Καὶ ταῦτα εἰπών, βλεπόντων αὐτῶν ἐπήρθη. Βλεπόντων· ἠδύνατο μὲν γὰρ μὴ φανερῶς ἀνελθεῖν, ἀλλ’ ὥσπερ τῆς ἀναστάσεως ἔσχε μάρτυρας τοὺς ὀφθαλμοὺς τῶν μαθητῶν, οὕτως αὐτοὺς αὐτόπτας ποιεῖ καὶ τῆς ἀναλήψεως. Ὁ δὲ Λουκᾶς οὗτος ὁ συγγραφεὺς τοῦ εὐαγγελίου προσέθηκε· Καὶ ταῦτα εἰπών, ἐξήγαγεν αὐτοὺς ἔξω εἰς Βηθανίαν , ἐπὶ τὸ ὄρος τῶν ἐλαιῶν , ὅθεν καὶ τὸν Λάζαρον ἤγειρεν. Ἐκεῖθεν γὰρ ἀνελήφθη ὅπου τὴν ζωοποιὸν ἐποίησε δύναμιν. Ἅπαξ γὰρ ἔφθημεν εἰπόντες ὅτι ὁ Σωτὴρ ἄλλα δι’ ἄλλων πραγματεύεται· ἐπιλέγεται τόπον τῇ ἀναλήψει ἐγγίζοντα τῇ ἀναστάσει Λαζάρου , ἵνα ἡ ἐγγύτης τοῦ τόπου εἰς ὑπόμνησιν ἐνέγκῃ τοὺς μαθητὰς ὅτι, Μὴ θαυμάζητε εἰ ζῇ καὶ ἀνέρχεται ζῶν ὁ ἄλλοις ζωὴν χαρισάμενος. Λέγει οὖν ὅτι ἐξήγαγεν αὐτοὺς ἕως Βηθανίας , καὶ εἶπεν αὐτοῖς· καθίσατε ἐν τῇ πόλει Ἱερουσαλὴμ ἕως ἂν ἐνδύσησθε δύναμιν ἐξ ὕψους. Μάθε τὴν ταυτότητα τῆς δυνάμεως· ὁ πιστὸς ἐνδύεται Χριστὸν καὶ ἐνδύεται Πνεῦμα ἅγιον. Εἰ ἀλλότριον τοῦτο ἐκείνου, πῶς ὑβρίζεται ἔνδυμα βασιλικόν, ἐπιτιθέμενον τινί οὐκ ὄντι βασιλεῖ; Καὶ οὐδεὶς ἐπάνω πορφύρας ἐνδύεται ἔνδυμα κοινόν· ὑβρίζεται γὰρ τῆς βασιλείας τὸ ἀξίωμα. Οἱ οὖν πιστοὶ ἐνδύονται Χριστόν· ὅσοι γὰρ εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε. Θεός ἐστι τὸ Πνεῦμα τὸ ἅγιον, ὁ δὲ Χριστὸς θεός ἐστιν. Πῶς οὖν πάλιν λέγει· Ἐνδύσασθε Πνεῦμα ἅγιον, εἰ μὴ Θεὸς τὸ Πνεῦμα ἦν, Θεὸς δὲ καὶ ὁ υἱός; Λέγω δὲ ταῦτα πρὸς τοὺς ἀπὸ Μακεδονίου , τοὺς σκάζοντας περὶ τὸ Πνεῦμα. Εἰ μὴ Θεὸς τὸ Πνεῦμα, εἰ μὴ θεϊκὴ χάρις ἐστίν, οἱ θεϊκὸν ἔνδυμα τὸν Χριστὸν ἐνδυσάμενοι πῶς ἰδιωτικὸν ἔνδυμα ἐπενδύονται; Ὅσοι γὰρ εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε. Μείνατε εἰς Ἱερουσαλὴμ ἕως ἂν ἐνδύσησθε δύναμιν ἐξ ὕψους. Ποίαν δύναμιν; Λήψεσθε δύναμιν ἐπελθόντος τοῦ ἁγίου Πνεύματος ἐφ’ ὑμᾶς. Ἔνδυμα δὲ λέγεται χιτών. Καὶ τὸ Πνεῦμα τὸ ἅγιον τῶν πιστῶν ἔνδυμα· οὐχ ὡς ἱμάτιον, ἀλλ’ ὡς ἐνδύεται ὁ σίδηρος τὸ πῦρ· οὐκ ἔξωθεν περιβαλλόμενος, ἀλλ’ ὅλος δι’ ὅλου ἀνακιρνώμενος. Οὕτως ἐνδύονται οἱ πιστοὶ τὸν Χριστόν· οὐχ ὡς ἱμάτιον ἔξωθεν περικείμενον, ἀλλὰ καὶ τὴν καρδίαν πληροῦντα καὶ ἀκοὰς φωτίζοντα καὶ λογισμοὺς καταστέλλοντα καὶ πρόσωπον χάριτος πληροῦντα. Εἰ μὴ γὰρ ἔξωθεν ἐπέλαμπεν ἡ χάρις τοῦ Χριστοῦ, πόθεν ἀτενίσαντες εἰς τὸ πρόσωπον Στεφάνου , εἶδον τὸ πρόσωπον αὐτοῦ ὡς πρόσωπον ἀγγέλου; Λέγει τοίνυν· Καθίσατε ἐν τῇ πόλει ταύτῃ ἕως ἂν ἐνδύσησθε δύναμιν ἐξ ὕψους, καὶ ἔσεσθέ μοι μάρτυρες. Πρόσεχε παρακαλῶ. Καὶ ἐκτείνας τὴν χεῖρα, ηὐλόγησεν αὐτούς. Ὁρᾷς τί ἐπεσημήνατο ὁ ἱστοριογράφος; Εἰσάγει τὸν Σωτῆρα εὐλογοῦντα μέν, τέλος δὲ τῶν εὐλογιῶν μεταδιδόντα οὐκέτι. Οὐκ εἶπεν ηὐλόγησε καὶ ἐπλήρωσεν, ἀλλ’ ἐκτείνας τὰς χεῖρας, ηὐλόγησεν αὐτούς. Καὶ ἐν τῷ εὐλογεῖν αὐτόν, ἀνελήφθη· ἀφ’ οὗ γὰρ ἄρχεται εὐλογεῖν, οὐ παύεται εὐλογῶν. Ἐκτείνας τὰς χεῖρας. Δύο ποιεῖ ὁ Σωτήρ· ἁπλοῖ τὰς χεῖρας, τύπον διδοὺς τοῖς ἱερεῦσιν ὥστε τῇ ἁπλώσει τῶν χειρῶν, εὐλογεῖν τὸν λαόν. Ἐπειδὴ γὰρ ἡ ἀόρατός ἐστι δεξιὰ πάντας εὐλογοῦσα, δανείζεται τὴν ὁρωμένην ἡ ἀόρατος· ἐκτείνει τὰς χεῖρας ὁ ἱερεὺς ὥσπερ κάλαμον δανείζων τῷ Δεσπότῃ, ἵνα δι’ αὐτοῦ γράψῃ τὴν εὐλογίαν. Ὅτι δὲ βούλεται ἐκτείνεσθαι τῶν ἱερέων τὰς χεῖρας, ἄκουε αὐτοῦ· Λέγει τῷ Μωϋσῇ ὁ θεός· Εἶπον Ἀαρών , τῷ ἀδελφῷ σου· Ὅταν ἐξέρχησθε ἀπὸ τοῦ θυσιαστηρίου, ἐκτείνατε τὰς χεῖρας ὑμῶν ἐπὶ τὸν λαόν, καὶ ἐπονομάσατε τὸ ὄνομά μου κἀγὼ εὐλογήσω. Καθεῖλεν ἐνταῦθα τῶν ὑπερηφάνων τὴν ἀλαζονείαν. Ἐνίοτε γὰρ πολλοὶ τὰ ἑαυτῶν μὴ ἐξετάζοντες, ἀλλὰ τοὺς ἑτέρων βίους πολυπραγμονοῦντες, μερίζονται τὴν διάνοιαν· Ἐγὼ τούτῳ κλίνω τὴν κεφαλήν; Ἐγὼ πρὸς τοῦτον ἔλθω, ἵνα με οὗτος εὐλογήσῃ; Εἶτα ἐμοῦ κατέγνως, ἀλλὰ μὴ τοῦ ὀνόματος. Μὴ γὰρ ἐγώ ἐπαγγέλλομαι εὐλογεῖν ὅτι φεύγεις; Ἐπονομάζω τὸ ὄνομα τοῦ Θεοῦ καὶ αὐτὸς εὐλογεῖ. Ἆρα ἐὰν ἀποσταλῇ σοὶ παρὰ βασιλέως ἀντιγραφή, περιεργάζῃ τὸν βίον τοῦ ἀποσταλέντος, ἢ τὴν δωρεὰν τοῦ ἀποστείλαντος; Μὴ ζητεῖς τίς ἡ ἀξία τοῦ ἀποστελλομένου παρὰ τοῦ βασιλέως· ἀγροῖκος ἐστὶν ἢ πολίτης, συγκλητικὸς ἢ ἀξιωματικός; Οὐ διαφέρει περὶ τὸ ἀξίωμα τοῦ ἀποσταλέντος· ἀλλὰ δέχῃ τήν τιμὴν τοῦ ἀποστείλαντος. Δεικνὺς οὖν ὁ Σωτὴρ τοὺς τύπους, ἁπλοῖ τὰς χεῖρας ὁμοῦ καὶ εὐλογεῖ, ἕως ἐσχάτης ἀναλήψεως τοὺς τύπους δεικνύς, ὅπως ἐν ταὐτῷ καὶ τὴν εὐλογίαν πληρώσῃ, καὶ τὸ πάθος δείξῃ· ὅτι τὸ παθὸν αὐτὸ καὶ σταυρωθὲν καὶ ἡλωθέν, τοῦτο ἀναλαμβάνεται. Πρόσεχε. Ἔμειναν δὲ οἱ τύποι ὥσπερ οὐλαὶ φαινόμεναι, λαμπρότητα στίλβουσαι· καὶ αὗται αἱ οὐλαὶ οὐκ ἀφανίζονται ἕως ἐσχάτης παρουσίας. Ὥσπερ γὰρ ἐπληροφόρησε τοὺς μαθητάς, ὅτι ἀποθανὼν ἀνέστη· οὕτω δεῖ πληροφορηθῆναι καὶ Ἰουδαίους τοὺς σταυρώσαντας, ὅτι ὃν ὕβρισαν, αὐτὸς βασιλεύει, καὶ πεπλήρωται τὸ τοῦ προφήτου λόγιον· Ὄψονται εἰς ὂν ἐξεκέντησαν· καὶ τότε ὄψονται πᾶσαι αἱ φυλαὶ τῆς γῆς, τῶν Ἰουδαίων οὐχὶ πάντων. Ἡ γὰρ δόξα τοῦ παθόντος ὅσον στεφανοῖ τοὺς πιστεύσαντας, τοσοῦτον καταισχύνει τοὺς ἀπιστήσαντας. Οὐκ εἶδες ἐν εἰκόσι βασιλικαῖς, ἐν ποίᾳ ὄψει παρεστήκασι τὰ τῶν δορυφόρων τάγματα, καὶ ἐν οἵᾳ ταπεινώσει ὑποτέτακται τὰ τῶν πολεμίων; Πῶς περὶ τὴν ἄνω ζώνην οἱ σύντροφοι τῆς βασιλείας, παρρησίᾳ πολλῇ παρεστήκασιν, ὡς πεπαρρησιασμένοι τῇ κοινωνίᾳ τῆς δόξης· οἱ δὲ πολέμου νόμῳ καταληφθέντες δέσμιοι, ὑπὸ τοὺς πόδας κείμενοι ἐν αὐτῇ τῇ εἰκόνι· οἱ μὲν παρ’ αὐτόν, οἱ δὲ ὑπ’ αὐτόν; Οὕτως ὅταν φανῇ ὁ πάντων Δεσπότης ἐν τῇ δευτέρᾳ παρουσίᾳ ἐν σαρκί, καὶ δείξῃ τοὺς τύπους τῶν ἥλων καὶ τὰ τραύματα ἐκεῖνα λάμποντα τὴν ἀθανασίαν, παραστήσει μὲν ἑαυτῷ τοὺς ἁγίους ὥσπερ συντρόφους τινὰς τῆς βασιλείας, καὶ ταῖς ζώναις ταῖς βασιλικαῖς λάμποντας, τῷ θρόνῳ τῆς βασιλείας παρεστῶτας· καὶ πάντας τοὺς ἐναντιωθέντας τῷ σταυρῷ, Ἰουδαίους τε καὶ Ἕλληνας , καὶ αἱρετικοὺς τοὺς κατά τῆς θεότητος μανέντας, τοὺς μὲν δεσμίους παραστήσει, τοὺς δέ σταυρώσει. Οὐκ εἶδες βαρβάρων πλήθη, τὰ μὲν δεδεμένα, τὰ δὲ ἐσφαγμένα; Τοῦτο γίνεται καὶ ἐπὶ τοῦ Χριστοῦ· δεθήσονται πάντες οἱ ἀντιλέγοντες καθὼς γέγραπται· Τοῦ δῆσαι τοὺς βασιλεῖς αὐτῶν ἐν πέδαις, καὶ τοὺς ἐνδόξους αὐτῶν ἐν χειροπέδαις σιδηραῖς· τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον. Εἶτα τούτων οὕτως γινομένων, τί ἔσται; Δόξα αὕτη ἐστὶ πᾶσι τοῖς ὁσίοις αὐτοῦ. Ὅτι μὲν οὖν δεθήσονται, ὡμολόγηται· ὅτι δὲ καὶ σφαγήσονται, ποῦ; Σφαγὴν δὲ λέγω, οὐ τὴν δι’ αἵματος, ἀλλὰ τὴν ἐν τῇ κρίσει τιμωρίαν. Πάλιν ἡ γραφὴ μνημονεύει λέγουσα· Ἄνθρωπός τις εὐγενὴς ἐπορεύθη εἰς χώραν μακρὰν, λαβεῖν ἑαυτῷ βασιλείαν. Ἀπὸ γῆς εἰς οὐρανόν. Οὐκ εἶπε, λαβεῖν παρά τινος, ἀλλ’ ἑαυτῷ. Ἄνθρωπός τις εὐγενὴς ἐπορεύθη εἰς χώραν μακράν, λαβεῖν ἑαυτῷ βασιλείαν καὶ ὑποστρέψαι. Ἔρχεται μετὰ τῆς βασιλείας· ἦλθε λαβὼν ἑαυτῷ τὴν βασιλείαν. Οἱ δὲ πολίται αὐτοῦ· Ἰουδαῖοι · μισοῦντες αὐτόν, ἀπέστειλαν πρεσβευτὰς λέγοντες· Οὐ θέλομεν τοῦτον βασιλεῦσαι ἐφ’ ἡμᾶς. Ποῦ ἀπέστειλαν πρεσβευτάς; Ὅτε ἐβόησε Πιλάτος · Τὸν βασιλέα ὑμῶν σταυρώσω; Λέγουσιν ἐκεῖνοι· Οὐκ ἔχομεν βασιλέα εἰ μὴ Καίσαρα, παραιτούμενοι αὐτόν. Χρόνου δὲ πολλοῦ διελθόντος ὑποστρέψας ἐκεῖνος ὁ εὐγενής, ἔχων τὴν βασιλείαν, ἐκάλεσε πρῶτον τοὺς ἰδίους ὑπηρέτας οἷς ἐνεχείρισε τὰ τάλαντα καὶ λέγει· Πόσα σὺ ἐπραγματεύσω; Τίνας ὠφέλησας; Τίνας ἐδίδαξας; Τίνας ἐφώτισας; Λέγει αὐτῷ ὁ εἷς· Κύριε, ἡ μνᾶ σου ἐποίησε δέκα μνᾶς· ἐδεκαπλασίασα φησὶ τὸ κήρυγμα. Καὶ λέγει πρὸς αὐτὸν ὁ βασιλεύς· Εὖ δοῦλε ἀγαθὲ καὶ πιστέ· ἔσο ἔχων ἐξουσίαν ἐπάνω δέκα πόλεων. Λοιπὸν ὁ βασιλεὺς ἐγείρει ἄρχοντας, δέλτους διδοὺς τῆς ἀρχῆς. Εἶτα λέγει τῷ δευτέρῳ· Καὶ σὺ τί ἐποίησας; Λέγει· Κύριε, ἡ μνᾶ σου ἐποίησε πέντε μνᾶς. Λέγει αὐτῷ· Ἔσο καὶ σὺ ἐπάνω πέντε πόλεων. Οὐκ εἶπεν αὐτῷ· Διὰ τί καὶ σὺ οὐκ ἐποίησας δεκαπλασίονα; Ἀλλ’ ἑκάστου τὸν τόκον ζητεῖ καθὼς δύναται. Ἕκαστος γὰρ τὸν ἴδιον μισθὸν λήψεται κατὰ τὸν ἴδιον κόπον. Λέγει τῷ ἄλλῳ· Καὶ σὺ τί ἐποίησας; Λέγει ἐκεῖνος· Κύριε, ἴδε τὸ τάλαντόν σου· ᾔδειν ὅτι ἄνθρωπος εἶ σκληρός, θερίζων ὃ οὐκ ἔσπειρας καὶ συνάγων ὅπου οὐκ ἐσκόρπισας, καὶ ἔδησα ἐν σουδαρίῳ τὸ τάλαντον ἴδε τὸ σόν. Καὶ λέγει ὁ Δεσπότης· Ἄρατε απ’ αὐτοῦ τὸ τάλαντον καὶ δότε τῷ ἔχοντι τὰ δέκα τάλαντα. Εἶτα λέγουσιν οἱ ἄλλοι· Κύριε, ἔχει δέκα τάλαντα. Τί οὖν ἀποκρίνεται; Ἀμὴν ἀμὴν λέγω ὑμῖν· τῷ ἔχοντι δοθήσεται· ἀπὸ δὲ τοῦ μὴ ἔχοντος, καὶ ὃ δοκεῖ ἔχειν, ἀρθήσεται ἀπ’ αὐτοῦ. Διατυπώσας τὸν λόγον, τοὺς μὲν ἰδίους στεφανοῖ· τοὺς δὲ ἐχθροὺς σφάζει. Ταύτην τὴν εἰκόνα εἶπε τῶν προσκυνούντων καὶ τῶν πιπτόντων ὁ Δαυῒδ εἰπών· Μνησθήσονται καὶ ἐπιστραφήσονται πρὸς Κύριον πάντα τὰ πέρατα τῆς γῆς· τῶν πιστευσάντων· καὶ προσκυνήσουσιν ἐνώπιον αὐτοῦ πᾶσαι αἱ πατριαὶ τῶν ἐθνῶν, ὅτι τοῦ Κυρίου ἡ βασιλεία. Εἰπὼν τὴν τάξιν τῶν προσκυνούντων, εἰσάγει καὶ τῶν ὑποπιπτόντων· ἐνώπιον αὐτοῦ προσπεσοῦνται πάντες οἱ καταβαίνοντες εἰς γῆν.