Εἶτα τότε λέγει· Εἰρήνη ὑμῖν, καὶ τοῦτο εἰπών, ἐνεφύσησε καὶ λέγει αὐτοῖς· Λάβετε Πνεῦμα ἅγιον. Ἐπειδὴ εἶδε τὴν ἀνθρωπίνην φύσιν ὀκλάζουσαν πρὸς τοὺς πόνους, καὶ παραιτουμένην πρὸς τοὺς ἀγῶνας δι’ ἀσθένειαν, ἀναπληροῖ τὸ λεῖπον τῇ δυνάμει τοῦ Πνεύματος, ἵνα κάμνουσαν αὐτὴν τῇ ἀσθενείᾳ ἡμῶν, παραμυθήσηται· καὶ ὥσπερ σίδηρόν τινα, ἐστόμωσεν αὐτὴν τῇ θείᾳ χάριτι, ἵνα ὃ μὴ ἔχῃ ἐκ φύσεως, δέξηται παρὰ τῆς χάριτος, καὶ προσέλθῃ πρὸς τοὺς ἀγῶνας τῇ δυνάμει τοῦ Πνεύματος νευρουμένη. Λάβετε Πνεῦμα ἅγιον· καθὼς ἀπέσταλκέ με ὁ Πατήρ, κἀγὼ πέμπω ὑμᾶς. Ἀλλὰ σύ, ἐξελθὼν ὡς Δεσπότης, εἶδες ἁμαρτωλοὺς καὶ ἠλέησας· συνεχώρησας τὰ ἁμαρτήματα ἡμῶν. Ἀνωτέρα ἡ χάρις· ἐμπίπτομεν εἰς τὴν ἄβυσσον τῶν ἁμαρτημάτων· οἱ ἁμαρτάνοντες πολλοί, φιλανθρωπίας χρεία πολλῆς. Οὐκ ἔχομεν τὴν αὐθεντίαν· πῶς δυνάμεθα κατὰ σὲ ἀποσταλῆναι; Διὰ τοῦτο, ἵνα πληρωθῇ τό, Καθὼς ἀπέστειλέ με ὁ Πατήρ, κἀγὼ ἀποστέλλω ὑμᾶς, λέγει· Ἄν τινων ἀφῆτε τὰς ἁμαρτίας, ἀφίενται· ἄν τινων κρατῆτε, κεκράτηνται. Ἣν ἔχει ἐξουσίαν, δίδωσιν. Ὥσπερ γὰρ οὐχ οἷόν τέ ἐστιν ἄρχοντα πιστευθῆναι ἔθνος, μὴ λαβόντα συγχωρήσεως καὶ θανάτου καὶ τιμωρίας ἐξουσίαν, οὕτω καὶ ὁ Σωτήρ, μέλλων καθιστᾷν αὐτοὺς ἄρχοντας τῆς οἰκουμένης, δίδωσιν αὐτοῖς καὶ τιμωρίας ἐξουσίαν καὶ συγχωρήσεως, τό, Ἄν τινων ἀφῆτε τὰς ἁμαρτίας, ἀφίενται· ἄν τινων κρατῆτε, κεκράτηνται. Ἓν γάρ ἐστι τῶν ἀμηχάνων, ἢ μαρτυρῆσαι γενναίως, ἢ κηρῦξαι σπουδαίως, ἢ πρᾶξαί τι τῶν μεγάλων καὶ δυσκατορθώτων, ἐὰν μὴ Πνεύματος ἁγίου δύναμις νευρώσῃ τὸν τόνον τοῦ μάρτυρος· ἄλλως γὰρ οὐ δύνανται μάρτυρες εἶναι. Μάρτυρα δὲ λέγω νῦν, οὐ μόνον τὸν διὰ παθῶν τελειούμενον, ἀλλὰ καὶ τὸν τῷ λόγῳ μαρτυροῦντα τῆς χάριτος. Πᾶς γὰρ κήρυξ ἀληθείας, μάρτυς ἐστὶ Θεοῦ. Διὸ περὶ Ἰωάννου τοῦ Βαπτιστοῦ λέγει τὸ Εὐαγγέλιον· Καὶ ἐμαρτύρησεν Ἰωάννης τῇ ἀληθείᾳ λέγων, ὅτι Οὗτός ἐστι. Μαρτυρεῖ δὲ οὐ τὸ πάσχειν, ἀλλὰ τὸ βοᾷν. Ἀμήχανον μάρτυρας γενέσθαι θείου λόγου, μὴ παρὰ Πνεύματος ἁγίου νευρωθέντας. Διὸ λέγει ὁ Σωτὴρ ἀναλαμβανόμενος· Ὑμεῖς δὲ μείνατε ἐν τῇ πόλει Ἰερουσαλήμ , ἕως ἂν ἐνδύσησθε δύναμιν ἐξ ὕψους, καὶ λήψεσθε δύναμιν ἐπελθόντος τοῦ ἁγίου Πνεύματος ἐφ’ ὑμᾶς, καὶ ἔσεσθέ μοι μάρτυρες. Ἄνευ γὰρ τοῦ λαβεῖν Πνεύματος δύναμιν οὐχ οἷόν τέ ἐστι μάρτυρα γενέσθαι. Θωμᾶς δὲ εἷς ἐκ τῶν δώδεκα, ὁ λεγόμενος Δίδυμος , οὐκ ἦν μετ’ αὐτῶν. Ἦν δὲ οἰκονομία μεγίστη Χριστοῦ, τὸ ἀπολειφθῆναι τὸν Θωμᾶν , ἵνα ἡ ἐκείνου ἀμφιβολία, ἐνεργέστερον παραστήσῃ τὴν ἀνάστασιν. Εἰ μὴ γὰρ Θωμᾶς ἀπελείφθη, καὶ δὶα τὴν ἀπόλειψιν ἀμφέβαλλε, καὶ τῇ ἀμφιβολίᾳ πληροφορίαν ὁ Σωτὴρ προσήνεγκεν, ἔμελλεν ἔτι σκανδαλίζειν πολλοὺς τὸ τῆς ἀναστάσεως θαῦμα· ἀλλ’ ἐγένετο ἡ ἐκείνου ἀμφιβολία, πάντων τῶν πιστῶν θεραπεία. Ὅτε οὖν ἦλθεν ὁ Θωμᾶς , ἔλεγον αὐτῷ οἱ ἄλλοι μαθηταί· Ἑωράκαμεν τὸν Κύριον. Οἱ μὲν σεμνύνονται ἐφ’ οἷς ἐθεάσαντο· ὁ δὲ ὥσπερ ἀντιλογίᾳ τινὶ κατεχόμενος, καὶ οὐκ ἀπιστίᾳ· τοσοῦτον ὅσον ἀμφιβολία· καὶ διψῶν πληροφορηθῆναι, οὐκ εἶπεν· Ἀμήχανον τοῦτο γενέσθαι. Πρόσεχε ἀκριβῶς. Οὐκ ἀπηρνήσατο τὴν ἀνάστασιν· οὖκ εἶπεν· Ἀδύνατα λέγετε, ἀμήχανα πράγματα ἀπαγγέλλετε· ἀλλ’ ἐζήτησε πληροφορίαν λέγων· Ἐὰν μὴ ἴδω ἐν ταῖς χερσὶν αὐτοῦ τὸν τύπον τῶν ἥλων, καὶ βάλω τὸν δάκτυλόν μου εἰς τὸν τύπον τῶν ἥλων, καὶ βάλω τὴν χεῖρά μου εἰς τὴν πλευρὰν αὐτοῦ, οὐ μὴ πιστεύσω. Οὐκ εἶπεν οὐ μὴ πιστεύσω παντελῶς, ἀλλ’ ἐὰν μὴ πληροφορηθῶ, οὐ μὴ πιστεύσω. Καὶ μεθ’ ἡμέρας ὀκτώ. Ὅρα πῶς τῇ ἄλλῃ Κυριακῇ ἐφίσταται· ἀπὸ γὰρ Κυριακῆς εἰς Κυριακήν, ὀκτὼ ἡμέραι εἰσί. Καὶ μεθ’ ἡμέρας ὀκτὼ τῆς ἀναστάσεως, ἦλθε πάλιν ὁ Ἰησοῦς τῶν θυρῶν κεκλεισμένων καὶ ἔστη εἰς τὸ μέσον, καὶ εἶπεν· Εἰρήνη ὑμῖν. Ἐπειδὴ ἐκεῖ δεύτερον εἶπεν· Εἰρήνη ὑμῖν, ὧδε μίαν εἶπεν, ἵνα ἐκ τῆς ἁγίας Τριάδος, ὁλόκληρον τὸ δῶρον τῆς εἰρήνης ἐργάσηται· Εἰρήνη ὑμῖν. Εἶτα λέγει τῷ Θωμᾷ , φέρε τὸν δάκτυλόν σου ὧδε. Πρόσεχε παρακαλῶ. Οὐκ ἀναμένει ὁ Σωτὴρ ἀκοῦσαι παρὰ τῶν μαθητῶν τὴν ἀμφιβολίαν τοῦ Θωμᾶ · οὐ πρῶτον ἐδιδάχθη, καὶ τότε διδάσκει· ἀλλ’ ἵνα πείσῃ αὐτὸν ὅτι παρῆν καὶ μὴ φαινόμενος, καὶ ἵνα ἐξεταστὴς τῆς ἀμφιβολίας γένηται, λέγει Θωμᾷ · Φέρε τὸν δάκτυλόν σου ὧδε, ὡς εἶπας, καὶ ἴδε τὰς χεῖράς μου, καὶ φέρε τὴν χεῖρά σου, καὶ βάλε εἰς τὴν πλευράν μου· καὶ μὴ γίνου ἄπιστος, ἀλλὰ πιστός. Δείκνυσιν ὅτι ὁ πληροφορίαν ζητῶν, οὐ πιστὸς· ὁ δὲ πίστει δουλεύων, πιστός. Ὅμοιόν ἐστι τὸ ἐρευνᾷν πλευρὰν Χριστοῦ καὶ τύπους ἥλων, τῷ λέγειν· Πῶς ἐγεννήθη; Μᾶλλον δὲ οὐχ ὅμοιον. Ὁ μὲν γὰρ ἐπεζήτει ἰδεῖν τύπους ἥλων, ἐν σαρκὶ ὁρωμένους καὶ αἰσθήσει ὑποπίπτοντας, ἐπεθύμει ἰδεῖν πρᾶγμα γεγενημένον, ὅ καὶ προῄδει. Σὺ δὲ πολυπραγμονῶν φύσιν ἀθεώρητον, οὐσίαν ἀκατάληπτον, γέννησιν ἄρρητον, τὸν γεννήσαντα ἄφραστον, τὸν γεννηθέντα ἀκατάληπτον, οὐ χεῖρον παρανομεῖς; Οὐκ εἶ ἀπίστου χείρων; Εἰ πλευρὰν ἐρευνήσας ὁ μακάριος Θωμᾶς ἤκουσε· Μὴ γίνου ἄπιστος· σὺ ἐρευνῶν τὴν ἀσώματον φύσιν, τὴν ἀκατάληπτον δύναμιν, μὴ γίνου ἄπιστος, ἀλλὰ πιστός. Ὅμως εὐχαριστοῦμεν τῇ τοῦ Θεοῦ ἀνεξικακίᾳ, ὅτι ὁ τοῦ Θωμᾶ δάκτυλος ἐγένετο κάλαμος εὐσεβείας, ἀνατρέπων τὰ αἱρετικὰ δίκτυα, καὶ ἐμφράττων αὐτῶν τὰ στόματα τῶν τολμώντων λέγειν, ὅτι σχήματι ἐνεδύσατο σῶμα, καὶ σχήματι ἀπέθανεν. Ὁ δὲ δάκτυλος ὁ τοῦ Θωμᾶ οὕτω διέλυσε τῶν αἱρετικῶν τὴν ἀμφιβολίαν, ὡς ἐκεῖνος ὁ δάκτυλος, πρὸς ὃν οὐκ ἤρκεσαν οἱ μάγοι τῶν Αἰγυπτίων λέγοντες· Δάκτυλος Θεοῦ ἐστιν οὗτος. Ἔπρεπε τότε καὶ τῷ ἁγίῳ Θωμᾷ μετὰ τὴν πληροφορίαν, εἰπεῖν τὸ τοῦ Δαυῒδ · Ἐν ἡμέρᾳ θλίψεώς μου τὸν Θεὸν ἐξεζήτησα, καὶ ἐπειδὴ χερσὶν ἠρεύνα, εἰπεῖν τὸ ἐπαγόμενον· Ταῖς χερσί μου, νυκτός, ἐναντίον αὐτοῦ, καὶ οὐκ ἠπατήθην. Μὴ γίνου ἄπιστος, ἀλλὰ πιστός. Ἐκεῖνος καὶ ἀπὸ τοῦ τύπου θεασάμενος τὸν παθόντα, καὶ ἀπὸ τῆς προγνώσεως Θεὸν λέγει· Ὁ Κύριός μου καὶ ὁ Θεός μου. Ἀκουέτωσαν οἱ αἱρετικοί . Εἰ ἀληθῶς παραιτεῖται καὶ οὐκ ἔστιν ὁμότιμος τοῦ πατρός, τίνος ἕνεκεν οὐκ ἀποπέμπεται τὴν ὑπερβαίνουσαν αὐτῷ τιμήν; Ἤκουσεν οὖν παρά τινος, Διδάσκαλε ἀγαθέ, καὶ λέγει· Τί με λέγεις ἀγαθόν; Οὐδεὶς ἀγαθός, εἰ μὴ εἷς ὁ Θεός. Καίτοι τὸ ἀγαθόν, ὄνομα καὶ ἐν ἡμῖν πολιτεύεται. Ἀγαθὸς ἀκοῦσαι κατὰ τὴν σὴν ὑπόνοιαν παρῃτήσατο· Θεὸς καὶ Κύριος ἀκοῦσαι οὐ πολλῷ μᾶλλον ὤφειλε παραιτήσασθαι; Διδάσκαλε ἀγαθέ, καὶ λέγει· Τί με λέγεις ἀγαθόν; Ὧδε, Ὁ Κύριός μου καὶ ὁ Θεός μου, καὶ οὐκ εἶπε· Τί με λέγεις Κύριον καὶ Θεόν; Ἀλλ’ ἐκεῖ, ἐπειδὴ ἀνάξιος αὐτοῦ ἦν ἡ φωνὴ· οὐ γὰρ εἶπε, Κύριε ἀγαθέ, ἀλλά, Διδάσκαλε ἀγαθέ· τὸ εὐτελὲς ἀπεπέμψατο, καὶ τὸ ἔνδοξον ἀπεδέξατο. Ἐκεῖ ἐμέμψατο, ἀλλὰ καὶ ἐκ τῶν ἐναντίων ἐμέμψατο, ὅτι βράδιον εἶπεν. Ἐμέμψατο αὐτόν, οὐχ ὅτι εἶπεν, Ὁ Κύριός μου, ἀλλ’ ὅτι βράδιον λέγει. Ἐπεὶ τοίνυν εἶδες καὶ ἐπίστευσας, μακάριοι οἱ μὴ ἰδόντες, καὶ πιστεύσαντες. Εἷς ἐνεκλήθη, καὶ ἡμεῖς πάντες ἐμακαρίσθημεν· ὁ γὰρ μακαρισμὸς οὗτος, ἐπὶ πάντας ἡμᾶς καὶ τοὺς μεθ’ ἡμᾶς διαβαίνει, ὅτι μὴ παραλαβόντες ὄψει τὰ θαύματα, ἀλλὰ πίστει δεχόμενοι, κοινωνοὶ γινόμεθα τοῦ μεγάλου τούτου καὶ ἐνδόξου μακαρισμοῦ. Ἀλλ’ ἀπὸ τῆς ἱστορίας, ἣν ἐπιτόμως διεδράμομεν, μεταβαίνωμεν, εἰ μὴ ἀπεκάμετε πρὸς τὸ πλῆθος τῶν εἰρημένων, εἰς ἄλλην προφητικὴν φωνήν· Δεῦτε, ἀναβῶμεν εἰς τὸ ὄρος τοῦ Κυρίου. Ἀπὸ γὰρ τοῦ ὄρους τῶν Ἐλαιῶν ἀνελήφθη ὁ Σωτήρ. Δεῦτε, ἀναβῶμεν εἰς τὸ ὄρος τοῦ Κυρίου, καὶ εἰς τὸν οἶκον τοῦ Θεοῦ Ἰακώβ . Ἐτίμησε δὲ ὁ Θεὸς καὶ τὴν ἡμετέραν πόλιν τῇ ὁμωνυμίᾳ τοῦ ὄρους· καὶ γὰρ ἐκεῖ ἐξ ὄρους τοῦ λεγομένου ἐλαιῶνος ἀνελήφθη ὁ Σωτήρ, καὶ ὧδε ὁμονύμως ἡ λεγομένη ἐλαία πεφύτευται, καὶ τῇ ἐγγύτητι καὶ τῇ ὁμωνυμίᾳ πιστουμένη τὴν ἀρχαίαν ἱστορίαν. Καὶ γὰρ ἀνήγαγεν ὁ Σωτὴρ τοὺς μαθητὰς εἰς τὸ ὄρος τῶν Ἐλαιῶν . Ἦν δὲ τὸ ὄρος τῶν Ἐλαιῶν ἀπέναντι Ἰερουσαλήμ . Κἀκείνῃ καὶ ταύτῃ πρόσεχε τοίνυν. Δεῦτε, ἀναβῶμεν εἰς τὸ ὄρος τοῦ Κυρίου· συνανέλθωμεν τῷ πόθῳ καὶ τῷ λόγῷ· καὶ ἴδωμεν τίνα ἡμῖν ἐπραγματεύσατο ἡ σωτήριος ἀνάληψις. Βούλομαι οὖν αὐτὴν τὴν βίβλον τῶν Πράξεων κατὰ μέρος ἐκ τῶν προοιμίων ἐξιχνιάσαι, ἵνα μεθ’ ὑμῶν ἀντλήσω τὰ θεῖα νάματα, καὶ ἐρευνήσωμεν κοινῇ τοὺς θησαυρούς, ὡς ἔμποροι τῆς ἀληθείας, καὶ ὡς σπεύδοντες πλουτεῖν ἐν εὐσεβείᾳ. Πράξεις, φησί, τῶν ἀποστόλων . Καὶ αὕτη ἡ ἐπιγραφὴ πᾶσαν ἐμφαίνει τῶν πραγμάτων τὴν δύναμιν, καὶ ἔστι τὸ προοίμιον, ὅλης τῆς πραγματείας τὸ ἐπάγγελμα. Οὐδὲ γὰρ πάντων τῶν ἀποστόλων ἐμφέρονται τῇ βίβλῳ αἱ πράξεις· ἀλλ’ εἴ τις ἀκριβῶς ζητήσειε, τὰ μὲν πρῶτα τῆς βίβλου, Πέτρου ἐκφαίνει θαύματα καὶ διδασκαλίαν, ὀλίγην δὲ τῶν ἀποστόλων· καὶ μετὰ ταῦτα, εἰς Παῦλον κενοῦται πᾶσα ἡ πραγματεία. Πέτρος μνημονεύεται καὶ Παῦλος , καὶ πῶς πάντων τῶν ἀποστόλων αἱ πράξεις; Ἀλλ’ ἐπειδὴ κατὰ τὸν μακάριον Παῦλον , δοξαζομένου μέλους ἑνὸς συνδοξάζεται πάντα τὰ μέλη, οὐκ ἐπέγραψεν ὁ ἱστοριογράφος, Πράξεις Πέτρου καὶ Παύλου , ἀλλὰ τῶν ἀποστόλων· κοινὸν γὰρ τὸ ἐγκώμιον, κοινὸν καὶ τὸ ἐπάγγελμα.