Ταῦτα ἡμῖν εἴρηται περὶ τῆς τοῦ ἁγίου πνεύματος θεϊκῆς αὐθεντίας καὶ τῆς κατὰ τὰ ἐνεργήματα διαφορᾶς. Οἱ δὲ αἱρετικοὶ ἀγνοήσαντες ὅτι, ὅταν λέγῃ πνεῦμα ἁγιωσύνης ἢ ἐπαγγελίας, τῶν δωρεῶν μέμνηται, αὐτοὶ εἰς τὴν φύσιν ἀνάγουσι, λέγοντες, ὅτι ὁ θεὸς ἔδωκε, καὶ τὸ πνεῦμα τὸ ἅγιον ἐδωρήσατο. Εἶδές φασιν ὅτι δῶρόν ἐστι θεοῦ; Ἀνέγνων τὰ τῶν δωρεῶν καὶ εἰς τὴν φύσιν ἀνήγαγον, δέον νοῆσαι τίνα τὰ ὀνόματα τὰ τὴν φύσιν δηλοῦντα καὶ τίνα τὰ ὀνόματα τὰ τὴν χάριν ἑρμηνεύοντα. Ἐκαπήλευσαν τὴν ἀλήθειαν, συνέχεον τὰ πάντα, ἀνέστρεψαν ἑαυτούς, ἐξώκειλαν τῆς ἀληθείας. Ἐσκοτίσθη ἡ ἀσύνετος αὐτῶν καρδία· φάσκουσιν εἶναι σοφοί, ἐμωράνθησαν. Διὸ ἐπάγουσιν· Ἐπειδή φησι περὶ πνεύματος κινεῖς καὶ ἀπὸ γραφῶν διδάσκεις, καὶ βούλει μάρτυρας ἔχειν τὰς γραφάς, ἀπ’ αὐτῶν τῶν γραφῶν κινούμενοι λέγομεν ἅπερ ὁ σωτὴρ περὶ τοῦ πνεύματος εἶπε τοῦ ἁγίου. Τί οὖν λέγει; Ὅταν δὲ ἔλθῃ φησὶν ὁ παράκλητος, τὸ πνεῦμα τῆς ἀληθείας, ὃ παρὰ τοῦ πατρὸς ἐκπορεύεται, ἐκεῖνος ὑμᾶς ὁδηγήσει πρὸς πᾶσαν τὴν ἀλήθειαν· οὐ γὰρ ἀφ’ ἑαυτοῦ λαλήσει, ἀλλ’ ὅσα ἂν ἀκούσῃ, ἀναγγελεῖ ὑμῖν· ὅτι ἐκ τοῦ ἐμοῦ λήψεται καὶ ἀναγγελεῖ ὑμῖν. Εἶδες πῶς , φησιν, ἀφ’ ἑαυτοῦ οὐ λαλεῖ, ἀλλ’ ἐξ αὐτοῦ λαμβάνει; Μὴ δύναται ἡ αὐθεντία δειχθῆναι τοῦ πνεύματος; Οὐκ ἔδειξέ φησιν ἡ γραφὴ ὑποκείμενον αὐτὸ τῇ ἐξουσίᾳ τοῦ υἱοῦ καὶ δανειζόμενον παρ’ αὐτοῦ καὶ ἄλλοις χορηγοῦν; Πρόσεχε ἀκριβῶς. Ὅταν τι τῶν λεγομένων ἄπορόν σοι φανῇ, μὴ εὐθέως ἐπιπηδήσης τῇ λέξει, ἀλλ’ ἀνάμεινον τὸ τέλος τοῦ νοήματος. Οὐκ εἶδες ἐν ταῖς παρασκευαῖς τῶν οἰκοδομῶν, πῶς πάντα συγκεχυμένα· ἄσβεστος, λίθοι, ξύλα. Καὶ τῇ μὲν σῇ ὄψει πάντα συγκέχυται, τῷ δὲ τεχνίτῃ πάντα ἥρμοσται; Καὶ οἶδε τὸν καιρόν, καθ’ ὃν τοῦτο τὸ συγκεχυμένον ἁρμόσει ἐκείνῳ, κἀκεῖνο τούτῳ. Καὶ τὰ μὲν διεσκορπισμένα τὴν πρέπουσαν ἁρμονίαν λαμβάνοντα ἀποτελεῖ τὸ τῆς οἰκοδομῆς κάλλος. Ὅταν τοίνυν ἴδῃς τὸν λέγοντα ἀπὸ τούτου εἰς τοῦτο, καὶ ἀπ’ ἐκείνου εἰς ἄλλο μεταβαίνοντα, νόει τὰς ὕλας αὐτὸν παρασκευάζειν. Ὅταν γὰρ παραθῶ τὰς ὕλας, τότε δείκνυμι τὴν ἁρμονίαν. Μία φύσις υἱοῦ καὶ πνεύματος, μία δύναμις, μία ἀλήθεια, μία ζωή, μία σοφία. Ἀφ’ οὗ δὲ ὁ σωτὴρ κατηξίωσε τὸ πλάσμα λαβεῖν τὸ ἡμέτερον, πληροῦται πνεύματος ἁγίου, οὐ κατώτερος ἁγίου πνεύματος, ἀλλ’ ὡς τῆς σαρκὸς ὀφειλούσης ἀνθρωπίνῳ τύπῳ λαβεῖν τοῦ πνεύματος τὴν ἐπιφοίτησιν· οὐχ ὅτι οὐκ ἠδύνατο ὁ θεὸς λόγος ἁγιάσαι τὸ πλάσμα ὃ ἀνέλαβεν. Ἐὰν γὰρ εἰς τοῦτον χωρήσῃς τὸν λόγον, καὶ ὁ υἱὸς περιττός. Ἤρκει γὰρ ὁ πατὴρ ἁγιάσαι τὸ πλάσμα. Μὴ γὰρ ὡς ἀτονῶν ὁ πατὴρ προσλαμβάνει τὸν υἱόν; Μὴ γὰρ ὡς ἀτονῶν ὁ υἱὸς προσλαμβάνει τὸ πνεῦμα; Ἀλλ’ ἐπειδὴ μία φύσις ἐστὶ τὰ πάντα ἐν πᾶσιν ἐνεργοῦσα, τὰ μὲν ὁ πατὴρ ἐργάζεται καὶ εἰς πᾶσαν τὴν φύσιν ἐκλαμβάνεται, τὰ δὲ ὁ υἱὸς καὶ εἰς πᾶσαν διαβαίνει τὴν φύσιν, τὰ δὲ τὸ πνεῦμα καὶ εἰς πᾶσαν τὴν φύσιν ἀναλαμβάνεται. Ὅτε οὖν ἐστιν ἡ φύσις καθ’ ἑαυτὴν θεωρουμένη, ἴση καὶ ὁμαλή, δεσποτικῆς αὐθεντίας πλήρης, θαυμαστή, οὔτε ἐνδεής, οὔτε ἀτελής, οὐ προκόπτουσα, οὐ μειουμένη, οὐκ ἐλαττουμένη, οὐ προσθήκας λαμβάνουσα. Ὅταν δὲ ἀναλάβῃ ὁ θεὸς λόγος τὴν σάρκα τὴν ἐξ ἡμῶν, ποιεῖ αὐτὴν κατὰ τὸν ἀνθρώπινον τύπον, ὡς ἕνα τῶν προφητῶν ἢ ὡς ἕνα τῶν ἀποστόλων, δεχομένην πνεῦμα ἅγιον. Εἶπον προλαβών, οὐχ ὡς μὴ ἀρκούσης τῆς θεότητος τοῦ υἱοῦ, ἀλλ’ ἵνα ἐντελὴς τῆς τριάδος ἡ γνῶσις ἐν τῷ πλάσματι τούτῳ δειχθῇ. Κατηξιώθη οὖν ἡ σὰρξ ἡ δεσποτικὴ πνεύματος ἁγίου καὶ λοιπὸν ἐβούλετο ὁ σωτὴρ τὸ πλάσμα ὃ ἀνέλαβεν οἰκειοῦν τῷ ἁγίῳ πνεύματι, ἵν’ ὅπερ ἂν ποιῇ ὁ Χριστὸς κατὰ σάρκα, ἐπιγράφηται τῷ ἁγίῳ πνεύματι τῷ ἐνοικοῦντι ἐν αὐτῷ, ὡς ἐν ἁγίῳ ναῷ τῷ ἀνθρωπίνῳ. Ἄνθρωπος γὰρ δι’ ἡμᾶς, θεὸς δὲ δι’ ἑαυτόν· θεὸς δι’ ἑαυτόν, ἄνθρωπος δὲ διὰ φιλανθρωπίαν. Ἐξέβαλε δαιμόνια καὶ ἠθέλησε τὴν ἀπέλασιν τῶν δαιμόνων ἐπιγράφειν τῷ ἁγίῳ πνεύματι καὶ λέγει· Εἰ δὲ ἐγὼ ἐν πνεύματι ἁγίῳ ἐκβάλλω τὰ δαιμόνια. Καὶ οὐκ εἶπεν· Ἐν τῷ θεῷ λόγῳ, ἀλλ’ ἐπιγράφει τῷ ἁγίῳ πνεύματι, ὡς ἀνὴρ ἅγιος πνεύματος ἁγίου κατηξιωμένος. Ἀμέλει ὅτε εἰσῆλθεν εἰς τὸ ἱερόν, λαμβάνει τὸν προφήτην Ἡσαΐαν καὶ ἀναγινώσκει. Ἀναγινώσκει δὲ τὰ περὶ ἑαυτοῦ γεγραμμένα. Καὶ ἀναπτύξας φησὶ τὸ βιβλίον, λέγει· Πνεῦμα κυρίου ἐπ’ ἐμέ. . Ταῦτα ἆρα τῷ θεῷ λόγῳ ἁρμόζει; Θεὸς λέγει· Πνεῦμα κυρίου ἐπ’ ἐμέ. Οὐκ ἀναντίρρητόν ἐστι ὅτι τὸ πρόσωπον τοῦ ἀνθρώπου λαλεῖ; Πνεῦμα κυρίου ἐπ’ ἐμέ, οὗ ἕνεκεν ἔχρισέ με. Διὰ τοῦ πνεύματός φησι τοῦ ἁγίου ἐχρίσθην. Διὰ τοῦτο Πέτρος φησίν· Ἰησοῦν τὸν ἀπὸ Ναζαρέτ , ὃν ἔχρισεν ὁ θεὸς πνεύματι ἁγίῳ καὶ δυνάμει.