Παρακαλῶ πρόσεχε μετὰ ἀσφαλείας. Ἀσφάλισαι τὸν λόγον. Δύναται γὰρ εἰπεῖν ὁ αἱρετικός· Μετ’ ἐμοῦ ἐστι τῇ βοηθείᾳ, ὡς λέγω κἀγώ· Ὁ θεὸς μετ’ ἐμοῦ ἐστιν. Οὐκ εἶπεν ἁπλῶς, ἀλλὰ τί; Ὁ πατὴρ ὁ ἐν ἐμοὶ μένων. Εἰ μετ’ αὐτοῦ ἦν καὶ ἐν αὐτῷ ἔμενε, πῶς ἐκεῖνος ἀπέστειλεν ἡ πῶς οὗτος ἀπεστάλη; Εἴτε γὰρ ἦλθον, οἱ δύο ἦλθον καὶ οὐδεὶς ἀπεστάλη. Πάλιν, ἀλλ’ οἱ δύο ἔμειναν. Εἰ ἔμενεν ὁ πατὴρ ἄνω, πῶς λέγει ὁ υἱὸς· Ὁ πατὴρ μετ’ ἐμοῦ ἐστιν ; Εἰ ἄνω ἔμεινεν ὁ ἀποστείλας, πῶς μετ’ αὐτοῦ ἔχει ὁ ἀποσταλεὶς τὸν ἀποστείλαντα; Ἐγὼ γάρ , εἶπεν, ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ μετ’ ἐμοῦ ἐστιν. Πῶς οὖν ἀπεστάλη ὁ λέγων· Ὁ πατὴρ ἐν ἐμοὶ ἐστιν ; Πῶς δὲ πάλιν ἀπέστειλεν; Ὅταν οὖν λέγῃ· Πέμψω ὑμῖν τὸ πνεῦμα τὸ ἅγιον, τουτέστι, τὴν δωρεὰν τοῦ πνεύματος. Καὶ ἵνα μάθητε ὅτι ἡ δωρεὰ πέμπεται, τὸ δὲ πνεῦμα οὐκ ἀποστέλλεται, ὁ σωτὴρ λέγει τοῖς ἀποστόλοις· Μείνατε εἰς Ἱερουσαλήμ , ἕως ἂν ἐνδύσησθε δύναμιν ἐξ ὕψους καὶ λήψεσθε δύναμιν ἐπελθόντος τοῦ ἁγίου πνεύματος ἐφ’ ὑμᾶς. Ἄλλη ἡ δύναμις ἡ χορηγουμένη, ἄλλο τὸ πνεῦμα τὸ χορηγοῦν. Πάντα γὰρ ἐνεργεῖ ἓν καὶ τὸ αὐτὸ πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ, καθὼς βούλεται. Σὺ μὲν οὖν οὐ δύνῃ δεῖξαι πεμπόμενον τὸ πνεῦμα τὸ ἅγιον ὑπὸ γυμνῆς τῆς θεότητος. Ἐὰν δέ σοι δείξω τὸν ποιητὴν οὐρανοῦ καὶ γῆς ἀποστελλόμενον ὑπὸ τοῦ πνεύματος τοῦ ἁγίου, τί ποιεῖς; Ἢ ἄρνησαι τὸν Χριστὸν καὶ ἀπάλειψον τὰς γραφὰς ἢ δοῦλος ὢν τῶν γραφῶν ὑποτάττου ταῖς γραφαῖς. Καὶ ποῦ φησιν εἴρηται τοῦτο; Ἄκουε θεοῦ λέγοντος διὰ τοῦ προφήτου Ἡσαΐου τοῦ κήρυκος τῆς εὐσεβείας· Ἄκουέ μου φησὶν Ἰακὼβ καὶ Ἰσραήλ , ὃν ἐγὼ καλῶ· Ἐγὼ θεὸς πρῶτος καὶ ἐγὼ μετὰ ταῦτα καὶ πλὴν ἐμοῦ θεὸς οὐκ ἔστι. Πρόσεχε. Λοιπὸν γὰρ ἐνταῦθα τὸ ζητούμενον. Ἄρα τίς ὁ εἰπὼν ταῦτα; Ὁ πατὴρ ἢ ὁ υἱός; Ὅρα πῶς ἐν μοναρχίας τύπῳ τὴν τριάδα κηρύττει συγκεκαλυμμένως· Ἐγὼ θεὸς πρῶτος καὶ ἐγὼ μετὰ ταῦτα καὶ πλὴν ἐμοῦ θεὸς οὐκ ἔστι. Τίς ὁ ταῦτα λέγων; Ὁ δημιουργός. Ἐπάγει γὰρ· Ἐγὼ τῇ χειρί μου ἐθεμελίωσα τὴν γῆν. Βλέπε πῶς ὁ δημιουργὸς λαλεῖ· Καὶ τὸ πνεῦμά μου ἐστερέωσε τὸν οὐρανόν. Ἐγὼ πᾶσι τοῖς ἄστροις ἐνετειλάμην· ἐγὼ ἤγειρα μετὰ δικαιοσύνης βασιλέα καὶ πᾶσαι αἱ ὁδοί μου εὐθεῖαι. . Εἰπὼν ἑαυτὸν δημιουργὸν καὶ ποιητὴν οὐρανοῦ καὶ γῆς, λέγει λοιπὸν ταῦτα· Οὐκ ἀπ’ ἀρχῆς ἐν κρυφῇ ἐλάλησα ὑμῖν ταῦτα, οὐδὲ ἐν τόπῳ σκοτεινῷ , εἰπὼν ὅτι ἐθεμελίωσα τὴν γῆν καὶ ἐποίησα τὸν οὐρανόν· ὅτε ἐγένοντο, ἐκεῖ ἤμην. Καὶ νῦν κύριος ἀπέστειλέ με καὶ τὸ πνεῦμα αὐτοῦ. Σὲ τὸν ποιήσαντα τὸν οὐρανὸν καὶ τὴν γῆν , τὸν εἰπόντα τοῖς ἄστροις· Κύριος ἀπέστειλέ με καὶ τὸ πνεῦμα αὐτοῦ , ἐγέννησε κατὰ τὴν θεότητα, ἀπέστειλε κατὰ τὴν σάρκα. Ὁ ποιητὴς οὐρανοῦ λέγει· Κύριος ἀπέστειλέ με καὶ τὸ πνεῦμα αὐτοῦ. Τὴν ἀποστολὴν ὁ αἱρετικὸς τοῦ πνεύματος εἰς ὕβριν λαμβάνει. Ἀπέστειλεν ὁ πατήρ, οὐ μεταστάς, οὐ μεταστήσας· ἀπέστειλεν ὁ υἱὸς τὸ πνεῦμα, οὐ διαιρῶν, οὐ διαιρεθείς. Διὰ τοῦτο ἡ γραφή· Ὁ θεὸς φησιν ἐξέχεε τὸ πνεῦμα αὐτοῦ ἤγουν τὴν δωρεὰν τοῦ ἁγίου πνεύματος. Θεότης οὐκ ἐκχεῖται, ἀλλ’ ἡ δωρεά. Διὰ τοῦτο, ἵνα δειχθῇ ὅτι τὸ ἐκχυνόμενον οὐ πνεῦμα ἅγιον, ἀλλὰ πνεύματος θείου χάρις, λέγει Δαυὶδ τῷ Χριστῷ · Ἐξεχύθη χάρις ἐν χείλεσί σου. Χάρις ἐκχεῖται, οὐχ ὁ δωρούμενος τὴν χάριν. Εἰ οὖν ὁμοτιμία κηρύττεται, καὶ τὸ ἀφ’ ἑαυτοῦ σεσαφήνισται, καὶ τὸ ἀπὸ τοῦ ἐμοῦ λήψεται , ὡς ἀπὸ δεξαμενῆς ἡρμήνευται, μὴ ἐχέτωσαν χώραν ἢ παρείσδυσιν ἀσεβείας οἱ αἱρετικοί . Τίμησον τὸ πνεῦμα τὸ ἅγιον ὃ ἔλαβες. Εἶπον πολλάκις ὅτι ἀντίδοσιν ἔσχες. Ἔλαβε Χριστὸς παρὰ σοῦ τὸ πλάσμα τὸ σόν, ἔδωκέ σοι αὐτὸς τὸ πνεῦμα τὸ ἅγιον τὸ ἑαυτοῦ. Ἐτίμησε τὸ πλάσμα τὸ σόν, ἐν δεξιᾷ τοῦ πατρὸς καθίσας· καὶ σὺ τὸ πνεῦμα αὐτοῦ ἐν τάξει δούλου ἔστησας. Ταῦτα ὁ σωτήριος νόμος ὑπαγορεύει· προφῆται φθέγγονται· ἀπόστολοι θεσπίζουσι· μάρτυρες ὁμολογοῦσιν· εὐσεβεῖς πιστεύουσιν· ἡ ἐκκλησία συντίθεται· ἡ ἀγνωμοσύνη μάχεται· ὁ πιστὸς πεπληροφόρηται· ὁ Χριστὸς δοξάζεται. Αὐτῷ γάρ ἐστιν ἡ δόξα καὶ ἡ τιμὴ καὶ ἡ προσκύνησις, ἅμα τῷ πατρὶ καὶ τῷ παναγίῳ καὶ ζωοποιῷ πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.