Ἔδειξε τοίνυν τοὺς τύπους τῶν ἥλων τοῖς μαθηταῖς· ἐντεῦθεν γὰρ ἡμῖν ἐξῆλθεν εἰς ταύτην τὴν ἀκολουθίαν ὁ λόγος· ὅτι μένουσιν οἱ τύποι ἄχρι τῆς παρουσίας, ἵνα καὶ οἱ ἴδιοι τότε ἰδόντες σεμνύνωνται, ὅτι καλῶς ἐπίστευσαν τῷ σταυρωθέντι, καὶ οἱ ἐχθροὶ αἰσχυνθήσονται οἱ ἀντιπίπτοντες τῷ σταυρωθέντι· περὶ ὧν λέγει Παῦλος · Πολλοὶ γὰρ περιέρχονται οὓς πολλάκις λέγω τοὺς ἐχθροὺς τοῦ σταυροῦ τοῦ Χριστοῦ, ὧν τὸ τέλος ἀπώλεια. Ἐν τῷ οὖν εὐλογεῖν αὐτὸν αὐτούς, διέστη ἀπ’ αὐτῶν καὶ ἀνεφέρετο εἰς τὸν οὐρανόν. Ταῦτα ἐν τῷ εὐαγγελίῳ, καὶ ὁ αὐτὸς δὲ ἐν ταῖς Πράξεσι λέγει· Βλεπόντων αὐτῶν ἐπήρθη, καὶ νεφέλη ὑπέλαβεν αὐτὸν ἀπὸ τῶν ὀφθαλμῶν αὐτῶν. Λοιπὸν οὐκέτι ὡς ἀνθρωπίνῃ σαρκὶ δουλεύει ἡ φύσις τῶν κτισμάτων, ἀλλ’ ὡς Θεῷ. Νεφέλη βαστάζει τὸν Δεσπότην, ἵνα πληρωθῇ τὸ τοῦ προφὴτου Δαυῒδ λόγιον· Ὁ τιθεὶς νέφη τὴν ἐπίβασιν αὐτοῦ. Νεφέλη ὑπέλαβεν αὐτὸν ἀπὸ τῶν ὀφθαλμῶν αὐτῶν· καὶ ὡς ἀτενίζοντες ἦσαν εἰς τὸν οὐρανὸν πορευομένου αὐτοῦ. Οὐκέτι λαλεῖ, ἀναλαμβανομένου αὐτοῦ, ἀλλὰ πορευομένου· τῷ σχήματι γὰρ τῆς σαρκὸς ἀνελήφθη, τῇ αὐθεντίᾳ δὲ ἐπορεύετο. Καὶ ὡς ἀτενίζοντες ἦσαν εἰς τὸν οὐρανὸν πορευομένου αὐτοῦ, καὶ ἰδοὺ παρειστήκεισαν δύο ἄνδρες ἐν ἐσθῆτι λευκῇ. Οἱ ἄγγελοι ἐν ἀνδρῶν σχήματι ἐφάνησαν· ταῦτα ἐν τῷ ὄρει τῶν ἐλαιῶν . Τούτου δὲ τοῦ ὄρους τὴν ὁμωνυμίαν ἔλαχεν ἡ ἐκκλησία· καὶ οὐδὲ ἐκεῖ ἠμοιρὴσατε δύο ἄνδρες ἐν ἐσθῆτι λευκῇ. Εἴχετε γὰρ ἐκεῖ ἀντὶ δύο ἀνδρῶν λευχειμονούντων τὸν ἅγιον Ἄλκιμον καὶ Φιλήμονα , τοὺς ἁγίους μάρτυρας, ἀεὶ ἐν ἐσθῆτι λευκῇ τοῦ μαρτυρίου λάμποντας. Ἔλεγον οἱ ἄγγελοι πρὸς ἐκείνους· Ἄνδρες Γαλιλαῖοι . Μακάριοι οἱ ὄντες ἄξιοι ταύτης τῆς φωνῆς. Ἀεὶ οἱ ἐχθροὶ τῆς εὐσεβείας ὅταν ὀνειδίζουσιν ἡμῖν, Γαλιλαίους καλοῦσιν. Οἱ ἄγγελοι σεμνύνουσιν ἡμᾶς· ἄνδρες Γαλιλαῖοι . Oἱ ἀγνοοῦντες τὸ ὄνομα ἡμῶν δοκοῦσιν ὑβρίζειν ἡμᾶς. Γαλιλαῖοι καλούμεθα οἱ ἀποκεκαλυμμένοι. Πρῶτον γὰρ σημεῖον ἐν Κανὰ τῆς Γαλιλαίας ἐποίησεν ὁ Χριστός· καὶ ἐκεῖ ἐφανέρωσε τὴν δόξαν αὐτοῦ. Ἄνδρες Γαλιλαῖοι · ἐντεῦθεν ὁ προφήτης ὅλης τῆς γῆς προτιμᾷ τὴν Γαλιλαίαν · λέγει γὰρ Ἡσαΐας · Ἐπένθησεν ἡ γῆ, ᾐσχύνθη ὁ Λίβανος , ἕλη ἐγένετο ὁ Ἀσσαρών , φανερὰ ἔσται ἡ Γαλιλαία καὶ ὁ Κάρμηλος . Ἄνδρες Γαλιλαῖοι , τί ἑστήκατε ἐμβλέποντες εἰς τὸν οὐρανόν; Τὸ δὲ ἑστήκατε οὐ μεμφομένων ἐστὶ τῶν ἀγγέλων. Τί γὰρ ἦν ἀξιοπιστότερον τοῦ βλέπειν τὸν Σωτῆρα ἀναλαμβανόμενον; Ἀλλ’ ἐπειδὴ εἶπεν· Ἔσεσθέ μοι μάρτυρες, λέγουσιν οἱ ἄγγελοι· Τί ἑστήκατε ἀργοί; Μνημονεύσατε τῶν προσταγμάτων αὐτοῦ. Τί ἑστήκατε ἐμβλέποντες εἰς τὸν οὐρανόν; Μὴ γὰρ πάλιν ἔρχεται πρὸς ὑμᾶς σήμερον; Τί ἑστήκατε ἐμβλέποντες; Οὗτος ὁ Ἰησοῦς ὁ ἀναληφθεὶς ἀφ’ ὑμῶν. Ἐπειδὴ τὸ ἀναληφθεὶς ἀνάξιον ἦν τοῦ Θεοῦ, οὐ λέγουσιν· Οὗτος ὁ υἱὸς ὁ μονογενὴς ὁ ἀναληφθείς. Θεὸς γὰρ οὐκ ἀναλαμβάνεται, ὁ ὢν ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ καὶ πανταχοῦ. Οὗτος ὁ Ἰησοῦς · τουτέστιν αὕτη ἡ σάρξ ἡ Δεσποτική. Ὅπου γὰρ σωματικόν ἐμφαίνει, τῇ δεικτικῇ κέχρηται φωνῇ καὶ τῇ τοῦ Ἰησοῦ . Οὗτος ὁ φαινόμενος Ἰησοῦς , τὸ ἀπὸ Μαρίας φανέν. Οὗτος ὁ Ἰησοῦς , ὥσπερ καὶ Πέτρος λέγει, ἀσφαλῶς οὖν γινωσκέτω πᾶς οἶκος Ἰσραὴλ , ὅτι Κύριον αὐτὸν καὶ Χριστὸν ὁ Θεὸς ἐποὶησε, τοῦτον τὸν Ἰησοῦν ὃν ὑμεῖς ἐσταυρώσατε. Οὐ λέγει, τοῦτον τὸν υἱόν, ἢ τὸν μονογενῆ, ἀλλὰ τὸν Ἰησοῦν . Περὶ γὰρ τὸ φαινόμενον τὸ πάθος, ἀπαθὴς δὲ ἡ θεότης εἰ καὶ συνῆν τῷ πάσχοντι. Οὐ γὰρ λέγω ὅτι ἀπελείφθη παθόντος τοῦ σώματος αὐτοῦ, ἀλλ’ ὅλως ἦν ἐν τῷ πάσχοντι ὁ ἀπαθής, ἐν τῷ θνητῷ ἡ ἀθάνατος φύσις. Τί ἑστήκατε ἐμβλέποντες εἰς τὸν οὐρανόν; Οὗτος ὁ Ἰησοῦς ὁ ἀναληφθεὶς ἀφ’ ὑμῶν εἰς τὸν οὐρανόν, οὕτως ἐλεύσεται ὃν τρόπον ἐθεάσασθε αὐτὸν πορευόμενον εἰς τὸν οὐρανόν. Ἐπειδὴ ἀνελήφθη πρὸ τούτου Ἠλίας · ἀνελήφθη δὲ εἰς ὕψος ἀέριον, οὐκ εἰς οὐρανόν· ἵνα μὴ ὁμότιμος ἡ ἀνάλη ψις ᾖ, λέγει, ὡς εἰς τὸν οὐρανόν, ἐνταῦθα δέ, εἰς τὸν οὐρανόν. Οὕτως ἐλεύσεται ὃν τρόπον ἐθεάσασθε αὐτὸν πορευόμενον εἰς τὸν οὐρανόν. Ἐκεῖ· Ἀνελαμβάνετο Ἠλίας ὡς εἰς τὸν οὐρανόν· ἐκεῖ διὰ τοῦ ὡς, τὸ ὕψος ἠσφαλίσατο ἡ γραφή. Καὶ ἀνελαμβάνετο Ἠλίας ὡς εἰς τὸν οὐρανόν, ἕτερον δὲ τοῦτο. Καὶ ἐν τούτῳ ὁ Θεὸς τοὺς προφήτας ἐπληροφόρησεν, ὅτι εἰς οὐρανὸν οὐκ ἀνελήφθη Ἠλίας . Ἀμέλει λέγουσι τῷ Ἐλισσαίῳ , ὅτι εἰς ὕψος ἀνῆλθεν, οὐρανὸν δὲ οὐκ ἔφθασε· Λάβε πεντήκοντα ἄνδρας, καὶ ἀπόστειλον εἰς πάντα τὰ ὄρη καὶ βουνούς, μήποτε ἀνέλαβεν αὐτὸν τὸ Πνεῦμα καὶ ἔθηκεν ἐφ’ ἓν τῶν ὀρέων καὶ οὐκ οἴδαμεν ποῦ ἐστιν. Ἀπεστάλησαν πεντήκοντα ζητοῦντες· οὐδεὶς δὲ πεπληροφορημένος ἦν ποῦ ζητὴσει. Διὰ τοῦτο· Ἀνελαμβάνετο ὡς εἰς τὸν οὐρανόν. Ἰουδαῖοι φαντάζονται καὶ λέγουσιν· Ἠλίας εἰς τὸν οὐρανὸν ἀνελήφθη, καὶ αὐτὸς ἔρχεται ἐκ τοῦ οὐρανοῦ. Ὁ Σωτὴρ καὶ ἐκ τῆς ἱστορίας δείκνυσι τὴν ἀλήθειαν· καὶ ἐκ τῆς αὐτοῦ διδασκαλίας ἐμφαίνει τὸ εὐσεβές. Καὶ τὸ ἀληθὲς κηρύττει λέγων τῷ Νικοδήμῳ · Οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανόν, εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβὰς ὁ υἱὸς τοῦ ἀνθρώπου. Ἐνὼχ μετετέθη ἄνω οὐκ ἀναληφθείς· μετετέθη ἀπὸ τόπου εἰς τόπον, οὐκ ἀπὸ γῆς εἰς οὐρανόν. Ἠλίας ἀνελήφθη ὡς εἰς τὸν οὐρανόν. Οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανόν, εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ, ὁ ὢν ἐν τῷ οὐρανῷ. Καὶ Παῦλος ἀποκλείων πᾶσαν ἀμφιβολίαν λέγει περὶ τοῦ Χριστοῦ· Τὸ δὲ ἀνέβη τί ἐστιν, εἰ μὴ ὅτι καὶ κατέβη εἰς τὰ κατώτερα μέρη τῆς γῆς πρῶτον; Ὁ καταβὰς αὐτός ἐστι καὶ ὁ ἀναβὰς ὑπεράνω τῶν οὐρανῶν. Οὐ μόνον, φησίν, εἰς τὸν οὐρανόν, ἀλλ’ ἐπάνω. Διὰ τοῦτο οἱ ἄγγελοι λέγουσι· Τί ἑστήκατε ἐμβλέποντες εἰς τὸν οὐρανόν; Οὗτος ὁ Ἰησοῦς ὁ ἀναληφθεὶς ἀφ’ ὑμῶν εἰς τὸν οὐρανόν, οὕτως ἐλεύσεται ὃν τρόπον ἐθεάσασθε αὐτὸν πορευόμενον εἰς τὸν οὐρανόν. Τρίτον εἰς τὸν οὐρανόν, ἵνα ᾖ ἀδελφὸν ἐκείνου· Ἃ ὁ Θεὸς ἐκαθὰρισε, σὺ μὴ κοίνου.