ τὸ ἀσθενὲς τῆς γλώττης ἀμβλύνῃ τὸ μέγεθος τοῦ κηρυττομένου. Τὸ τοίνυν σῶμα τὸ δεσποτικὸν καὶ ἡ σὰρξ ἡ ἁγία λαβοῦσα τοῦ ἁγίου πνεύματος τὴν ἐνέργειαν οὐκ ἔλαβεν, ὡς ἐπὶ τῶν ἀποστόλων καὶ τῶν προφητῶν, μίαν χάριν ἡ δευτέραν. Ἄνθρωπος γὰρ πάντα χωρῆσαι οὐ δύναται. Διὸ λέγει Παῦλος · Μὴ πάντες ἀπόστολοι; μὴ πάντες προφῆται; μὴ πάντες χαρίσματα ἔχουσιν ἰαμάτων; Ἐφ’ ἡμῖν γὰρ μερίζεται τὰ δῶρα. Ἐν δὲ τῇ σαρκὶ τοῦ Χριστοῦ ὅλα τὰ χαρίσματα, ὅλαι αἱ δωρεαὶ ἦσαν κατὰ τὴν τῆς σαρκὸς οὐσίαν. Καὶ πρόσεχε. Ἐπλήρωσε πρῶτον τὸν ἴδιον ναὸν πάσης χάριτος. Εἶχε χάρισμα νόσους ἰᾶσθαι, δαίμονας ἐκβάλλειν, νεκροὺς ἐγείρειν, προφητεύειν, τὰ τῆς ἀληθείας ἐργάζεσθαι. Πάντα ἠδύνατο καὶ εἶχε τῶν χαρισμάτων τὸ πλήρωμα, ἀφ’ οὗ ἐπληρώθη ἡ σὰρξ ἡ δεσποτικὴ πάντων τῶν χαρισμάτων. Χρεία δὲ ἦν πάντως ἡμᾶς λαμβάνειν ἐκ μέρους, ὡς ἀπὸ δεξαμενῆς, ἀπὸ τοῦ κυριακοῦ σώματος, χορηγεῖται καὶ ἀποστόλοις καὶ προφήταις ἐξ αὐτοῦ. Ἰωάννης ἐμαρτύρει ὅτι ἐν αὐτῷ ὅλον τὸ πλήρωμα τῆς θεότητος καὶ Παῦλος · Ἐν ᾧ κατῴκησε πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς. Οὐκ εἶπεν ἁπλῶς· Ἐν ᾧ κατῴκησεν ἡ θεότης, ἀλλὰ τὸ πλήρωμα τῆς θεότητος , τουτέστι πᾶσα ἡ δωρεὰ τῆς θεότητος. Καὶ ἵνα μή τις νομίσῃ ὅτι ἐν τῷ θεῷ λόγῳ κατῴκησε, λέγει· Ἐν ᾧ κατῴκησε πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς. . Ἐν τῇ σαρκὶ αὐτοῦ πᾶν τὸ πλήρωμα σοφίας, συνέσεως, δυνάμεως, σημείων, πάσης ἐνεργείας. Λοιπὸν ἀπὸ τοῦ πληρώματος δανειζόμεθα πάντες. Μαρτυρεῖ Ἰωάννης ὁ βαπτιστής· Κἀγὼ οὐκ ᾔδειν αὐτόν, ἀλλ’ ὁ πέμψας με βαπτίζειν, ἐκεῖνός μοι εἶπεν· Ἐφ’ ὃν ἂν ἴδῃς τὸ πνεῦμα καταβαῖνον καὶ μένον οὐκ εἶπε· Χαριζόμενον αὐτῷ δῶρον ἕν, ἀλλὰ· μένον ὅλον, οὗτος ἐστιν ὁ βαπτίζων ἐν πνεύματι ἁγίῳ καὶ πυρί. Εἶτα βουλόμενος δεῖξαι ὁ Ἰωάννης ὅτι οὐχ ὡς ἄνθρωπος ἔλαβε χάριν ὁ σωτὴρ λέγει· Οὐκ ἐκ μέτρου δίδωσιν ὁ θεὸς τὸ πνεῦμα· ὁ πατὴρ ἀγαπᾷ τὸν υἱὸν καὶ πάντα δέδωκε ἐν τῇ χειρὶ αὐτοῦ. Ἡμεῖς οὖν πόθεν λαμβάνομεν; Ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν . Ἐκεῖνος τὸ πλήρωμα, ἡμεῖς ἐκ τοῦ πληρώματος. Πῶς; Ἀφ’ οὗ ἐπλήρωσε τὴν δεσποτικὴν σάρκα, ἀπ’ αὐτῆς ἤντλει ὡς ἀπὸ πηγῆς καὶ ἐδάνειζε τοῖς ἀνθρώποις τὴν δωρεάν. Πρόσεχε, παρακαλῶ. Λέγει οὖν· Ὅταν ἔλθῃ ὁ παράκλητος, τὸ πνεῦμα τῆς ἀληθείας, ὁδηγήσει ὑμᾶς πρὸς πᾶσαν τὴν ἀλήθειαν, ὅτι ἐκ τοῦ ἐμοῦ λήψεται. Πρόσεχε τῇ ἀκριβείᾳ. Οὐκ εἶπεν· Ἐξ ἐμοῦ, ἀλλ’ ἐκ τοῦ ἐμοῦ . Ἐξ ἐμοῦ, τίνος; Ἐκ τοῦ ἐμοῦ δώσει ὑμῖν, ἀλλὰ λήψεται. Λαμβάνει οὐ δανειζόμενον. Ἀλλ’ ἐπειδὴ ἐπλήρωσε τὴν πηγὴν ὡς ἀρχὴν χαρισμάτων, ἀπὸ τῆς δεξαμενῆς ἀντλεῖ καὶ παρέχει πᾶσιν ἐκ τῶν ἰδίων. Καὶ πόθεν τοῦτο, ὅτι τὸ λαβεῖν ἐκ τῶν ἰδίων ἐστὶ λαβεῖν; Ἄκουε. Ἐπλήρωσεν ὁ θεὸς τὸν Μωϋσῆν πνεύματος, καὶ λέγει Μωϋσῆς · Οὐ δύναμαι μόνος φέρειν τὸ βάρος τοῦ λαοῦ τούτου· προχείρισαι ἄλλον σεαυτῷ. Λέγει αὐτῷ ὁ θεός· Ἐπίλεξαι ἑβδομήκοντα πρεσβυτέρους καὶ λήψομαι ἀπὸ τοῦ πνεύματος τοῦ ἐν σοί, καὶ δώσω ἐπ’ αὐτούς. Οὐκ εἶπε· Λήψομαι τὸ σόν, ἀλλὰ ἀπὸ τοῦ πνεύματος τοῦ ἐν σοί , ἐκ τοῦ ἐμοῦ λήψομαι. Λέγει ὁ θεός· Ἐν ταῖς ἡμέραις ἐκείναις ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πᾶσαν σάρκα, καὶ προφητεύσουσιν. Εἰ ὁ θεὸς παρὰ Μωϋσέως λαμβάνων ἐδανείσατο, καὶ τὸ πνεῦμα παρὰ τοῦ υἱοῦ λαμβάνων ἐδανείσατο. Καὶ γὰρ Μωϋσῆς τύπος ἦν τοῦ Χριστοῦ . Ὅτι ὥσπερ ἀπὸ Μωϋσέως ἑβδομήκοντα ἐγένοντο, οὕτως ἀπὸ τοῦ Χριστοῦ ἡ οἰκουμένη ἐδέξατο τὸ πνεῦμα τὸ ἅγιον. Ἐκ τοῦ ἐμοῦ λήψεται· ἐξ ὧν ἐχορήγησέ μοι μόνῳ τῷ κυριακῷ ἀνθρώπῳ, λήψεται αὐτὸ τὸ δεδωκός, τὸ ἐλθὸν καὶ μεῖναν ἐν ἐμοί, τὸ χρῖσάν με, τὸ ἁγιάσαν, τὸ ἀγαγὸν εἰς τὴν ἔρημον, τὸ ὑποστρέψαν με νικητήν. Ἐκ τοῦ ἐμοῦ λήψεται καὶ ἀναγγελεῖ ὑμῖν. Καὶ ἵνα δείξῃ, ὅτι οὐ τοῦ ἁγίου πνεύματος ἐμνημόνευσεν, ἀλλὰ τῶν δωρεῶν, ἐπάγει μετὰ τὸ εἰπεῖν· Ἐκ τοῦ ἐμοῦ λήψεται , εὐθύς· Πάντα ὅσα ἔχει ὁ πατὴρ ἐμά ἐστιν. Ἔλαβον αὐτὰ ἐκ τοῦ ἁγίου πνεύματος. Διὰ τοῦτο εἶπον· Ἐκ τοῦ ἐμοῦ λήψεται. Ἐπειδὴ ὁ θεὸς τὴν σάρκα ἡγίασε πνεύματι ἁγίῳ καὶ ἀπέστειλε τὴν δωρεὰν τοῦ πνεύματος ὁ πατὴρ εἰς τὴν σάρκα τοῦ Χριστοῦ , ἐλθοῦσα δὲ ἡ χάρις ὅλα τὰ δῶρα ἐνέθηκε τῷ Χριστῷ , λέγει· Ἐκ τοῦ ἐμοῦ λήψεται καὶ ἀναγγελεῖ ὑμῖν. Τί οὖν ἐστι τὸ ἀφ’ ἑαυτοῦ οὐ λαλήσει, ἀλλ’ ὅσα ἂν ἀκούσῃ, γνωρίσει ὑμῖν ; Εἴρηται πρὸ τούτου, ὅτι ἄλλον ἐστὶ πνεῦμα ἅγιον καὶ ἄλλο χάρισμα, ἄλλο βασιλεὺς καὶ ἄλλο τὸ δῶρον τοῦ βασιλέως. Ὅταν τις πρὸς πολλὰ καὶ διάφορα ἔθνη βαρβάρων ἔχῃ, ἀπορεῖ πόθεν ἄρξεται τοῦ πολέμου. Ἐὰν περὶ τούτους ἀσχολήσῃ τὸν πόλεμον, ἄλλον ἀνακύπτει κέρας. Ἐὰν διέλῃ ἑαυτὸν εἰς δύο μέρη, σχίζεται τὰ τῆς δυνάμεως. Ἐν μέσῳ ἐσμὲν Ἀρειανῶν τῶν ἀθετούντων τοῦ Χριστοῦ τὴν δόξαν καὶ τῶν Μακεδονιανῶν τῶν ὑβριζόντων τὴν θεϊκὴν τοῦ πνεύματος δόξαν. Ἐὰν ὡς ὡμολογημένον εἴπω τὸ τοῦ υἱοῦ, ὡς πρὸς Μακεδονιανοὺς ὁ Ἀρειανὸς εὐθέως μάχεται· περὶ γὰρ τοῦ υἱοῦ ἔπεισας, ὅτι περὶ πνεύματός μοι λαλεῖς; Ἀλλ’ ἐπειδὴ πρόκειται σήμερον περὶ πνεύματος ἁγίου – πολλάκις γὰρ κατὰ τὴν δοθεῖσαν χάριν παρὰ Χριστοῦ περὶ τοῦ υἱοῦ ἐνικήσαμεν, καὶ μάρτυρες τῶν εἰρημένων ὑμεῖς, ὡς οὐκ ἦν σοφίσματα τέχνης, ἀλλ’ ἀποδείξεις γραφῶν –, ἐβουλόμην δὲ καὶ νῦν κατασκευάσαι τὸν περὶ τοῦ υἱοῦ λόγον. Ἀεὶ γὰρ ἐν ἑαυτῷ τὴν δύναμιν ἐκλάμπουσαν ἔχει. Ἀλλὰ διὰ τὴν τῶν αἱρετικῶν πληροφορίαν τῶν περὶ τὸ πνεῦμα σκαζόντων τέως παρασιωπῶ. Ἀμήχανον δέ ἐστι τὸν περὶ τὸ πνεῦμα σκάζοντα ὀρθοποδῆσαι περὶ τὸν υἱόν. Ἕως σήμερον οὐ πείθεις τινὰ Μακεδονιανὸν ὑπογράψαι τῷ ὁμοουσίῳ τῷ κατὰ Νίκαιαν , καίτοι λέγοντες ἀεί, Ἡμεῖς ἐκείνῃ στοιχοῦμεν τῇ πίστει ἐπειδὴ περὶ πνεύματος οὐ διεσαφηνίσθη. Οὐδὲ γὰρ ἦν ἀγὼν οὐδὲ πόλεμος. Ὅμως πρὸς ἐκείνων πληροφορίαν λέγω, γέγραπται· Ἀφ’ ἑαυτοῦ οὐ λαλήσει. Εἰπὲ τῷ Μακεδονιανῷ · Γέγραπται τοῦτο καὶ περὶ τοῦ υἱοῦ. Μᾶλλον δὲ αὐτὸς λέγει περὶ ἑαυτοῦ· Ἐγὼ ἀπ’ ἐμαυ τοῦ οὐ λαλῶ. Πρόσεχε, παρακαλῶ. Παράγω τὴν μαρτυρίαν ἀπὸ τοῦ ὡμολογημένου παρὰ σοί. Πρὸς μὲν γὰρ τὸν Ἀρειανὸν ἀγῶνος χρεία εἰς τὸ ἐγὼ ἀπ’ ἐμαυτοῦ οὐ λαλῶ , καὶ περὶ τοῦ πνεύματος. Πρὸς δὲ σὲ τὸν ἐπαγγειλάμενον εὐσεβεῖν, οὐ χρεία ἀγῶνος. Περὶ Χριστοῦ γυμνάζων λέγεις ἰσόθεον, ὅμοιον τῷ πατρὶ κατὰ πάντα. Ὡς πρὸς ὁμολογοῦντα τὴν δόξαν εἰσήγαγον τὸ ζήτημα. Λέγεις περὶ τοῦ πνεύματος· Ἀφ’ ἑαυτοῦ οὐ λαλήσει. Λέγει ὁ σωτὴρ περὶ ἑαυτοῦ· Ἐγὼ ἀπ’ ἐμαυτοῦ οὐ λαλῶ, ἀλλ’ ὅσα ἤκουσα παρὰ τοῦ πατρός μου, ταῦτα λαλῶ. Ἰδοὺ καὶ ὁ υἱὸς ἀφ’ ἑαυτοῦ οὐ λαλεῖ· τέως ὁμοτιμία. Ταῦτα πρὸς σὲ λέγω. Ὁ Ἀρειανὸς κἀκεῖνο καὶ τοῦτο ἀπορεῖ. Ὃ πάσχουσιν οἱ ναυαγοῦντες, τοῦτο πάσχουσιν οἱ ἀπιστοῦντες, ὡς λέγει Παῦλος · Οἵτινες περὶ τὴν πίστιν ἐναυάγησαν. Οἱ Ἀρειανοὶ ναυαγήσαντες, ἀπώλεσαν καὶ Χριστοῦ δόξαν καὶ ἁγίου πνεύματος δύναμιν· Μακεδονιανοὶ φιλονεικοῦσι μὲν ἀναβῆναι, τὸ δὲ ἥμισυ τοῦ φορτίου ἀπώλεσαν, ὡς λέγει Παῦλος · Εἰ δέ τις πνεῦμα Χριστοῦ οὐκ ἔχει, οὗτος οὐκ ἔστιν αὐτοῦ. Πρόσεχε τοίνυν, ἵνα μὴ δόξωμεν ἀγωνιστικῶς ἐπεμβαίνειν καὶ ὑβριστικῶς τὴν ἀπόδειξιν ποιεῖσθαι. Ἐγὼ ἀπ’ ἐμαυτοῦ οὐ λαλῶ. Ἑρμήνευσόν μοι τί ἐστι τὸ ἀπ’ ἐμαυτοῦ οὐ λαλῶ . Πῶς εἶπεν ὁ σωτήρ; Ἣν γὰρ ἂν ἑλκύσῃ λύσιν ὁ Μακεδονιανὸς περὶ τοῦ υἱοῦ, ταύτην ἐπινοεῖ καὶ τῷ ἁγίῳ πνεύματι. Τὰ δύο ἕστηκεν ἰσόρροπα· οὔτε τὸ πνεῦμα ἀφ’ ἑαυτοῦ οὔτε ὁ υἱὸς ἀφ’ ἑαυτοῦ. Ἀλλὰ χρῄζει ὁ υἱὸς τοῦ πατρὸς· χρῄζει καὶ τὸ πνεῦμα τοῦ πατρὸς· τέως ὁμοτιμία. Πρόσεχε τοίνυν. Οἶδα εἰς βάθος ἐμαυτὸν δεδωκώς, ὡς εἶδεν ἡ τοῦ Χριστοῦ δύναμις ἡ πάντα ἐρευνῶσα . Μᾶλλον τρέμω ἢ λέγω, μὴ εἰς ἄπειρον ἄβυσσον δράμῃ τὸ σκάφος καὶ πνεῦμα μὴ ᾖ. Δὸς γὰρ εἶναι τὸ σκάφος ἕτοιμον, τὸν κυβερνήτην, τοὺς ναύτας, τὰς σχοίνους, τὰς ἀγκύρας, πάντα εὐτρεπισμένα καὶ μηδαμοῦ πνεῦμα ἀνέμου. Οὐχὶ ἀργεῖ τὰ τῆς παρασκευῆς, μὴ παρούσης τῆς ἐνεργείας τοῦ πνεύματος; Οὕτως ἔθος. Κἂν λόγου πλάτος, κἂν διανοίας βάθος, κἂν φράσις, κἂν ἔννοια, καὶ μὴ παρῇ τὸ πνεῦμα τὸ ἅγιον χορηγοῦν, ἀργεῖ τὰ πάντα. Διὰ τί οὖν περὶ ἑαυτοῦ, ὡς καὶ περὶ τοῦ πνεύματος εἶπεν· Ἀπ’ ἐμαυτοῦ οὐ λαλῶ ; Ἀγωνιστικῶς ἐνετρέψαμεν τὸν ἀντιλέγοντα. Λοιπὸν πληροφορήσωμεν καὶ ἑαυτοὺς κἀκείνους εἴγε πείθονται. Οὐκ ἂν πάντως ἀνάγκην αὐτοῖς ἐπάγοιμεν, ἀλλὰ λέγωμεν, εἰ ἄρα πεισθῶσι. Καὶ μὴ θαυμάσῃς, εἰ ἐγὼ ὁ ἄνθρωπος τοῦτο λέγω. Λέγει ὁ θεὸς τῷ Ἰεζεκιήλ · Ἄπελθε πρὸς τὸν οἶκον τοῦ Ἰσραὴλ καὶ εἰπὲ αὐτοῖς· Ἐὰν ἄρα ἀκούσωσιν, ἐὰν ἄρα πιστεύσωσι. Λέγομεν ταῦτα· Ἐὰν ἄρα ἀκούσωσιν , ἐὰν ἄρα πιστεύσωσιν, ἐὰν ἄρα συνθῶνται. Ἐὰν δὲ τούτων λεγομένων μὴ συνθῶνται, ἀθῶοί ἐσμεν ἡμεῖς. Οὕτω Παῦλος ἐδίδασκε καὶ μετὰ τὸ διδάξαι λέγει· Διαμαρτύρομαι πάντας ὅτι καθαρὸς εἰμὶ ἀπὸ τοῦ αἵματος πάντων ὑμῶν. Οὐ γὰρ ὑπεστειλάμην τοῦ μὴ ἀναγγεῖλαι ὑμῖν τὴν ὁδὸν τοῦ θεοῦ. Καὶ νῦν λέγω· Διὰ τί ὁ σωτὴρ εἶπεν· Ἀπ’ ἐμαυτοῦ οὐ λαλῶ καὶ περὶ τοῦ πνεύματος· Ἀφ’ ἑαυτοῦ οὐ λαλήσει ; Δέομαι τῆς ὑμετέρας ἀγάπης, ἐνταῦθα τὸν νοῦν ἔχωμεν. Ἑνὸς ὄντος Χριστοῦ , πολλοὶ προῆλθον ψευδόχριστοι, ὡς ὁ σωτὴρ εἶπε· Πολλοὶ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου ψευδόχριστοι καὶ ψευδοπροφῆται. Ἑνὸς οὖν ὄντος Χριστοῦ καὶ ἐπαγγελθέντος διὰ τῶν προφητῶν ὅτι ἔρχεται, πρὸ τῆς παρουσίας αὐτοῦ ἐφάνησάν τινες πλάνοι λέγοντες· Ἡμεῖς ἐσμεν. Θευδᾶς λέγει· Ἐγώ εἰμι, Ἰούδας ὁ Γαλιλαῖος · Ἐγώ εἰμι, καὶ ἐπλάνων πολλούς. Ὁ σωτὴρ ἐλθὼν λέγει· Ὅσοι ἦλθον πρὸ ἐμοῦ κλέπται ἦσαν καὶ λῃσταί. Ἐπεὶ οὖν οἱ μὲν πρῶτοι πλάνοι ὄντες, ἐνδυσάμενοι τὸ ὄνομα τοῦ Χριστοῦ , ἐσπούδαζον πεῖσαι τὸν λαὸν ὅτι αὐτοί εἰσιν ὁ Χριστός , οὐχ ὁμοῦ φανέντες, ἀλλ’ ἕκαστος καθ’ ἑαυτόν, ὃ μὲν οὖν φαινόμενος, ἄλλος δὲ ἐπ’ ἄλλῳ καιρῷ, λέγει ὁ Χριστὸς · Ὅσοι ἦλθον πρὸ ἐμοῦ κλέπται ἦσαν καὶ λῃσταί· ἀλλ’ οὐκ ἤκουσαν αὐτῶν τὰ πρόβατα. Τὰ πρόβατα τὰ ἐμὰ τῆς ἐμῆς φωνῆς ἀκούει καὶ γνωρίζει τὴν φωνήν μου καὶ ἀκολουθοῦσί μοι. Ἦλθον οὖν ἐκεῖνοι οἱ ψευδόχριστοι καὶ οὐκ ἐδίδαξαν ἀπὸ νόμου, οὐκ ἀπὸ προφητῶν, ἀλλ’ ἐξ αὐτῶν ἐλάλουν καὶ ἀπὸ τῆς ἰδίας γνώμης. Ὁ σωτὴρ ἐλθὼν οὐκ ἀπέστη τοῦ νόμου, οὐκ ἀπέστη προφητῶν, ἀλλ’ ἔλεγεν, ὡς ἐν ὑποδείγματι· Καλῶς εἶπεν Ἡσαΐας , καὶ πάλιν· Οὐ γέγραπται ἐν τῷ νόμῳ ὑμῶν; . Καὶ ὅτε προσῆλθεν αὐτῷ ὁ διάβολος, λέγει αὐτῷ Γέγραπται· κυρίῳ τῷ θεῷ σου προσκυνήσεις καὶ αὐτῷ μόνῳ λατρεύσεις. Ἐλθὼν οὖν ὁ Χριστὸς κατὰ σάρκα οὐκ ἐλάλησεν ἀφ’ ἑαυτοῦ, ἀλλ’ ἀπὸ προφητῶν. Ἐπεὶ οὖν οἱ ἐλθόντες πρὸ τοῦ Χριστοῦ ἐν ὀνόματι Χριστοῦ οὐκ ἐλάλησαν, οὐκ ἀπὸ νόμου, οὐκ ἀπὸ προφητῶν, ἀλλ’ ἀπὸ ἰδίας γνώμης τὰ τῆς πλάνης ἐλάλουν. Λέγει ὁ σωτήρ· Ἐγὼ ἀπ’ ἐμαυτοῦ οὐ λαλῶ ὡς ἐκεῖνοι. Τὸ γὰρ ἀφ’ ἑαυτοῦ λαλεῖν, τὸ ἔξω νόμου λαλεῖν ἐστιν. Οὕτως οὖν δεῖ καὶ ἡμᾶς λαλεῖν. Ὅταν ἴδῃς αἱρετικοὺς Ἀριστοτελικὰ κινοῦντας ἢ Πλατωνικά, εἰπέ· Ἡμεῖς ἀφ’ ἑαυτῶν οὐ λαλοῦμεν. Ὅσα ἠκούσαμεν παρὰ Χριστοῦ , ταῦτα φθεγγόμεθα. Καὶ πόθεν τοῦτο, ὅτι ὁ ἀφ’ ἑαυτοῦ λαλῶν ψευδοπροφήτης ἐστὶν ἢ τὸ λαλεῖν ἀφ’ ἑαυτοῦ ψευδοπροφήτην χαρακτηρίζει; Λέγει ὁ προφήτης Ἰεζεκιήλ · Ζῶ ἐγώ, λέγει κύριος, ἐπὶ τοὺς προφήτας τοὺς πλανῶντας τὸν λαόν μου, οὐκ ἀπέστειλα αὐτούς· ἀφ’ ἑαυτῶν ἐλάλησαν καὶ ἐκ τῆς καρδίας αὐτῶν φθέγγονται. Ἐπεὶ οὖν οἱ ψευδοπροφῆται ἀφ’ ἑαυτῶν ἐκήρυττον, ὁ σωτὴρ ἀποδυόμενος τὴν ὑπόνοιαν λέγει· Ἐγὼ ἀπ’ ἐμαυτοῦ οὐ λαλῶ. Πόθεν τοῦτο ὅτι ὁ σωτὴρ πλάνος ὑπενοήθη; Τοῦτο πρῶτον στήσωμεν. Ἐν τῇ ἑορτῇ τῆς σκηνοπηγίας ἐζήτουν οἱ ὄχλοι τὸν Ἰησοῦν λέγοντες· Ποῦ ἐστι; Καὶ ἦν περὶ αὐτοῦ διαφωνία· ἄλλοι ἔλεγον· Ἀγαθός ἐστιν· ἄλλοι ἔλεγον· Οὐκ, ἀλλὰ πλανᾷ τὸν ὄχλον. Εἶδες πῶς πλάνος ὑπενοήθη; Πάλιν μετὰ τὸν θάνατον τοῦ σωτῆρος τὸν ἅγιον, λέγουσιν οἱ ἀρχιερεῖς τῷ Πιλάτῳ · Οἴδαμεν, κύριε, ὅτι εἶπεν ὁ πλάνος ἐκεῖνος ἔτι ζῶν· Μετὰ τρεῖς ἡμέρας ἐγείρομαι. Ταῦτά μοι εἴρηται εἰς τὸ δεῖξαι, ὅτι πλάνος ἐνομίσθη. Ἐπεὶ οὖν πλάνος ἐνομίζετο, λέγει· Ἐγὼ ἀπ’ ἐμαυτοῦ οὐ λαλῶ , ἀλλ’ ἀπὸ νόμου, ἀπὸ προφητῶν, ὅσα ἤκουσα παρὰ τοῦ πατρός . Οὐ κατὰ τὴν θεότητα ἤκουσα παρὰ τοῦ πατρός , ἐν νόμῳ, ἐν προφήταις. Ἐκ προσώπου τῆς σαρκὸς λαλεῖ εἰς ἔκλυσιν τῆς πλάνης. Ἐγὼ ἀπ’ ἐμαυτοῦ οὐ λαλῶ, ἀλλ’ ὅσα ἤκουσα παρὰ τοῦ πατρὸς . Ὑμεῖς δὲ ὅσα ἠκούσατε παρὰ τοῦ πατρὸς ὑμῶν τοῦ διαβόλου λαλεῖτε. Καὶ ἵνα δείξῃ ὅτι ὁ διάβολος ὅταν λαλῇ, ἔν τισι ψεῦδος ἐργάζεται, λέγει· Ὅταν λαλῇ τὸ ψεῦδος, ἐκ τῶν ἰδίων λαλεῖ. Ἐγὼ ἐξ ἐμαυτοῦ οὐ λαλῶ , ἀλλ’ ἀπὸ προφητῶν, ἀπὸ νόμου. Τοῦτο γάρ ἐστιν ἀλήθεια. Ὥσπερ οὖν ὁ σωτὴρ ἐκλύων τὴν ὑπόνοιαν καὶ ἀποδυόμενος τὴν κακὴν ὑποψίαν λέγει· Ἐγὼ ἀπ’ ἐμαυτοῦ οὐ λαλῶ , ὡς οἱ πλάνοι, οὕτω καὶ περὶ τοῦ πνεύματος. Λοιπὸν ὧδε τὸν νοῦν, παρακαλῶ, ἔχωμεν. Κατὰ μὲν οὖν τὸ μέρος τοῦ σωτῆρος φαίνονται πολλοὶ ψευδόχριστοι καὶ ψευδοπροφῆται. Καὶ ἔλεγεν ὁ δεῖνα· Ἐγώ εἰμι, καὶ ἄλλος Ἐγώ εἰμι, καθὼς γέγραπται ὅτι πολλοὶ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου, λέγοντες· Ἐγώ εἰμι ὁ Χριστός , καὶ πολλοὺς πλανήσουσιν· ἀλλὰ μὴ πλανᾶσθε. Ὥσπερ οὖν ὑπενοήθη τὸ ὄνομα τοῦ Χριστοῦ εἰς τοὺς πλάνους, οὕτως ἔμελλον πολλοὶ σχηματίζεσθαι ἔχειν πνεῦμα ἅγιον, ὃ μὴ εἶχον, καὶ λαλεῖν. Ἀλλ’ ἐκεῖ μὲν ὁ ἄνθρωπος ἐφαίνετο καὶ ἔλεγεν· Ἐγώ εἰμι ὁ Χριστός . Ἐνταῦθα δὲ οὐκ ἐτόλμα εἰπεῖν τις· Ἐγώ εἰμι τὸ πνεῦμα τὸ ἅγιον. Οὐ γὰρ ἐγένετο ἐν σώματι, ἀλλ’ ἀοράτως ἐπεδήμει. Ἦλθεν ἐπὶ Πέτρον , ἦλθεν ἐπὶ Παῦλον , καὶ ἦν ὡμολογημένον ὅτι πνεῦμα κυρίου εἶχον. Ἀνέκυψε Σίμων καὶ λέγει· Πνεῦμα ἔχω. Ἀπὸ τῆς ὄψεως οὐδεὶς ᾔδει τίς οὐκ ἔχει ἢ τίς ἔχει πνεῦμα ἀκάθαρτον ἢ τίς ἔχει πνεῦμα ἅγιον. Εἰ μὲν γὰρ ὄψις ἦν, οὐκ ἂν ὑπέκλεπτεν. Ἀπὸ γὰρ τῆς διαγνώσεως εἶχε τὸν ἔλεγχον. Ἦλθε Μοντανὸς λέγων· Πνεῦμα ἅγιον ἔχω· ἦλθε Μανιχαῖος λέγων· Πνεῦμα ἅγιον ἔχω. Οὐκ ἦν δὲ δῆλον. Ἵνα οὖν μὴ πλανῶνται τῷ ὀνόματι, ἐπειδὴ ἀοράτως ἔμελλε τὸ χάρισμα ἔρχεσθαι, λέγει· Ὅταν ἔλθῃ ὁ παράκλητος, τὸ πνεῦμα τῆς ἀληθείας, ὃ παρὰ τοῦ πατρὸς ἐκπορεύεται, ἐκεῖνος ὑμᾶς ἀναμνήσει τὰ ῥήματά μου, καὶ ὁδηγήσει ὑμᾶς πρὸς πᾶσαν τὴν ἀλήθειαν· οὐ γὰρ ἀφ’ ἑαυτοῦ λαλήσει. Ἐὰν ἴδητέ τινα λέγοντα· Πνεῦμα ἅγιον ἔχω καὶ μὴ λαλοῦντα τὰ εὐαγγελικά, ἀλλὰ τὰ ἴδια, ἀφ’ ἑαυτοῦ λαλεῖ, καὶ οὐκ ἔστι πνεῦμα ἅγιον ἐν αὐτῷ. Ὥσπερ γὰρ λέγει περὶ ἑαυτοῦ, Ἐγὼ ἀπ’ ἐμαυτοῦ οὐ λαλῶ , ἵνα ἐκλύσῃ τὴν ὑπόνοιαν τῆς πλάνης, μᾶλλον δὲ τὴν πλάνην ἀπὸ τῆς ἀληθείας διέλῃ, καὶ δείξῃ τίνες ἔχουσι πνεῦμα ἅγιον, τίνες οὐκ ἔχουσιν, ἀλλὰ προσποιοῦνται ἔχειν, λέγει· Ἀφ’ ἑαυτοῦ οὐ λαλήσει. Παρ’ ἐμοῦ ἠκούσατε, τί παρέδωκα. Ὅταν ἔλθῃ τὸ ἀόρατον πνεῦμα, τὰ ἐμὰ λαλήσει. Ἐὰν ἴδητέ τινα τὰ τοῦ εὐαγγελίου δευτεροῦντα, ὄντως πνεῦμα ἔχει ἅγιον. Ἔρχεται γὰρ τὸ πνεῦμα ἀναμνῆσαι ὑμᾶς, ἃ ἐδίδαξα. Ἐὰν τις οὖν τῶν ὀνομαζόντων ἔχειν πνεῦμα λέγῃ τι ἀφ’ ἑαυτοῦ, καὶ μὴ ἀπὸ τῶν εὐαγγελίων, μὴ πιστεύσητε· τῇ ἐμῇ διδασκαλίᾳ στοιχήσατε· Ἀφ’ ἑαυτοῦ οὐ λαλήσει. Ἀλλ’ ἀντὶ τούτου ἡ ἐπιφοίτησις ἡ γινομένη δείκνυσι τίς ἔλαβε πνεῦμα ἅγιον, τίς οὐκ ἔλαβε· εἴ τις δευτεροῖ τὰ τοῦ Χριστοῦ , πνεῦμα ἅγιον ἔχει. Οὐδεὶς γὰρ δύναται εἰπεῖν κύριον Ἰησοῦν , εἰ μὴ ἐν πνεύματι ἁγίῳ. Ἦλθε Μάνης , ὁ ἀληθῶς μανείς, ὁ φερωνύμως τῇ πλάνῃ τὸ ὄνομα ἔχων καὶ λέγει· Ἐγώ εἰμι ὁ παράκλητος, ὃν ἐπηγγείλατο ὁ σωτὴρ τοῖς ἀποστόλοις· ἐγώ εἰμι ὁ υἱὸς τοῦ θεοῦ. Ποῦ ἤκουσας ἐν τῷ εὐαγγελίῳ Ἰησοῦ Χριστοῦ ὅτι ὁ ἥλιος καὶ ἡ σελήνη δημιουργοί εἰσι ; ποῦ εἶπεν ὁ Χριστὸς ὅτι ταῦτα ἀντλοῦσι τὰς ψυχὰς καὶ ἀνάγουσιν αὐτὰς ; Ποῦ ἀνέγνωκας τοῦτο; Ἐκ τοῦ μὴ λέγειν τὰ γεγραμμένα, ἀλλὰ τὰ ἀφ’ ἑαυτοῦ λαλεῖν, δῆλόν ἐστιν ὅτι οὐκ ἔχει πνεῦμα ἅγιον. Τὸ πνεῦμα τὸ ἅγιον ἀφ’ ἑαυτοῦ οὐ λαλήσει, ἀλλ’ ὅσα ἀκούσει, ἀναγγελεῖ ὑμῖν , ἀντὶ τοῦ ἃ ἐλάλησα, ταῦτα βεβαιώσει. Καὶ ὅρα τὸ θαυμαστόν. Ὥσπερ ὁ σωτὴρ ἐλθὼν ἐγένετο πλήρωμα νόμου καὶ προφητῶν, οὕτω πλήρωμα τοῦ εὐαγγελίου τὸ πνεῦμα. Ὁ Χριστὸς ἐλθὼν ἐβεβαίωσε τὰ παρὰ τοῦ πατρός, τὰ ἐν νόμῳ εἰρημένα καὶ προφήταις. Διὰ τοῦτο λέγει Παῦλος · Πλήρωμα νόμου Χριστός . Τὸ πνεῦμα τὸ ἅγιον ἐλθὸν ἐπλήρωσε τὰ τοῦ εὐαγγελίου. Ὅσα ἐστὶν ἐν τῷ νόμῳ, ὁ Χριστὸς πληροῖ· ὅσα ἐστὶν ἐν τῇ τοῦ Χριστοῦ διδασκαλίᾳ, τὸ πνεῦμα πληροῖ, οὐχ ὡς ἀτελοῦς ὄντος τοῦ πατρός, ἀλλ’ ὡς ἐφάνη Χριστὸς βεβαιῶν τὰ τοῦ πατρός, οὕτως ἐφάνη τὸ πνεῦμα τὸ ἅγιον βεβαιοῦν τὰ τοῦ υἱοῦ. Πόθεν τοῦτο; Λέγει ὁ σωτὴρ τοῖς μαθηταῖς· Πολλὰ ἔχω λαλεῖν ὑμῖν, ἀλλ’ οὐ δύνασθε βαστάζειν ἄρτι· ὅταν δὲ ἔλθῃ τὸ πνεῦμα τὸ ἅγιον, ὁδηγήσει ὑμᾶς εἰς πᾶσαν τὴν ἀλήθειαν, ὅτι ἀφ’ ἑαυτοῦ οὐ λαλήσει. Τὰ γὰρ ἐμὰ πληροῖ. Ἀναπληροῖ ὁ υἱὸς τὰ τοῦ πατρὸς καὶ ἀφ’ ἑαυτοῦ οὐ λαλεῖ· ἀναπληροῖ τὸ πνεῦμα τὰ τοῦ υἱοῦ καὶ ἀφ’ ἑαυτοῦ οὐ λαλεῖ. Ἐὰν δὲ ἀκούσῃς λέγοντος· Ἀποστελῶ ὑμῖν τὸ πνεῦμα τὸ ἅγιον, μὴ κατὰ τὴν θεότητα ἐκλάβῃς. Θεὸς γὰρ οὐκ ἀποστέλλεται. Ὀνόματά ἐστι ταῦτα τὴν ἐνέργειαν σημαίνοντα, ὀνόματα κρυπτόμενα καὶ λάμποντα· κρυπτόμενα τῇ ἀξίᾳ, λάμποντα τῇ θεωρίᾳ. Οἷον· πᾶς ἀποστέλλων εἰς ἐκείνους ἀποστέλλει τοὺς τόπους ἐν οἷς μὴ πάρεστιν. Ὑπόθου ἐμὲ εἶναι τὸν λαλοῦντα ἐν τῷ καθίσματι τούτῳ. Οὐ δύναμαι εἰπεῖν τινι· Δεῦρο, ἀποστελῶ σε ὧδε. Τοῦτο οὐκ ἐστὶ πέμψαι, ἀλλὰ συγκαθίσαι ἢ παραστῆσαι. Εἰ δὲ ὁ θεὸς πανταχοῦ – Τὸν οὐρανὸν γάρ φησι καὶ τὴν γῆν ἐγὼ πληρῶ , – ποῦ οὖν πέμπει ὁ πανταχοῦ ὤν; Ἐὰν ἀναβῶ εἰς τὸν οὐρανόν, σὺ ἐκεῖ εἶ· ἐὰν καταβῶ εἰς τὸν ᾅδην, πάρει· ἐὰν ἀναλάβω τὰς πτέρυγάς μου καθ’ ὄρθρον καὶ κατασκηνώσω εἰς τὰ ἔσχατα τῆς θαλάσσης· καὶ γὰρ ἐκεῖ ἡ χείρ σου ὁδηγήσει με. Ποῦ οὖν ὁ θεὸς ἀποστέλλει; Ἀλλ’ ἆρα μὴ αὐτὸς πανταχοῦ, ὁ δὲ ἀποστελλόμενος οὐ πανταχοῦ; Ἀπέστειλεν ὁ θεὸς τὸν υἱὸν αὐτοῦ εἰς τὸν κόσμον. Ἆρα ὡς μὴ παρόντα ἐν τῷ κόσμῳ; Καὶ μὴν ὁ κόσμος ἐκ τοῦ υἱοῦ. Διὰ τοῦτο οὖν ἦλθεν εἰς τὸν κόσμον, ὡς πρὸ τούτου μὴ ὢν ἐν τῷ κόσμῳ; Πῶς οὖν Ἰωάννης ὁ εὐαγγελιστὴς λέγει· Πάντα δι’ αὐτοῦ ἐγένετο· ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι’ αὐτοῦ ἐγένετο. Πῶς οὖν ἀπεστάλη εἰς τὸν κόσμον; Πάλιν, εἰ ἀπεστάλη ὁ ἀποσταλείς, καὶ ἔμεινεν ὁ ἀποστείλας ἄνω καὶ ὁ ἀποσταλεὶς κάτω, πῶς ἔλεγε καὶ ὁ πέμψας με μετ’ ἐμοῦ ἐστι ;