Χθὲς ἡμῖν, ὦ φιλόχριστοι, ἡ τοῦ ἁγίου καὶ προσκυνητοῦ πνεύματος ἐπιφοίτησις ἀνυμνεῖτο, οὐκ ἀνθρωπίναις ἐννοίαις τιμωμένη, ἀλλὰ τῇ πατρικῇ δυνάμει μαρτυρουμένη. Οὐ γὰρ ἐξ ὧν λογιζόμεθα ἢ φθεγγόμεθα ὁ τοῦ θεοῦ συνίσταται λόγος, ἀλλ’ ἐξ ὧν φωτιζόμεθα καὶ ἡ εὐσέβεια συνίσταται, καὶ ἡ ἀλήθεια κηρύττεται. Μόνος ὁ τοῦ θεοῦ λόγος, μόνη ἡ τοῦ ἁγίου πνεύματος διδασκαλία καὶ λαμπάς ἐστιν εὐσεβείας καὶ κήρυγμα θεογνωσίας καὶ φωτισμὸς τῆς ἐνθέου διδασκαλίας. Ἀναγκαῖόν ἐστιν ἐπιμεῖναι τῇ τοῦ ἁγίου καὶ προσκυνητοῦ πνεύματος ἐξηγήσει καὶ σαφέστερόν τι περὶ τῆς ἁγίας καὶ ἐνδόξου δυνάμεως εἰπεῖν. Πάλιν ἵνα τοῖς αὐτοῖς χρήσωμαι, τὸ πνεῦμα τὸ ἅγιον ἐξ ὧν οἱ θεῖοι διδάσκουσι λόγοι, μᾶλλον δὲ ἐξ ὧν αὐτὸ περὶ ἑαυτοῦ κηρύττει καὶ διὰ τῶν προφητῶν φθέγγεται καὶ διὰ τῶν ἀποστόλων τὴν ἑαυτοῦ ἀκτῖνα φέρει, τὴν μὲν φύσιν ἐστὶν ἀδιαίρετον, ἅτε δὴ ἐκ τῆς ἀδιαιρέτου καὶ ἀμερίστου φύσεως προελθόν. Ὄνομα δὲ αὐτοῦ πνεῦμα ἅγιον, πνεῦμα ἀληθείας, πνεῦμα τοῦ θεοῦ, πνεῦμα κυρίου, πνεῦμα τοῦ πατρός, πνεῦμα τοῦ υἱοῦ, πνεῦμα Χριστοῦ . Καὶ οὕτω καλεῖ αὐτὸ ἡ γραφή, μᾶλλον δὲ αὐτὸ ἑαυτό, καὶ πνεῦμα θεοῦ καὶ πνεῦμα τὸ ἐκ τοῦ θεοῦ. Καὶ ἵνα μήποτε ἀκούσαντες ἡμεῖς πνεῦμα θεοῦ, νομίσωμεν δι’ οἰκειότητα λέγεσθαι πνεῦμα θεοῦ, εἰσάγει ἡ γραφὴ τὸ πνεῦμα τὸ ἅγιον καὶ προστίθησι τῷ θεῷ τὸ ἐκ θεοῦ. Ἄλλο δὲ τὸ θεοῦ καὶ ἄλλο τὸ ἐκ θεοῦ. θεοῦ μὲν γὰρ οὐρανὸς καὶ γῆ, ὡς παρ’ αὐτοῦ πεποιημένα. Ἐκ θεοῦ δὲ οὐδὲν λέγεται εἰ μὴ ὃ ἐκ τῆς οὐσίας ἐστί. Λέγεται τοίνυν πνεῦμα ἅγιον. Αὕτη γάρ ἐστιν ἡ κυρία καὶ πρώτη προσηγορία, ἡ ἐμφαντικωτέραν ἔχουσα τὴν διάνοιαν καὶ παριστᾶσα τοῦ ἁγίου πνεύματος τὴν φύσιν Πνεῦμα ἅγιον, πνεῦμα τοῦ θεοῦ. Τίς αὐτὸ καλεῖ πνεῦμα θεοῦ; Ἄκουε τοῦ σωτῆρος· Εἰ δὲ ἐγὼ ἐν πνεύματι θεοῦ ἐκβάλλω τὰ δαιμόνια . Πνεῦμα θεοῦ. Ἵνα τοίνυν, ὡς ἔφθην εἰπών, μή τις ἀκούσας πνεῦμα θεοῦ, νομίσῃ οἰκειότητα σημαίνεσθαι, καὶ μὴ φύσεως κοινωνίαν ὁ Παῦλος λέγει· Ὑμῖν δὲ οὐκ ἐδόθη τὸ πνεῦμα τοῦ κόσμου, ἀλλὰ τὸ πνεῦμα τὸ ἐκ τοῦ θεοῦ. Πάλιν λέγεται πνεῦμα πατρός, ὡς ὁ σωτὴρ τοῖς ἀποστόλοις λέγει· Μὴ μεριμνήσητε πῶς ἢ τί λαλήσητε· οὐ γὰρ ὑμεῖς ἐστε οἱ λαλοῦντες, ἀλλὰ τὸ πνεῦμα τοῦ πατρὸς ἡμῶν τὸ λαλοῦν ἐν ὑμῖν , ὥσπερ δὲ εἶπε πνεῦμα θεοῦ. Καὶ ἐπήγαγεν ἡ γραφὴ τὸ ἐκ θεοῦ , οὕτω πάλιν εἴρηται πνεῦμα πατρός. Καὶ ἵνα μὴ νομίσῃς τοῦτο κατ’ οἰκείωσιν λέγεσθαι, ὁ σωτὴρ βεβαιοῖ· Ὅταν δὲ ἔλθῃ ὁ παράκλητος, τὸ πνεῦμα τῆς ἀληθείας, ὃ παρὰ τοῦ πατρὸς ἐκπορεύεται. Ἐκεῖ ἐκ θεοῦ, ὧδε παρὰ τοῦ πατρός. Ὅπερ ἐπήγαγεν ἑαυτῷ· Ἐγὼ παρὰ τοῦ πατρὸς ἐξῆλθον , τοῦτο δὲ τῷ ἁγίῳ πνεύματι· Ὃ παρὰ τοῦ πατρὸς ἐκπορεύεται . Ἔστιν οὖν θεοῦ πνεῦμα καὶ θεοῦ πατρὸς πνεῦμα, καὶ παρὰ τοῦ πατρὸς ἐκπορεύεται . Τί ἐστιν ἐκπορεύεται ; Οὐκ εἶπε· Γεννᾶται. Ἃ γὰρ οὐ γέγραπται οὐ δεῖ φρονεῖν. Υἱὸς ἐκ πατρὸς γεννηθείς, πνεῦμα ἐκ πατρὸς ἐκπορευόμενον. Ζητεῖς παρ’ ἐμοῦ τὴν διαφορὰν πάντως· Πῶς ἐγεννήθη οὗτος; Πῶς ἐξεπορεύθη ἐκεῖνος; Τί γάρ; Ὅτι ἐγεννήθη μαθών, ἔμαθες καὶ τὸν τρόπον. Ἄρα οὖν, ἐπειδὴ κηρυττόμενον υἱὸν ἀκούεις, καὶ γεννήσεως τὸν τρόπον κατέλαβες. Ὀνόματά ἐστι πίστει τιμώμενα καὶ εὐσεβεῖ λογισμῷ τηρούμενα. Τίς δὲ ἡ δύναμις τοῦ ἐκπορεύεται ; Ἵνα τὸ τῆς γεννήσεως ὄνομα παρέλθῃ ἡ γραφή, ἵνα μὴ υἱὸν αὐτὸ καλέσῃ, λέγει πνεῦμα ἅγιον. Ὃ παρὰ τοῦ πατρὸς ἐκπορεύεται . Εἰσάγει αὐτὸ ἐκπορευόμενον, ὡς ὕδωρ ἀπὸ γῆς βρύον, κατὰ τὸ εἰρημένον περὶ τοῦ παραδείσου· Ποταμὸς δὲ ἐκπορεύεται ἐξ Ἐδέμ . Ἐκπορεύεται, καὶ πηγάζει. Ὁ πατὴρ πηγὴ ὕδατος ζῶντος λέγεται, κατὰ τὸν προφήτην Ἱερεμίαν τὸν λέγοντα· Ἐξέστη ὁ οὐρανὸς ἐπὶ τούτῳ καὶ ἔφριξεν ἐπὶ πλεῖον ἡ γῆ, ὅτι δύο καὶ πονηρὰ ἐποίησεν ὁ λαός μου· ἐμὲ ἐγκατέλιπον πηγὴν ὕδατος ζῶντος. Ὁριζόμενος πηγὴν ὕδατος ζῶντος, τὸν πατέρα ὁ θεῖος λόγος εἰσήγαγεν, ἐκ τῆς πηγῆς τῆς ζωῆς τὸ ὕδωρ τὸ ζῶν ἐκπορευόμενον. Ὃ παρὰ τοῦ πατρὸς ἐκπορεύεται. Τί ἐκπορεύεται; Τὸ πνεῦμα τὸ ἅγιον. Πῶς; Ὡς ἀπὸ πηγῆς ὕδωρ. Πόθεν τοῦτο, ὅτι τὸ πνεῦμα τὸ ἅγιον ὕδωρ καλεῖται; Λέγει ὁ σωτήρ· Ὁ πιστεύων εἰς ἐμέ, καθὼς εἶπεν ἡ γραφή, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος. Καὶ ἑρμηνεύων ὁ εὐαγγελιστὴς τοῦτο τὸ ὕδωρ ἐπάγει· Τοῦτο δὲ ἔλεγε περὶ τοῦ πνεύματος, οὗ ἔμελλον λαμβάνειν οἱ πιστεύοντες εἰς αὐτόν. Εἰ τοίνυν ὁ εὐαγγελιστὴς Ἰωάννης σαφηνίζων πνεῦμα τὸ ἅγιον εἶπε τὸ ὕδωρ τὸ ζῶν, ὁ δὲ πατὴρ λέγει· Ἐμὲ ἐγκατέλιπον πηγὴν ὕδατος ζῶντος. Πηγὴ τοῦ πνεύματος ὁ πατήρ. Διὰ τοῦτο ἐκ τοῦ πατρὸς ἐκπορεύεται . Λέγεται τοίνυν – Ἐπαναλαμβάνω γάρ. – πνεῦμα θεοῦ καὶ πνεῦμα τὸ ἐκ θεοῦ, πνεῦμα πατρὸς καὶ πνεῦμα τὸ παρὰ τοῦ πατρός. Πνεῦμα κυρίου μαρτυρεῖ Ἡσαΐας ἐκ προσώπου τοῦ Χριστοῦ · Πνεῦμα κυρίου ἐπ’ ἐμέ· οὗ εἵνεκεν ἔχρισέ με. Καὶ Παῦλος · Ὁ δὲ κύριος τὸ πνεῦμά ἐστιν. Οὗ δὲ τὸ πνεῦμα κυρίου, ἐκεῖ ἐλευθερία. Εἰ ὅπου παραγίνεται τὸ πνεῦμα, ἐκεῖ ἐλευθερία, αὐτὸ δοῦλον; Εἰ οἷς ἐπιφοιτᾷ τὸ πνεῦμα τὸ ἅγιον, λύει τὸν τῆς δουλείας ζυγόν, καὶ χαρίζεται τὸ τῆς ἐλευθερίας πρόσωπον, πῶς αὐτὸ δοῦλον; Πῶς χαρίζεται ὃ μὴ ἔχει; Πῶς αὐτὸ δοῦλον ὂν ἐλευθεροῖ; Οὐκ ἤκουσας Παύλου λέγοντος· Ὁ γὰρ νόμος τοῦ πνεύματος τῆς ζωῆς ἠλευθέρωσέ με ἐν Χριστῷ Ἰησοῦ ; Ἐλευθεροῖ τὸ πνεῦμα τοὺς δούλους, τὸ μὴ ἔχον ἐν φύσει τὴν ἐλευθερίαν; Εἰ γὰρ ἔκτισται καὶ δεδούλωται, οὐκ ἐλευθεροῖ.