Ἀλλ’ εἰς τὸ προκείμενον ἐπανέλθωμεν. Ἔρχεται Ἡσαΐας πάλιν. Τὸ γὰρ αὐτὸ πνεῦμα διὰ πάντων λαλεῖ. Ὥσπερ οὖν εἶπε Παῦλος πνεῦμα ζωῆς, πνεῦμα ἀγάπης, πνεῦμα δυνάμεως, πνεῦμα σωφρονισμοῦ, πνεῦμα ἐπαγγελίας, πνεῦμα πίστεως, πνεῦμα πραότητος, πνεῦμα υἱοθεσίας, οὕτω καὶ ὁ μακάριος Ἡσαΐας · Ἐξελεύσεταί φησιν ἐκ τῆς ῥίζης Ἰεσσαὶ ῥάβδος , τουτέστιν ἡ βασιλικὴ τοῦ σωτῆρος. Ῥάβδον γὰρ καλεῖ βασιλικὸν σύνθημα, ὥς φησιν ὁ Δαυίδ · Ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου. Ἐξελεύσεται ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαὶ καὶ ἄνθος ἐξ αὐτῆς ἀναβήσεται καὶ ἐπαναπαύσεται ἐπ’ αὐτὸν πνεῦμα θεοῦ. Ὧδε τὸ ὄνομα τῆς φύσεως αὐτοῦ τοῦ πνεύματος, λοιπὸν τὰ χαρίσματα· Πνεῦμα σοφίας καὶ συνέσεως, πνεῦμα βουλῆς καὶ ἰσχύος, πνεῦμα γνώσεως, πνεῦμα εὐσεβείας, πνεῦμα φόβου θεοῦ. Οἷον ἀναπτύσσων γραφὴν ἢ σὺ ὁ πιστός, ἢ ἄλλος Χριστιανός , ἐὰν ᾖ ἀπόκρυφον νόημα καὶ ἀσαφές, δῷ δὲ τὸ πνεῦμα τὸ ἅγιον, ὥστε τὰ κεκρυμμένα τῶν νοημάτων ἀποκαλυφθῆναι, τουτέστι, χάρισμα ἀποκαλύπτον τὰ βάθη. Ὅθεν ὁ ἀπόστολος βουλόμενος τοὺς μαθητὰς τῆς εὐσεβείας νοεῖν τὰ τῶν γραφῶν, λέγει· Εὔχομαι τῷ θεῷ, ἵνα δῴη ὑμῖν πνεῦμα σοφίας καὶ ἀποκαλύψεως ἐν ἐπιγνώσει, πεφωτισμένους τοὺς ὀφθαλμοὺς τῆς διανοίας ὑμῶν. Εἶδες πνεῦμα ἀποκαλύψεως; Ἀλλὰ πρὸς τὸ προκείμενον ἐπανέλθωμεν. Ὅπου δεῖ μαθεῖν τὰ βάθη, καλεῖται πνεῦμα ἀποκαλύψεως · ὅπου δεῖ ἀγάπην ἔχειν, καλεῖται πνεῦμα ἀγάπης · ὅπου δεῖ σαφῶς λαλῆσαι τὸν διδάσκαλον, καλεῖται πνεῦμα σοφίας · ὅπου δεῖ νοῆσαι τὸν ἀκροατὴν συνετῶς, καλεῖται πνεῦμα συνέσεως . Τὸ πνεῦμα τῆς σοφίας δέδοται τοῖς διδάσκουσι, τὸ πνεῦμα τῆς συνέσεως τοῖς ἀκροαταῖς. Κηρύττω ἐγώ· ἀλλὰ σὺ νοῆσαι οἶδας, οὐ διδάξαι· ὃ λεγόμενόν ἐστι χάρισμα σοφίας διὰ τὸ διδάσκειν. Βουλόμενος δὲ ὁ θεὸς δεῖξαι ὅτι ὥσπερ πέμπει τῷ διδάσκοντι λόγον σοφίας, οὕτω πέμπει καὶ τῷ μανθάνοντι δῶρον συνέσεως, ἵνα νοήσῃ τὰ τοῦ θεοῦ, φησί· Σοφίας χάριν ἔχει στόμα κηρύττον, συνέσεως χάριν ἔχει καρδία μανθάνουσα. Ἡ σοφία ὅπλον ἐστὶ τοῦ στόματος· ἡ σύνεσις ὅπλον τῆς καρδίας. Διὰ τοῦτο Δαυὶδ λέγει· Τὸ στόμα μου λαλήσει σοφίαν καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν. Ἄλλος οὐκ ἔλαβε διδασκαλίας χάριν, ἀλλ’ ἔλαβε χάριν διδόναι γνώμην καὶ βουλὴν ἀγαθὴν καὶ θαυμαστήν. Ἐνίοτε ὁ διδάσκων γνώμην οὐκ οἶδε δοῦναι. Οὐ γὰρ ἔλαβεν. Οὐ πάντα γὰρ λαμβάνει τις, ἵνα μή τις φύσιν εἶναι τὴν χάριν νομίσῃ. Λαμβάνει τῆς διδασκαλίας χάριν· καὶ ἵνα μὴ ἐπαίρηται, ἐν πραγμάτων βουλῇ εὑρίσκεται ἀτονῶν· Καὶ ἄλλος διδάσκειν μὴ δυνάμενος, συμβουλεύει καλῶς. Καὶ εὑρίσκεται ὁ δανείζων ἄλλοις, ἀλλαχοῦ δανειζόμενος. Πόθεν τοῦτο; Νῦν ἀπόδειξιν παραστήσω, ὅτι ὁ λαβὼν χάριν διδασκαλίας ἐπιδέεται γνώμης ἑτέρου. Μωϋσῆς ἔλαβε πνεῦμα σοφίας, νομοθεσίας, διδασκαλίας· ἐπέτρεψεν ἑαυτῷ δικάζειν πᾶσαν ἡμέραν. Ἐπέρχεται Ἰωθὸρ ὁ πενθερὸς αὐτοῦ συμβουλεύων αὐτῷ καὶ λέγει· Οὐ δύνῃ ἀρκέσαι πρὸς τοσοῦτον λαὸν μόνος σύ, ὥστε δικάζειν. Ἀλλὰ φθορᾷ καταφθαρήσῃ, ἐὰν τοῦτο ποιήσῃς. Ἀλλὰ τί; Κατάστησόν φησι δεκάρχους καὶ πεντηκοντάρχους καὶ ἑκατοντάρχους καὶ χιλιάρχους, ἵνα τὰ ὑπερβαίνοντα τὸν δέκαρχον ἀνενέγκῃ ἐπὶ τὸν πεντηκόνταρχον· τὰ δὲ ὑπερβαίνοντα τὸν πεντηκόνταρχον ἀνενέγκῃ ἐπὶ τὸν χιλίαρχον καὶ τὰ ὑπερβαίνοντα τὸν χιλίαρχον ἀνενέγκῃ σοι καὶ τὰ ὑπερβαίνοντα σε ἀνοίσῃς τῷ θεῷ. Εἴ τι φησὶ βαρὺ ῥῆμα ἀνοίσουσιν ἐπὶ σέ· εἰ δὲ τί σοι βαρύ, ἀνοίσεις πρὸς τὸν θεόν. Καὶ ὁ νομοθέτης σοφὸς ὤν, ἐδέξατο γνώμην ἰδιώτου. Καὶ ἐγένετο ἡ γνώμη νόμος καὶ εἰκὼν τῶν μελλόντων. Ἐπειδὴ Ἰωθὸρ ὁ πενθερὸς Μωϋσέως ἱερεὺς ἦν τῶν εἰδώλων, μετὰ δὲ ταῦτα κατέγνω τῆς πλάνης καὶ ἔμαθε τὴν ἀλήθειαν καὶ εἰκὼν ἐγένετο τῆς τῶν ἐθνῶν ἐκκλησίας, ὅτι τὴν σοφίαν τοῦ νόμου ὑπερβαίνει ἡ τῶν ἐθνῶν σύνεσις, οὐκ ἐν τῷ εἶναι ἐθνική, ἀλλ’ ἐν τῷ μετανοῆσαι. Πότε γὰρ ἐδέχθη ἡ γνώμη Ἰωθόρ ; Οὐκ ἐν ὅσῳ ἦν ἱερεύς, ἀλλὰ μετὰ τὸ ἐπιγνῶναι τὸν θεόν. Ὅτε γὰρ εἶδε τοῦ θεοῦ τὰ ἔργα καὶ διηγήσατο αὐτῷ Μωϋσῆς τὰ ἐν Αἰγύπτῳ θαύματα, λέγει· Νῦν ἔγνων (ἴδε μετάνοιαν) ὅτι μέγας κύριος ὁ θεὸς ὑμῶν παρὰ πάντας τοὺς θεούς. Ἀφ’ οὗ οὖν ἔγνω τὴν ἀλήθειαν, ἔλαβε χάρισμα γνώμης ἀγαθῆς.