Μὴ κατασοφιζέσθωσαν ὑμᾶς αἱρετικοί . Οὐ λέγω αὐτὸ δοῦλον οὐδὲ κτίσμα· καινὴ τοῦτο αἵρεσις. Κινδυνεύουσι τρεῖς ἀρχὰς εἰσάγοντες, ἄκτιστον, κτιστὴν καὶ ἄλλην, ἣν οὐκ οἶδα πῶς καλέσω. Πνεῦμα θεοῦ, πνεῦμα τὸ ἐκ θεοῦ, πνεῦμα πατρός, πνεῦμα ὃ παρὰ τοῦ πατρὸς πορεύεται, πνεῦμα κυρίου, πνεῦμα υἱοῦ. Λέγει ὁ ἀπόστολος· Ὅτι δέ εστε υἱοί, ἐξαπέστειλεν ὁ θεὸς τὸ πνεῦμα τοῦ υἱοῦ αὐτοῦ εἰς τὰς καρδίας ὑμῶν κράζον· Ἀββᾶ ὁ πατήρ. Ἰδοὺ τὸ πνεῦμα τοῦ υἱοῦ. Ἀλλαχοῦ πάλιν πνεῦμα Χριστοῦ λέγει Παῦλος · Ὑμεῖς δὲ οὐκ ἐστὲ ἐν σαρκί, ἀλλ’ ἐν πνεύματι· εἴπερ πνεῦμα Χριστοῦ οἰκεῖ ἐν ὑμῖν. Παρακαλῶ, πρόσεχε τῇ πλοκῇ ταύτῃ τῇ ἁγίᾳ, πῶς ὥσπερ σειράν τινα ἁγίαν καὶ ζῶσαν ἐκ τριπλόκου δυνάμεως εἰσήγαγεν ὁ Παῦλος , τὴν φύσιν συνάπτων τὴν ἀδιαίρετον, καὶ ἐν διαφόροις ὀνόμασι μίαν τὴν δύναμιν ἐνδεικνύμενος· Ὑμεῖς δὲ οὐκ ἐστὲ ἐν σαρκί, ἀλλ’ ἐν πνεύματι. Ἰδοὺ πνεῦμα. Εἴπερ πνεῦμα Χριστοῦ οἰκεῖ ἐν ὑμῖν. Ἴδε πνεῦμα θεοῦ. Εἰ δέ τις πνεῦμα Χριστοῦ οὐκ ἔχει. Καὶ μὴν ἐχρῆν εἰπεῖν· Εἰ δέ τις πνεῦμα θεοῦ οὐκ ἔχει. Ἀλλ’ εἶπε· Πνεῦμα Χριστοῦ . Εἶπε θεοῦ πνεῦμα, καὶ ἐπήγαγε τὸ πνεῦμα τοῦ Χριστοῦ . Εἰ δέ τις πνεῦμα Χριστοῦ οὐκ ἔχει, οὗτος οὐκ ἔστιν αὐτοῦ. Ἀλλὰ τοῦτο εἶπεν, ἵνα δείξῃ ὅτι εἰ πνεῦμα, καὶ Χριστός . Καὶ ἴσον ἐστὶ Χριστὸν παρεῖναι καὶ πνεῦμα παρεῖναι. Καὶ ἴσον ἐστὶν εἰπεῖν πνεῦμα θεοῦ καὶ πνεῦμα Χριστοῦ . Ἔστι τοίνυν πνεῦμα ἅγιον, πνεῦμα τὸ τῆς ἀληθείας , ὡς ἂν τις εἴποι πνεῦμα τοῦ υἱοῦ, ἐπειδὴ λέγει ὁ σωτήρ· Ἐγώ εἰμι ἡ ἀλήθεια. Λέγεται τὸ πνεῦμα τῆς ἀληθείας , ὅ ἐστι τὸ πνεῦμα τοῦ υἱοῦ, ὥς φησιν ὁ Παῦλος · Ἐξαπέστειλεν ὁ θεὸς τὸ πνεῦμα τοῦ υἱοῦ αὐτοῦ. Ἔστιν οὖν καὶ πνεῦμα τοῦ υἱοῦ καὶ πνεῦμα τοῦ ἐγείραντος Ἰησοῦν Χριστόν . Καὶ ἄκουε αὐτοῦ τοῦ Παύλου · Εἰ δὲ τὸ πνεῦμα τοῦ ἐγείραντος Ἰησοῦν Χριστὸν οἰκεῖ ἐν ὑμῖν. Ταῦτα τὰ ὀνόματα τῆς ἁγίας καὶ ἀχράντου δυνάμεως, τοῦ ἁγίου ἐστὶ καὶ προσκυνητοῦ πνεύματος. Ἔστι δὲ καὶ ἄλλα ὀνόματα οὐ τῇ φύσει προσήκοντα, ἀλλὰ τῇ ἐνεργείᾳ. Βαθὺς ὁ λόγος καὶ χρῄζει ἀκοῆς προσεχοῦς καὶ ἀσφαλοῦς καὶ πιστῆς. Λέγεται δὲ πάλιν τὸ πνεῦμα, ζωῆς πνεῦμα, ἐπειδὴ ὁ σωτὴρ λέγει· Ἐγώ εἰμὶ ἡ ἀλήθεια καὶ ἡ ζωή. Λέγεται δὲ πνεῦμα ζωῆς, καθὼς καὶ ὁ Παῦλος λέγει· Ὁ γὰρ νόμος τοῦ πνεύματος τῆς ζωῆς. Ταῦτα τὰ ὀνόματα αὐτῆς τῆς αὐθεντίας, αὐτῆς τῆς φύσεως. Ἔστι δὲ ἄλλα ὀνόματα, ἃ οὐ προσγράφεται τῷ ἁγίῳ πνεύματι, ἀλλὰ τῇ δυνάμει καὶ τῇ ἐνεργείᾳ αὐτοῦ, οἷον αἱ δωρεαὶ αὐτοῦ. Λέγω δὲ καὶ προσδιασαφηνίζω τὴν ἔννοιαν, καὶ ἐπάγω τὴν μαρτυρίαν. Ἐπειδὰν χαρίσηται τὸ πνεῦμα τὸ ἅγιον εὐχαῖς τῶν ἁγίων ἢ ἐμοὶ ἢ ἑτέρῳ Χριστιανῷ ἁγιασμόν, καὶ λάβω δῶρον, ὥστε ἅγιον ἔχειν τὸ σῶμα καὶ τὴν ψυχήν, ἡ δωρεὰ ἡ δοθεῖσά μοι καλεῖται πνεῦμα ἁγιωσύνης, τουτέστι χάρισμα. Ἐὰν δῷ τὸ πνεῦμα τὸ ἅγιον δωρεάν τινι μὴ ἔχοντι σοφίαν, μὴ ἔχοντι γνῶσιν, ἀλλὰ δῷ αὐτῷ μόνην πίστιν, οἷοί εἰσι πολλοὶ χαρίσματα ἔχοντες τοῦ πιστεύειν γραφαῖς, οὐκ εἰδότες γραφάς, καὶ ταῖς γραφαῖς πιστεύοντες, καλεῖται ἡ δωρεὰ ἐκείνη πνεῦμα πίστεως. Ἐάν τις λάβῃ δύναμιν καὶ δωρεὰν παρὰ τοῦ ἁγίου πνεύματος πιστεύειν τῇ ἐπαγγελίᾳ τῶν διδομένων ἀγαθῶν ἐν τῷ μέλλοντι αἰῶνι, ἔλαβε πνεῦμα ἐπαγγελίας. Ἐάν τις λάβῃ σοφίας δῶρον, καλεῖται ἡ δωρεὰ πνεῦμα σοφίας. Καὶ πανταχοῦ τὰ χαρίσματα τοῦ πνεύματος καλεῖται πνεῦμα. Καὶ πρόσεχε ἀκριβῶς, ἐν τύπῳ διασαφηνιζόντων ἡμῶν ἐκ μέρους τὰς θεωρίας. Ἔλθωμεν οὖν ἐπὶ τὰς ἀποδείξεις. Ὅταν τις ἔχῃ χάρισμα ἀγάπης, λέγεται ὅτι πνεῦμα ἀγάπης ἔχει. Ὅταν λάβῃ τις χάρισμα μαρτυρίου, λέγεται πνεῦμα δυνάμεως ἔχειν, τουτέστι χάρισμα. Ἐπειδήπερ τὸ δωρούμενον τὸ πνεῦμα τὸ ἅγιόν ἐστι, καλεῖται καὶ τὸ δῶρον ὁμωνύμως τῷ χαρίσματι. Διὰ τοῦτο λέγει Παῦλος · Οὐ γὰρ ἐλάβετε πνεῦμα δουλείας πάλιν εἰς φόβον, ἀλλ’ ἐλάβετε πνεῦμα υἱοθεσίας. καὶ πάλιν· Οὐ γὰρ ἔδωκεν ἡμῖν πνεῦμα δειλίας, ἀλλὰ πνεῦμα δυνάμεως καὶ ἀγάπης καὶ σωφρονισμοῦ. Πνεῦμα δὲ λέγει ἐνταῦθα τὸ χάρισμα, ὡς ὅταν λέγῃ· Ὑμεῖς δὲ ἐσφραγίσθητε τῷ πνεύματι τῆς ἐπαγγελίας τῷ ἁγίῳ. Ἐπαγγελίας πνεῦμα ποῦ γέγραπται; Λέγει Παῦλος · Ἔχοντες δὲ τὸ αὐτὸ πνεῦμα τῆς πίστεως καὶ τῆς ἐπαγγελίας , τουτέστι, τὸ χάρισμα τοῦ πνεύματος. Ἴδε οὖν πνεῦμα πίστεως, πνεῦμα ἐπαγγελίας. Ἐὰν ᾖ τις πρᾶος, ταπεινὸς τὴν καρδίαν, δῶρον ἔλαβε πραότητος. Ἔστι δὲ θεοῦ χάρισμα. Καὶ τοῦτο λέγει Παῦλος · Ἐὰν δὲ προληφθῇ ἄνθρωπος ἔν τινι παραπτώματι, ὑμεῖς οἱ πνευματικοὶ καταρτίζετε τὸν τοιοῦτον ἐν πνεύματι πραότητος , τουτέστιν ἐν τῷ χαρίσματι τῆς δωρεᾶς τῆς πραότητος, Σκοπῶν φησι σεαυτόν, μὴ καὶ σὺ πειρασθῇς. Ἰδοὺ πνεῦμα πραότητος. Ἄλλῳ δίδωται ἁγιασμὸς ψυχῆς καὶ σώματος, καὶ καλεῖται πνεῦμα ἁγιωσύνης, καθώς φησι· Παῦλος δοῦλος Ἰησοῦ Χριστοῦ , κλητὸς ἀπόστολος, ἀφωρισμένος εἰς εὐαγγέλιον θεοῦ, ὃ προεπηγγείλατο διὰ τῶν προφητῶν αὐτοῦ, κατὰ πνεῦμα ἁγιωσύνης. Ἀντίστροφον αὐτὸ εἶπεν. Ἡ δὲ ἔννοια τοῦτο ἔχει· Παῦλος γενόμενος ἀπόστολος κατὰ πνεῦμα ἁγιωσύνης. Πολλοὶ γὰρ ἐνόμισαν, ἀκολουθοῦντες τῷ ῥήματι τῷ πρώτῳ, τοῦ ὁρισθέντος υἱοῦ θεοῦ κατὰ πνεῦμα ἁγιωσύνης. Οὐκ ἔστι δὲ οὕτως. Ἀλλά· Παῦλος ἀπόστολος χειροτονηθεὶς κατὰ πνεῦμα ἁγιωσύνης. Καὶ πότε ἐχειροτονήθη; Ἐξ ἀναστάσεως Ἰησοῦ Χριστοῦ . Ἐπειδὴ μὲν ἄλλοι ἀπόστολοι πρὸ τοῦ πάθους, οὗτος μετὰ τὴν ἀνάστασιν. Διὰ τοῦτο· Κατὰ πνεῦμα ἁγιωσύνης . Καὶ ἄλλο δὲ λέγω· Ὅταν ἀρξώμεθα πάντες τῇ ὥρᾳ τῆς μυσταγωγίας λέγειν· Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς , δῶρον ἐλάβομεν πνεῦμα υἱοθεσίας, τουτέστι, τὸ χάρισμα τοῦ ἁγίου πνεύματος. Πνεῦμα καλεῖται ζήλου, ὥς φησιν ὁ Παῦλος · Ἐπεὶ καὶ ὑμεῖς ζηλωταί ἐστε πνευμάτων , τουτέστι, ζῆλον ἔχετε εἰς τὰ πνευματικὰ χαρίσματα. Ἐπεὶ ζηλωταί ἐστε πνευμάτων , τουτέστι, τῶν χαρισμάτων. Καὶ ἔτι καθ’ ὑπερβολὴν ὁδὸν ὑμῖν δείκνυμι. Ἐὰν ταῖς γλώσσαις τῶν ἀνθρώπων λαλῶ καὶ τῶν ἀγγέλων, ἀγάπην δὲ μὴ ἔχω, οὐδέν εἰμι · τουτέστι, παντὸς χαρίσματος μείζων ἡ ἀγάπη.