Ἀλλ’ εἰς τὸ προκείμενον ἐπανέλθωμεν. Ἔλαβεν ὁ διδάσκων πνεῦμα σοφίας, ὁ διδασκόμενος πνεῦμα συνέσεως, ἵνα συνιῇ. Διὰ τοῦτο Ἡσαΐας τὴν σοφίαν ἐπιγράφει τῷ λέγοντι, τὴν σύνεσιν τῷ ἀκούοντι καί φησι· Σοφὸν ἀρχιτέκτονα καὶ συνετὸν ἀκροατήν. Πνεῦμα βουλῆς δίδοται τῷ γνωμοδοτοῦντι, πνεῦμα ἰσχύος τῷ τὴν γνώμην δεχομένῳ. Λαμβάνει χάριν ὁ γνωμοδότης εἰπεῖν τι χρηστόν. Λαμβάνει χάριν ὁ τὴν γνώμην δεχόμενος ἐπιτελέσαι τὸ συμφέρον. Πνεῦμα φόβου θεοῦ. Ἕκαστον τούτων τῶν χαρισμάτων πρὸς τὴν προκειμένην χρείαν ἐδίδοτο. Ἀμέλει ὅτε κατεσκευάζετο ἡ σκηνὴ ἐπὶ Μωϋσέως ἐν τῇ ἐρήμῳ , οὐ χρεία ἦν ἐκεῖ δωρεᾶς διδασκαλικῆς, ἀλλὰ δωρεᾶς ἀρχιτεκτονικῆς· πῶς ὑφάνωσι τὴν βύσσον, τὴν ὑάκινθον, τὸ κόκκινον, τὴν πορφύραν. Ἔδωκεν ὁ θεὸς χάρισμα δωρεᾶς ἀρχιτεκτονικῆς, ὑφαντικῆς, ἱστουργικῆς, χρυσοχοϊκῆς, λιθουργικῆς, ῥαφιδευτικῆς. Καὶ διὰ τί ταύτας τὰς τέχνας ἔδωκεν; Ἐπειδὴ τὴν σκηνὴν ἐποίει ὁ θεὸς ἐπὶ τῆς γῆς. Ἦν δὲ εἰκὼν οὐρανοῦ καὶ γῆς ἡ σκηνή. Ἐν ἓξ δὲ ἡμέραις ὁ θεὸς ἐποίησε τὸν οὐρανὸν καὶ τὴν γῆν. Κατεσκευάζετο ἡ σκηνὴ τύπον ἔχουσα οὐρανοῦ καὶ γῆς καὶ χρεία δωρεᾶς τοῦ ἁγίου πνεύματος ἦν πρὸς τὸ πρᾶγμα ἁρμοζούσης. Οὐ γὰρ ἦν καιρὸς διδακτικῆς, ἀλλ’ ὑφαντικῆς καὶ τῶν ἄλλων. Καὶ λέγει ὁ θεός· Ἰδοὺ κέκληκα ἐξ ὀνόματος τὸν Βεσελεὴλ ἐκ φυλῆς Ἰούδα καὶ ἐπλήρωσα αὐτὸν πνεύματος θείου, πνεύματος σοφίας καὶ ἐπιστήμης καὶ αἰσθήσεως. Σοφίας πρὸς τὸ ὑποτίθεσθαι τοῖς ἐργαζομένοις τοιῶσδε ἐργάζεσθαι ἢ τόδε ποιῆσαι. Ἐπιστήμης, ἵνα ἁρμόσῃ· αἰσθήσεως, ἵνα νοήσῃ τὰ παρὰ τοῦ θεοῦ λεγόμενα ποίαν ἔχει δύναμιν. Ἀλλαχοῦ ἐπαγγέλλεται ὁ θεὸς διδόναι χάριν φιλανθρωπίας καὶ λέγει· Ἐκχεῶ ἐπὶ τὸν οἶκον Δαυὶδ πνεῦμα χάριτος καὶ οἰκτιρμοῦ , τουτέστι δωρεὰν φιλανθρωπίας. Πάλιν δωρεῖται χάρισμα ταπεινοφροσύνης. Πόθεν τοῦτο; Οἱ τρεῖς παῖδες ἐν τῇ καμίνῳ, ἐπειδὴ ὡς δίκαιοι τὴν φλόγα ἐπάτησαν, ὡς δὲ ταπεινόφρονες ἁμαρτωλοὺς ἑαυτοὺς ἐκάλεσαν, διὰ τὴν ὑπερβάλλουσαν δικαιοσύνην ἐπάτησαν τὴν φλόγα, καὶ τὴν κάμινον δρόσον ἐποίησαν· οὐκ ἐπήρθησαν δέ, οὐδὲ εἶπον· Ὢ πῶς ἡ δικαιοσύνη μεθ’ ἡμῶν. Ἐνικήσαμεν φύσιν· ὑπερέβημεν νόμον. Ἀλλὰ πράττουσιν ὡς δίκαιοι καὶ λαλοῦσιν ὡς ἁμαρτωλοί. Ἐννόησον γάρ. Ἐπάτουν τὴν φλόγα καὶ ἐχόρευον ὡς ἅγιοι καὶ ἐξωμολογοῦντο ὡς ἁμαρτωλοί· Ἡμάρτομεν, ἠνομήσαμεν, ἠδικήσαμεν. Πάντα ὅσα ἐπήγαγες ἡμῖν ἐν ἀληθινῇ κρίσει ἐποίησας· ὅτι ἠνομήσαμεν ἀποστάντες ἀπὸ σοῦ καὶ τῶν ἐντολῶν σου οὐκ ἠκούσαμεν, ἵνα εὖ ἡμῖν γένηται . Ἐπεὶ οὖν δίκαιοι ὄντες ἑαυτοὺς ἐταπείνουν, ἔλαβον πνεῦμα ταπεινώσεως, χάρισμα ταπεινοφροσύνης. Διὰ τοῦτο ἰδόντες τὴν χάριν, λέγουσιν ὅτι οὐκ ἔστιν ἡμῖν ἐν τῷ καιρῷ τούτῳ προφήτης οὐδὲ προσφορὰ οὐδὲ θυμίαμα, οὐ τόπος τοῦ καρπῶσαι καὶ εὑρεῖν ἔλεος . Ἐπεὶ οὖν οὐκ ἔχομεν πόλιν, οὐ ναόν, οὐ θυσιαστήριον, οὐ θυμίαμα, ἀντὶ πάντων ἡ ταπεινοφροσύνη ἡμῖν ἀρκέσει. Διὰ τοῦτο λέγουσιν· Ἀλλ’ ἐν ψυχῇ συντετριμμένῃ καὶ πνεύματι ταπεινώσεως προσδεχθείημεν. Ἄλλος, ὅταν πλήρης ᾖ τῆς χάριτος, λαβὼν ὁλόκληρον τὸ δῶρον λέγει· Πνεῦμα ἔλαβε πληρώσεως. Πόθεν τοῦτο; Λέγει Ἱερεμίας · Ἡ ὁδὸς τῆς θυγατρὸς τοῦ λαοῦ μου οὐκ εἰς ἅγιον, οὐδὲ εἰς καθαρὸν πνεῦμα πληρώσεως. Οὐκ ἔχουσι φησὶ πνεῦμα τὸ πληροῦν αὐτούς. Οὕτως εἶχον πνεῦμα πληρώσεως οἱ ἀπόστολοι, καθὼς γέγραπται· Τότε φησὶν ὁ Παῦλος πλησθεὶς πνεύματος ἁγίου , ὅτε ἐλέγχει Ἐλύμαν τὸν μάγον. Ὁρᾷς τὰ χαρίσματα; Ἐπαναλαμβάνω τοίνυν τὰ ὀνόματα τῆς ἀφράστου φύσεως· πνεῦμα θεοῦ, πνεῦμα τὸ ἐκ τοῦ θεοῦ, πνεῦμα κυρίου, πνεῦμα πατρός, πνεῦμα υἱοῦ, πνεῦμα Χριστοῦ , πνεῦμα τοῦ ἐγείραντος τὸν Χριστόν , πνεῦμα ζωῆς, πνεῦμα ἀληθείας. Λοιπὸν τὰ χαρίσματα· πνεῦμα δυνάμεως, πνεῦμα ἀγάπης, πνεῦμα σωφρονισμοῦ, πνεῦμα ἐπαγγελίας, πνεῦμα πίστεως, πνεῦμα ἀποκαλύψεως, πνεῦμα υἱοθεσίας. Ὅταν λάβῃ τις χάρισμα τοῦ δικάζειν, ἔλαβε πνεῦμα κρίσεως, ὡς λέγει Ἡσαΐας · Καὶ καθαριεῖ αὐτοὺς ὁ κύριος πνεύματι κρίσεως καὶ πνεύματι καύσεως. Τὴν τιμωρητικὴν καὶ καθαρτικὴν δύναμιν καλεῖ πνεῦμα κρίσεως καὶ πνεῦμα καύσεως. Ὁ δὲ Δαυὶδ αἰτεῖ πνεῦμα εὐθές, τὸ εἰς εὐθύτητα φέρον. Καὶ πάλιν αἰτεῖ χάρισμα ἡγεμονεῦον τῶν παθῶν καὶ ποιοῦν τὴν ψυχὴν μὴ δουλεύειν τοῖς πάθεσιν. Ἐπειδὴ γὰρ διεστράφη ἡ καρδία τοῦ Δαυίδ , καὶ ἀπὸ σωφροσύνης ἦλθεν εἰς κακίαν παθῶν καὶ ἡδονῆς, καὶ ἐπειδὴ οὐ δικαίως ἔκρινεν ἀναιρεθῆναι τὸν ἄνδρα καὶ δοῦλος ἐγένετο ἐπιθυμίας καὶ εἰς μοιχείαν ἐτράπη, αἰτεῖ πνεῦμα εὐθές, λέγων· Ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου καὶ μὴ ἀπορρίψῃς με φησὶν ἀπὸ τοῦ προσώπου σου· ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξον με , τουτέστι χαρίσματι ἡγεμονεύοντι τῶν παθῶν καὶ κρατοῦντι τῶν ἡδονῶν.