Λοιπὸν ὧδε τὸν νοῦν, παρακαλῶ, ἔχωμεν. Κατὰ μὲν οὖν τὸ μέρος τοῦ σωτῆρος φαίνονται πολλοὶ ψευδόχριστοι καὶ ψευδοπροφῆται. Καὶ ἔλεγεν ὁ δεῖνα· Ἐγώ εἰμι, καὶ ἄλλος Ἐγώ εἰμι, καθὼς γέγραπται ὅτι πολλοὶ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου, λέγοντες· Ἐγώ εἰμι ὁ Χριστός , καὶ πολλοὺς πλανήσουσιν· ἀλλὰ μὴ πλανᾶσθε. Ὥσπερ οὖν ὑπενοήθη τὸ ὄνομα τοῦ Χριστοῦ εἰς τοὺς πλάνους, οὕτως ἔμελλον πολλοὶ σχηματίζεσθαι ἔχειν πνεῦμα ἅγιον, ὃ μὴ εἶχον, καὶ λαλεῖν. Ἀλλ’ ἐκεῖ μὲν ὁ ἄνθρωπος ἐφαίνετο καὶ ἔλεγεν· Ἐγώ εἰμι ὁ Χριστός . Ἐνταῦθα δὲ οὐκ ἐτόλμα εἰπεῖν τις· Ἐγώ εἰμι τὸ πνεῦμα τὸ ἅγιον. Οὐ γὰρ ἐγένετο ἐν σώματι, ἀλλ’ ἀοράτως ἐπεδήμει. Ἦλθεν ἐπὶ Πέτρον , ἦλθεν ἐπὶ Παῦλον , καὶ ἦν ὡμολογημένον ὅτι πνεῦμα κυρίου εἶχον. Ἀνέκυψε Σίμων καὶ λέγει· Πνεῦμα ἔχω. Ἀπὸ τῆς ὄψεως οὐδεὶς ᾔδει τίς οὐκ ἔχει ἢ τίς ἔχει πνεῦμα ἀκάθαρτον ἢ τίς ἔχει πνεῦμα ἅγιον. Εἰ μὲν γὰρ ὄψις ἦν, οὐκ ἂν ὑπέκλεπτεν. Ἀπὸ γὰρ τῆς διαγνώσεως εἶχε τὸν ἔλεγχον. Ἦλθε Μοντανὸς λέγων· Πνεῦμα ἅγιον ἔχω· ἦλθε Μανιχαῖος λέγων· Πνεῦμα ἅγιον ἔχω. Οὐκ ἦν δὲ δῆλον. Ἵνα οὖν μὴ πλανῶνται τῷ ὀνόματι, ἐπειδὴ ἀοράτως ἔμελλε τὸ χάρισμα ἔρχεσθαι, λέγει· Ὅταν ἔλθῃ ὁ παράκλητος, τὸ πνεῦμα τῆς ἀληθείας, ὃ παρὰ τοῦ πατρὸς ἐκπορεύεται, ἐκεῖνος ὑμᾶς ἀναμνήσει τὰ ῥήματά μου, καὶ ὁδηγήσει ὑμᾶς πρὸς πᾶσαν τὴν ἀλήθειαν· οὐ γὰρ ἀφ’ ἑαυτοῦ λαλήσει. Ἐὰν ἴδητέ τινα λέγοντα· Πνεῦμα ἅγιον ἔχω καὶ μὴ λαλοῦντα τὰ εὐαγγελικά, ἀλλὰ τὰ ἴδια, ἀφ’ ἑαυτοῦ λαλεῖ, καὶ οὐκ ἔστι πνεῦμα ἅγιον ἐν αὐτῷ. Ὥσπερ γὰρ λέγει περὶ ἑαυτοῦ, Ἐγὼ ἀπ’ ἐμαυτοῦ οὐ λαλῶ , ἵνα ἐκλύσῃ τὴν ὑπόνοιαν τῆς πλάνης, μᾶλλον δὲ τὴν πλάνην ἀπὸ τῆς ἀληθείας διέλῃ, καὶ δείξῃ τίνες ἔχουσι πνεῦμα ἅγιον, τίνες οὐκ ἔχουσιν, ἀλλὰ προσποιοῦνται ἔχειν, λέγει· Ἀφ’ ἑαυτοῦ οὐ λαλήσει. Παρ’ ἐμοῦ ἠκούσατε, τί παρέδωκα. Ὅταν ἔλθῃ τὸ ἀόρατον πνεῦμα, τὰ ἐμὰ λαλήσει. Ἐὰν ἴδητέ τινα τὰ τοῦ εὐαγγελίου δευτεροῦντα, ὄντως πνεῦμα ἔχει ἅγιον. Ἔρχεται γὰρ τὸ πνεῦμα ἀναμνῆσαι ὑμᾶς, ἃ ἐδίδαξα. Ἐὰν τις οὖν τῶν ὀνομαζόντων ἔχειν πνεῦμα λέγῃ τι ἀφ’ ἑαυτοῦ, καὶ μὴ ἀπὸ τῶν εὐαγγελίων, μὴ πιστεύσητε· τῇ ἐμῇ διδασκαλίᾳ στοιχήσατε· Ἀφ’ ἑαυτοῦ οὐ λαλήσει. Ἀλλ’ ἀντὶ τούτου ἡ ἐπιφοίτησις ἡ γινομένη δείκνυσι τίς ἔλαβε πνεῦμα ἅγιον, τίς οὐκ ἔλαβε· εἴ τις δευτεροῖ τὰ τοῦ Χριστοῦ , πνεῦμα ἅγιον ἔχει. Οὐδεὶς γὰρ δύναται εἰπεῖν κύριον Ἰησοῦν , εἰ μὴ ἐν πνεύματι ἁγίῳ. Ἦλθε Μάνης , ὁ ἀληθῶς μανείς, ὁ φερωνύμως τῇ πλάνῃ τὸ ὄνομα ἔχων καὶ λέγει· Ἐγώ εἰμι ὁ παράκλητος, ὃν ἐπηγγείλατο ὁ σωτὴρ τοῖς ἀποστόλοις· ἐγώ εἰμι ὁ υἱὸς τοῦ θεοῦ. Ποῦ ἤκουσας ἐν τῷ εὐαγγελίῳ Ἰησοῦ Χριστοῦ ὅτι ὁ ἥλιος καὶ ἡ σελήνη δημιουργοί εἰσι ; ποῦ εἶπεν ὁ Χριστὸς ὅτι ταῦτα ἀντλοῦσι τὰς ψυχὰς καὶ ἀνάγουσιν αὐτὰς ; Ποῦ ἀνέγνωκας τοῦτο; Ἐκ τοῦ μὴ λέγειν τὰ γεγραμμένα, ἀλλὰ τὰ ἀφ’ ἑαυτοῦ λαλεῖν, δῆλόν ἐστιν ὅτι οὐκ ἔχει πνεῦμα ἅγιον. Τὸ πνεῦμα τὸ ἅγιον ἀφ’ ἑαυτοῦ οὐ λαλήσει, ἀλλ’ ὅσα ἀκούσει, ἀναγγελεῖ ὑμῖν , ἀντὶ τοῦ ἃ ἐλάλησα, ταῦτα βεβαιώσει. Καὶ ὅρα τὸ θαυμαστόν. Ὥσπερ ὁ σωτὴρ ἐλθὼν ἐγένετο πλήρωμα νόμου καὶ προφητῶν, οὕτω πλήρωμα τοῦ εὐαγγελίου τὸ πνεῦμα. Ὁ Χριστὸς ἐλθὼν ἐβεβαίωσε τὰ παρὰ τοῦ πατρός, τὰ ἐν νόμῳ εἰρημένα καὶ προφήταις. Διὰ τοῦτο λέγει Παῦλος · Πλήρωμα νόμου Χριστός . Τὸ πνεῦμα τὸ ἅγιον ἐλθὸν ἐπλήρωσε τὰ τοῦ εὐαγγελίου. Ὅσα ἐστὶν ἐν τῷ νόμῳ, ὁ Χριστὸς πληροῖ· ὅσα ἐστὶν ἐν τῇ τοῦ Χριστοῦ διδασκαλίᾳ, τὸ πνεῦμα πληροῖ, οὐχ ὡς ἀτελοῦς ὄντος τοῦ πατρός, ἀλλ’ ὡς ἐφάνη Χριστὸς βεβαιῶν τὰ τοῦ πατρός, οὕτως ἐφάνη τὸ πνεῦμα τὸ ἅγιον βεβαιοῦν τὰ τοῦ υἱοῦ. Πόθεν τοῦτο; Λέγει ὁ σωτὴρ τοῖς μαθηταῖς· Πολλὰ ἔχω λαλεῖν ὑμῖν, ἀλλ’ οὐ δύνασθε βαστάζειν ἄρτι· ὅταν δὲ ἔλθῃ τὸ πνεῦμα τὸ ἅγιον, ὁδηγήσει ὑμᾶς εἰς πᾶσαν τὴν ἀλήθειαν, ὅτι ἀφ’ ἑαυτοῦ οὐ λαλήσει. Τὰ γὰρ ἐμὰ πληροῖ. Ἀναπληροῖ ὁ υἱὸς τὰ τοῦ πατρὸς καὶ ἀφ’ ἑαυτοῦ οὐ λαλεῖ· ἀναπληροῖ τὸ πνεῦμα τὰ τοῦ υἱοῦ καὶ ἀφ’ ἑαυτοῦ οὐ λαλεῖ. Ἐὰν δὲ ἀκούσῃς λέγοντος· Ἀποστελῶ ὑμῖν τὸ πνεῦμα τὸ ἅγιον, μὴ κατὰ τὴν θεότητα ἐκλάβῃς. Θεὸς γὰρ οὐκ ἀποστέλλεται. Ὀνόματά ἐστι ταῦτα τὴν ἐνέργειαν σημαίνοντα, ὀνόματα κρυπτόμενα καὶ λάμποντα· κρυπτόμενα τῇ ἀξίᾳ, λάμποντα τῇ θεωρίᾳ. Οἷον· πᾶς ἀποστέλλων εἰς ἐκείνους ἀποστέλλει τοὺς τόπους ἐν οἷς μὴ πάρεστιν. Ὑπόθου ἐμὲ εἶναι τὸν λαλοῦντα ἐν τῷ καθίσματι τούτῳ. Οὐ δύναμαι εἰπεῖν τινι· Δεῦρο, ἀποστελῶ σε ὧδε. Τοῦτο οὐκ ἐστὶ πέμψαι, ἀλλὰ συγκαθίσαι ἢ παραστῆσαι. Εἰ δὲ ὁ θεὸς πανταχοῦ – Τὸν οὐρανὸν γάρ φησι καὶ τὴν γῆν ἐγὼ πληρῶ , – ποῦ οὖν πέμπει ὁ πανταχοῦ ὤν; Ἐὰν ἀναβῶ εἰς τὸν οὐρανόν, σὺ ἐκεῖ εἶ· ἐὰν καταβῶ εἰς τὸν ᾅδην, πάρει· ἐὰν ἀναλάβω τὰς πτέρυγάς μου καθ’ ὄρθρον καὶ κατασκηνώσω εἰς τὰ ἔσχατα τῆς θαλάσσης· καὶ γὰρ ἐκεῖ ἡ χείρ σου ὁδηγήσει με. Ποῦ οὖν ὁ θεὸς ἀποστέλλει; Ἀλλ’ ἆρα μὴ αὐτὸς πανταχοῦ, ὁ δὲ ἀποστελλόμενος οὐ πανταχοῦ; Ἀπέστειλεν ὁ θεὸς τὸν υἱὸν αὐτοῦ εἰς τὸν κόσμον. Ἆρα ὡς μὴ παρόντα ἐν τῷ κόσμῳ; Καὶ μὴν ὁ κόσμος ἐκ τοῦ υἱοῦ. Διὰ τοῦτο οὖν ἦλθεν εἰς τὸν κόσμον, ὡς πρὸ τούτου μὴ ὢν ἐν τῷ κόσμῳ; Πῶς οὖν Ἰωάννης ὁ εὐαγγελιστὴς λέγει· Πάντα δι’ αὐτοῦ ἐγένετο· ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι’ αὐτοῦ ἐγένετο. Πῶς οὖν ἀπεστάλη εἰς τὸν κόσμον; Πάλιν, εἰ ἀπεστάλη ὁ ἀποσταλείς, καὶ ἔμεινεν ὁ ἀποστείλας ἄνω καὶ ὁ ἀποσταλεὶς κάτω, πῶς ἔλεγε καὶ ὁ πέμψας με μετ’ ἐμοῦ ἐστι ;