Ὅτι μὲν οὖν ἀνελαμβάνετο, ἐφαίνετο· τὸ δὲ πῶς ἐλεύσεται, τοῖς ἀγγέλοις πόθεν ἦν δῆλον; Ἐξ ὧν τὸ Πνεῦμα τὸ ἅγιον ἐλάλησεν ἐν τῷ προφήτῃ, ἐξ ὧν ὁ Σωτὴρ ἐπηγγείλατο. Ὅτε γὰρ ἐμαίνετο Καϊάφας καὶ εἶπεν· Ὁρκίζω σε τὸν Θεὸν τὸν ζῶντα· εἰ σὺ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος· λέγει αὐτῷ· σὺ εἶπας, καὶ ἀπάρτι ὄψεσθε τὸν υἱὸν τοῦ ἀνθρώπου καθὴμενον ἐκ δεξιῶν τῆς δυνάμεως καὶ ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ. Ἐπεῖ οὖν ἀνελήφθη ἐπὶ νεφέλης καὶ ἔρχεται ἐπὶ νεφέλης, λέγει· Ὃν τρόπον ἐθεάσασθε αὐτὸν πορευόμενον εἰς τὸν οὐρανόν, οὕτως ἐλεύσεται. Καὶ ὁρᾶτε τὸ θαυμαστὸν ἀδελφοί· ὥσπερ βασιλεὺς προερχόμενος εἰς ἔνδειξιν βασιλείας ἢ στρατοῦ, ἢ ἑτέρων τῶν πανήγυριν τελούντων βασιλικήν, οὐ μόνον ἑνὶ κέχρηται ὀχήματι, ἀλλ’ ἀκολουθεῖ καὶ ἄλλα πλείονα, κἂν μηδένα φέρῃ· οὕτως ὅταν μέλλῃ ὁ Χριστὸς ἐν τῇ βασιλείᾳ τῆς δόξης αὐτοῦ ἐπιδημεῖν, οὐ μία ἐστὶ νεφέλη βαστάζουσα αὐτόν, ἀλλὰ πολλαὶ παρέπονται. Ἐλεύσεται γὰρ ἐπὶ τῶν νεφελῶν. Ὅτε ἀνελαμβάνετο, μία ἤρκεσε, νεφέλη γὰρ αὐτὸν ὑπέλαβεν· ὅτε ἔρχεται, μετὰ πολλῶν νεφελῶν μέλλει ἔρχεσθαι. Εἰ μόνος ἔρχεται, τίς ἡ χρεία τῶν πολλῶν νεφελῶν; Πρόσεχε παρακαλῶ. Ἐνταῦθα ἀκολουθεῖ βασιλέως ὄχημα οὐδὲν βαστάζον, ἀλλ’ εἰς τιμὴν τοῦ βασιλέως μόνον· τότε δὲ τῷ Σωτῆρι ἀκολουθήσουσι νεφέλαι πολλαί, ἵνα ἁρπαγῶσιν οἱ ἅγιοι ἀπὸ τῆς γῆς μετὰ τὴν ἀνάστασιν καὶ ἀναληφθῶσιν ἐν ταῖς νεφέλαις, ἵνα κοινωνοὶ γένωνται καὶ τῆς ἀναλήψεως, καὶ ἀπαντήσαντες τῷ βασιλεῖ, μετ’ αὐτοῦ ἔλθωσιν, οὐ βαδίζοντες ἀλλὰ καθήμενοι, οὐ δορυφοροῦντες ἀλλὰ καὶ αὐτοὶ ἐπὶ νεφελῶν βασταζόμενοι. Πόθεν τοῦτο; Λέγει Παῦλος · Ὃτι αὐτὸς ὁ Κύριος ἐν κελεύσματι, ἐν φωνῇ ἀρχαγγέλου, καὶ ἐν σάλπιγγι Θεοῦ καταβήσεται ἀπ’ οὐρανοῦ. Καὶ οἱ νεκροὶ ἐν Χριστῷ ἀναστήσονται πρῶτοι· ἔπειτα ἡμεῖς οἱ ζῶντες ἁρπαγησόμεθα ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ Κυρίου. Αἱ δὲ νεφέλαι διὰ τοὺς ἀποστόλους, αὐτῷ γὰρ ἤρκει μία διὰ τὴν σωματικὴν ὄψιν. Ἁρπαγησόμεθα γὰρ ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ Κυρίου· ὡς ἀξιωματικοὶ βασιλεῖ ἀπαντῶντες· εἰς ἀπάντησιν τοῦ Κυρίου εἰς ἀέρα· καὶ οὕτως πάντοτε σὺν Κυρίῳ ἐσόμεθα. Λοιπὸν οἱ ἐν τῇ γῇ παραμένοντες τεταπεινωμένοι, οἱ ἀνάξιοι τῆς δόξης, οἱ ὑπεύθυνοι τῆς τιμωρίας διὰ τὴν ἀπιστίαν, ἄρχονται ὁρᾶν τὸν βασιλέα καὶ τοὺς ἀπαντῶντας. Εὑρίσκονται δὲ καὶ οἱ ἅγιοι ὥσπερ ἐπιδημοῦντες· ὁ γὰρ ὑπαντήσας καὶ πάλιν ὑποστρέψας, ὡς τῷ βασιλεῖ συνερχόμενος εὑρίσκεται· καὶ τοῦτο γίνεται πληρουμένου τοῦ προφητικοῦ ῥητοῦ· Ἥξει Κύριος ὁ θεός μου, καὶ πάντες οἱ ἅγιοι μετ’ αὐτοῦ. Οὕτως ἔρχονται εἰς ἀπάντησιν τοῦ Κυρίου ἐν νεφέλαις καὶ ἁρπαγήσονται. Οὗτος οὖν ὁ Ἰησοῦς ὁ ἀναληφθεὶς ἀφ’ ὑμῶν, οὕτως ἐλεύσεται. Ὅρα ὅσα εἶπεν ἡ γραφή, ἵνα διὰ πάντων ἡμᾶς ἀσφαλίσηται· βλεπόντων αὐτῶν ἐπήρθη· διέστη ἀπ’ αὐτῶν, καὶ ἀνεφέρετο, καὶ νεφέλη ὑπέλαβεν αὐτόν· καὶ ὡς ἀτενίζοντες ἦσαν εἰς τὸν οὐρανὸν πορευομένου αὐτοῦ. Ἀνελήφθη, ἐπήρθη, ἀνεφέρετο, εἰσῆλθεν· Οὐ γὰρ εἰς χειροποίητα ἅγια εἰσῆλθεν ὁ Ἰησοῦς , ἀλλ’ εἰς αὐτὸν τὸν οὐρανόν, ἐμφανισθῆναι τῷ Θεῷ. Οὐ μόνον εἰσῆλθεν, ἀλλὰ καὶ διῆλθεν. Ἔχοντες γὰρ, φησὶν ὁ Παῦλος , ἀρχιερέα μέγαν διεληλυθότα τοὺς οὐρανούς, Ἰησοῦν . Ἀνῆλθεν, ἀνέβη, ἀνελήφθη, ἐπορεύετο, διῆλθε. Πρόσεχε. Ἀνέβη ὡς ἐξουσίαν ἔχων, ἵνα πληρωθῇ τὸ τοῦ προφήτου λόγιον· Ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ. Ἐνταῦθα ὁ προφήτης γυμνὴν φέρει φωνήν. Ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ. Ἄρατε πύλας, οἱ ἄρχοντες, ὑμῶν, καὶ ἐπάρθητε πύλαι αἰώνιοι, καὶ εἰσελεύσεται ὁ Βασιλεὺς τῆς δόξης. Εἰσελεύσεται· Οὐ γὰρ εἰς χειροποίητα ἅγια εἰσῆλθεν ὁ Ἰησοῦς , ἀλλ’ εἰς αὐτὸν τὸν οὐρανόν, εἰσελεύσεται ὁ Βασιλεὺς τῆς δόξης. Δύο λοιπὸν ἐγένετο· ὥσπερ ἐξενίσθη ἡ γῆ θεασαμένη περιβεβλημένον σῶμα τὸν Σωτῆρα, καὶ ὥσπερ ἔθος ἡμῖν, ὅταν ἴδωμεν ξένον πρόσωπον, λέγομεν· Τίς ἐστιν οὗτος; οὐδεὶς γὰρ περὶ γνωρίμου ἐρωτᾷ· οὕτως ἡ γῆ θεασαμένη τὸν Σωτῆρα, δύναμιν θεϊκὴν ἔχοντα, καὶ ἐπιτάσσοντα τοῖς ἀνέμοις καὶ τῇ θαλάσσῃ, λέγει· Τίς ἐστιν οὗτος, ὅτι ἡ θάλασσα καὶ οἱ ἄνεμοι ὑπακού ουσιν αὐτῷ; Ὥσπερ οὖν ἡ γῆ ξενιζομένη ἐβόα, Τίς ἐστιν οὗτος; οὕτως ὁ οὐρανὸς ξενιζόμενος ἐν σαρκὶ βλέπων τὴν θεότητα, λέγει· Τίς ἐστιν οὗτος ὁ Βασιλεὺς τῆς δόξης; Καὶ ὅρα τὸ θαυμαστόν. Ὁ Σωτὴρ ἦλθε, καὶ ἐλθὼν ἤνεγκε τὸ ἅγιον Πνεῦμα· ἀνελθὼν ἀνήνεγκε σῶμα ἅγιον, ἵνα δῷ τῷ κόσμῳ ἐνέχυρον σωτηρίας, Πνεύματος ἁγίου. Πάλιν τῷ αὐτῷ κόσμῳ, ἀρραβῶνα σωτηρίας, τὸ σῶμα τὸ ἅγιον λεγέτω ὁ Χριστιανός. Ὅταν δὲ εἴπω τοῦτο, καὶ σὲ λέγω καὶ ἕκαστον πρόσωπον Χριστιανοῦ. Ἐγὼ Χριστιανός εἰμι· τοῦ Θεοῦ εἰμι. Πόθεν τοῦτο; Πνεῦμα ἅγιον ἔχω τὸ ἐξ οὐρανοῦ. Θέλεις καὶ ἄλλην ἀπόδειξιν; Ἔλαβον Πνεῦμα ἐξ οὐρανοῦ τὸ τοῦ Θεοῦ· ἔχω μου τὸν ἀρραβῶνα. Ἄνω τὸ σῶμα αὐτοῦ, κάτω τὸ Πνεῦμα αὐτοῦ πρὸς ἡμᾶς. Ἀμφιβάλλεις ὅτι τοῦ Θεοῦ ἐσμεν; Γένος ἐγένετο ἕν, Θεοῦ καὶ ἀνθρώπων. Ὥσπερ γὰρ τὰ διεστῶτα μέρη συνάπτει ἐπιγαμβρία, καὶ ὁ μὴ εἰδώς τινα πόθεν ἐστί, μιᾶς συναπτομένης καὶ ἑνός, δύο γένη ὅλα συνάπτει, ὁ μὲν ὡς ἀνεψιός, ὁ δὲ ὡς θεῖος· οὕτως ἀναλαβόντος σάρκα Χριστοῦ, διὰ τῆς σαρκὸς ἐγένετο πᾶσα ἡ Ἐκκλησία συγγενὴς Χριστοῦ· Παῦλος Χριστοῦ συγγενής, Πέτρος , πᾶς πιστός, πάντες ἡμεῖς, πᾶς εὐσεβής. Διὰ τοῦτο λέγει Παῦλος · Γένος οὖν Θεοῦ ὑπάρχοντες. Ἀλλ’ οἶδα τὴν ἔννοιαν καθ’ ἣν εἴρηται· οὐ σκοπός μοί ἐστιν ὅλην ἱστορῆσαι τὴν θεωρίαν, ἀλλ’ ὅτι βεβαιοῖ Παῦλος τὸ γένος. Καὶ ἀλλαχοῦ πάλιν· Ἡμεῖς ἐσμεν σῶμα Χριστοῦ, καὶ μέλη ἐκ μέρους ἐκ τῆς σαρκὸς αὐτοῦ. Ἀντὶ τοῦ· Διὰ τὴν σάρκα ἣν ἀνέλαβε, συγγενεῖς αὐτοῦ ἐσμεν. Ἔχομεν οὖν τὸ ἐνέχυρον ἄνω καὶ τὸ Πνεῦμα τὸ ἅγιον μεθ’ ἡμῶν. Καὶ ὅρα τὸ θαυμαστόν. Οὐ λέγω ὅτι τὸ Πνεῦμα κατέβη ἐξ οὐρανοῦ, καὶ οὐκέτι ἐστὶν ἐν οὐρανῷ· καὶ ἀντηλλάξατο τὸ μὲν σῶμα τὸν οὐρανόν, τὸ δὲ Πνεῦμα τὴν γῆν· ἀλλὰ καὶ μεθ’ ἡμῶν τὸ Πνεῦμα, καὶ πανταχοῦ, καὶ ἄνω· Ποῦ πορευθῶ ἀπὸ τοῦ Πνεύματός σου; Καὶ τί θαυμάζεις εἰ τὸ Πνεῦμα καὶ μεθ’ ἡμῶν καὶ ἄνω, καὶ τὸ σῶμα Χριστοῦ καὶ ἄνω καὶ μεθ’ ἡμῶν; Ἔσχεν ὁ οὐρανὸς τὸ ἅγιον σῶμα, ἐδέξατο δὲ ἡ γῆ τὸ ἅγιον Πνεῦμα· ἦλθεν ὁ Χριστὸς καὶ ἤνεγκε τὸ ἅγιον Πνεῦμα, ἀνῆλθε καὶ ἀνήνεγκε τὸ ἡμέτερον σῶμα. Καὶ ἦν ἰδεῖν τὴν εἰκόνα τοῦ Ἀδὰμ τὴν ἐν τάφοις κεχωσμένην, οὐκέτι μετ’ ἀγγέλων φαινομένην, ἀλλ’ ὑπεράνω τῶν ἀγγέλων συγκαθημένην τῷ Θεῷ, ἵνα ἡμᾶς συγκαθίσῃ. Ὤ τῆς ξένης οἰκονομίας. Ὤ τοῦ μεγάλου βασιλέως, ταῦτα πάντα τοῦ μεγάλου, τοῦ ὄντως μεγάλου καὶ θαυμαστοῦ. Καὶ ὡς εἶπεν ὁ προφήτης· Κύριε ὁ Κύριος ἡμῶν, ὡς θαυμαστὸν τὸ ὄνομά σου ἐν πάσῃ τῇ γῇ, ὅτι ἐπήρθη ἡ μεγαλοπρέπειά σου ὑπεράνω τῶν οὐρανῶν! Ἐπήρθη ἡ θεότης; Οὐχί! Θεὸς γὰρ οὐκ ἀναλαμβάνεται, ὁ ὧν ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ· ἀλλ’ ἡ σάρξ ἡ ἐμή, ἡ τοῦ δούλου μορφή· οὐχ ἡ τοῦ θεοῦ εἰκών. Αὐτολεξεὶ κεῖται· Βλεπόντων αὐτῶν ἐπήρθη. Ὁ τὰ πάντα μέγας, μέγας ὁ Θεός, μέγας ὁ Κύριος· Μέγας Κύριος καὶ αἰνετὸς σφόδρα. Εἰ δὲ μέγας Θεὸς καὶ μέγας Κύριος, μέγας βασιλεύς· Βασιλεὺς μέγας ἐπὶ πᾶσαν τὴν γῆν. Ὄρη Σιών , τὰ πλευρὰ τοῦ βορρᾶ, ἡ πόλις τοῦ βασιλέως τοῦ μεγάλου. Μέγας προφήτης, μέγας ἱερεύς, μέγα φῶς, τὰ πάντα μέγας. Καὶ ἀεὶ ἡ Γραφὴ μετὰ προσθήκης αὐτὸν λέγει μέγαν, ὡς ὅταν λέγῃ Παῦλος · Τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν, Ἰησοῦ Χριστοῦ· ὡς καὶ Δαυῒδ λέγει· Μέγας Κύριος καὶ αἰνετὸς σφόδρα. Μέγας βασιλεύς, μέγας προφήτης· ὅτε ἐποίει τὰ θαύματα ὁ Ἰησοῦς , ἔλεγον ὅτι μέγας προφήτης ἐγήγερται, καὶ ὅτι ἐπεσκέψατο ὁ Θεὸς τὸν λαὸν αὐτοῦ. Οὐ μόνον γὰρ κατὰ τὴν θεότητα μέγας, ἀλλὰ καὶ κατὰ τὴν σάρκα· ὥσπερ γὰρ Θεὸς μέγας, καὶ Κύριος μέγας, καὶ βασιλεὺς μέγας κατὰ τὴν θεότητα· οὕτω πάλιν ἱερεὺς μέγας, προφήτης μέγας. Πόθεν τοῦτο; Λέγει Παῦλος · Ἔχοντες οὖν ἀρχιερέα μέγαν, διεληλυθότα τοὺς οὐρανοὺς Ἰησοῦν τὸν Υἱὸν τοῦ Θεοῦ, κρατῶμεν τῆς ὁμολογίας ἡμῶν. Εἰ δὲ ἀρχιερεὺς μέγας καὶ προφήτης μέγας, ὄντως ἐπεσκέψατο ὁ Θεὸς τὸν λαὸν αὐτοῦ, καὶ ἀνέστησε προφήτην μέγαν ἐν τῷ Ἰσραήλ . Εἰ δὲ μέγας προφήτης, μέγας ἱερεύς, φῶς μέγα· Γαλιλαία τῶν ἐθνῶν, ὁ λαὸς ὁ καθήμενος ἐν σκότει, εἶδε φῶς μέγα. Ἀλλὰ καὶ ἡ ἡμέρα αὐτοῦ μεγάλη, ὡς λέγει ὁ προφήτης· Πρὶν ἐλθεῖν τὴν ἡμέραν Κυρίου τὴν μεγάλην. Πανταχοῦ μέγαν ἀκούων, καὶ μεγάλα τὰ ἔργα Κυρίου, πόθεν ἐπῆλθέ σοι σχίζειν, αἱρετικέ, καὶ σμικρύνειν τὸν μέγαν; Ἔχομεν οὖν ἀρραβῶνα τῆς ζωῆς ἡμῶν ἐν οὐρανῷ· συνανελήφθημεν γὰρ τῷ Χριστῷ. Πάλιν οὖν ἁρπαζόμεθα ἐν νεφέλαις, ἐὰν ὦμεν ἄξιοι ἐπὶ νεφελῶν ἀπαντῆσαι. Ὑπόδικος οὐκ ἀπαντᾷ δικαστῇ, ἀλλὰ φαίνεται μὲν αὐτῷ παριστάμενος· οὐκ ἀπαντᾷ δέ, ὡς ἀπαρρησίαστος ὤν. Εὐξώμεθα οὖν, ἵνα τῶν ἀπαντώντων κἂν ἐν μικρᾷ τάξει τύχωμεν. Ὥσπερ γὰρ οἱ ἀπαντῶντες βασιλεῖ, κἂν μὴ πάντες ὦσιν ὁμότιμοι, ἀλλ’ ὅμως τετίμηνται· οὕτως ἔσται καὶ τότε. Οὐδὲ γὰρ πάντες ὁμοίως ἐπολιτεύσαντο. Ἕκαστος γὰρ τὸν ἴδιον μισθὸν λήψεται κατὰ τὸν ἴδιον κόπον. Μηδέποτε κωλυέσθω λόγος λόγου. Μετ’ ἀληθείας παρρησιαζόμεθα γάρ, ἀγάπῃ Χριστοῦ λαὸν τρέφοντες, ψυχὰς ἀρδεύοντες· ψυχαῖς μεριζόμενοι, ταῖς δὲ ὑπονοίαις μὴ σχιζόμενοι. Ὁ εἰρήνης ἐχθρὸς ἔχει τὸν δικάζοντα. Καὶ ἐπειδή, ἀδελφοί, ἀνθρώπους πείθομεν, Θεῷ δὲ πεφανερώμεθα, μάρτυς ὁ τῶν ἐννοιῶν ἐπόπτης, ὃς ἀπαιτήσει λόγον πάντα τὸν λαλοῦντα τὸ ψεῦδος, ὡς οὐδέποτε ἐχθροὶ εἰρήνης, οὔτε ἠθελήσαμεν, οὔτε θέλομεν γενέσθαι. Ἐὰν γὰρ τὴν εἰρήνην ἀπολέσωμεν, ἐχθροί ἐσμεν ἐκείνων τῶν ἀκουόντων· Εἰρήνη ὑμῖν. Ἀλλ’ ὅτι εἰρήνην θέλομεν, καὶ σπεύδομεν, καὶ ποθοῦμεν, μάρτυς ὁ εἰδώς· περὶ δὲ τῶν λοιπῶν σιωπήσομαι. Ὁ γὰρ βραβευτὴν ἐκδεχόμενος τὸν Θεόν, τῇ ἀπολογίᾳ οὐχ ὑβρίζει τὸ ἄνω δικαστήριον. Δυνατὸς δὲ ὁ Θεὸς εἰρήνην δοῦναι, εἰρήνην πῆξαι, ἐν τοῖς κηρύσσουσιν, ἐν τοῖς κηρυσσομένοις, ἐν τοῖς διδάσκουσιν, ἐν τοῖς μανθάνουσιν, ἵνα διὰ πάντων ἀπὸ εἰρήνης ἀρξάμενοι, καὶ ἐν εἰρήνῃ μεσάσαντες, καὶ ἐν εἰρήνῃ πληρώσαντες, τῷ Θεῷ τῆς εἰρήνης δόξαν ἀναπέμψωμεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.