Ὑμεῖς δὲ βαπτισθήσεσθε ἐν Πνεύματι ἁγίῳ, οὐ μετὰ πολλὰς ταύτας ἡμέρας· ἀντὶ τοῦ, μετὰ δέκα. Τίς οὖν χρεία τῶν διαλειμμάτων; Τίς; Αἱ δέκα ἡμέραι αἱ μεταξύ. Ἐγγυμνάζων τὴν πίστιν τῶν ἀποστόλων. Ἡσυχαζούσης γὰρ τῆς χάριτος, καὶ μηδενὸς φαινομένου, ἐγυμνάζετο αὐτῶν ἡ πίστις, εἰ ἐκδέχονται ὡς ἀψευδῆ τὸν ἐπαγγειλάμενον. Ἐπηγγείλατο καὶ εἶπεν· Οὐ μετὰ πολλὰς ἡμέρας. Οὐ μὴν ὡρίσατο τὰς ἡμέρας, ἀλλ’ oὐ μετὰ πολλὰς ἡμέρας. Οὐ πάντα ἐπιτρέπει ἡμῖν εἰδέναι, ἀλλὰ δείκνυσιν ἔχειν μέτρα Δεσποτικῆς τάξεως. Ἃ ἀκούεις, διδάσκου· ἃ μὴ μανθάνῃς, μὴ περιεργάζου. Ὑμεῖς δὲ βαπτισθήσεσθε ἐν Πνεύματι ἁγίῳ. Ὅτε οὖν τὸ Πνεῦμα τὸ ἅγιον ἐπεφοίτησεν αὐτοῖς τῇ ἡμέρᾳ τῆς Πεντηκοστῆς, ἐπλήρωσεν ὅλον τὸν οἶκον οὗ ἦσαν, ἵνα τῷ Πνεύματι ὦσιν βεβαπτισμένοι, ὡς ἐν ὕδατι. Συμπλέκει δὲ τῇ ἀοράτῳ ὄψει τὴν ὁρωμένην, τὴν τῶν γλωσσῶν. Ἐβαπτί σθησαν οὖν ἐν Πνεύματι. Καὶ ὅτι αὐτὸ τοῦτο τὸ βαπτισθῆναι ἦν Πνεῦμα ἅγιον λαβεῖν, μαρτυρεῖ ἄλλη ἱστορία. Ἐγκαλουμένου γὰρ Πέτρου παρὰ τῶν μαθητῶν· Διὰ τί εἰσῆλθες πρὸς ἄνδρας Ἕλληνας καὶ κατήχησας αὐτούς, καὶ βαπτίσματος καὶ μυστηρίων μετέδωκας; λέγει· Ἐγὼ ἤμην ἐν Ἰόππῃ τῇ πόλει, Κορνήλιος δέ τις ἑκατοντάρχης ἀπέστειλε πρός με· καὶ ἀπελθὼν ἐδίδασκον τὸν λόγον· ἐγένετο δὲ ἐν τῷ λαλεῖν με, ἐπέπεσεν ἐπ’ αὐτοὺς τὸ Πνεῦμα τὸ ἅγιον, ὡς καὶ ἐφ’ ἡμᾶς ἐν ἀρχῇ. Καὶ ἵνα δείξῃ ὁ Πέτρος , ὅτι τὸ λαβεῖν τοὺς περὶ Κορνήλιον τὸ Πνεῦμα, βάπτισμα ἦν, λέγει εὐθέως· Ἐμνήσθην τῶν ῥημάτων τοῦ Κυρίου, ὡς ἔλεγεν, ὅτι Ἰωάννης μὲν ἐβάπτισεν ὕδατι, ὑμεῖς δὲ βαπτισθήσεσθε ἐν Πνεύματι ἁγίῳ. Ἦσαν οὖν βεβαπτισμένοι πρὸ τοῦ πάθους οἱ ἀπόστολοι ὕδατι, καὶ λελουμένοι· ἦν δὲ τὸ λουτρὸν ἐκεῖνο εἰς ἄφεσιν ἁμαρτιῶν, ἀλλ’ οὐ μετοχὴ Πνεύματος ἁγίου. Ἦλθε γάρ, φησίν, Ἰωάννης κηρύττων ἐν τῇ ἐρήμῳ, βάπτισμα μετανοίας εἰς ἄφεσιν ἁμαρτιῶν. Καὶ ὅτι τοῦτο εἶχον οἱ ἀπόστολοι, πόθεν εἰσόμεθα; Δείξωμεν τοῦτο. Οὐδὲ γὰρ εἶπεν ὅτι Ἰωάννης ἐβάπτισεν ὑμᾶς ὕδατι, ἀλλ’ ἐβάπτισεν. Οὔπω δῆλον εἰ τοὺς ἀποστόλους ἐβάπτισε. Πόθεν οὖν τοῦτο δῆλον; Ὅτε ἀντέλεγε Πέτρος λέγων· Κύριε, οὐ μή μου νίψῃς τοὺς πόδας εἰς τὸν αἰῶνα· ὁ Σωτὴρ ἔλεγεν· Ἐὰν μὴ νίψω σε, οὐκ ἔχεις μέρος μετ’ ἐμοῦ. Ἀπεκρίθη ὁ Πέτρος · Κύριε, μὴ μόνον τοὺς πόδας, ἀλλὰ καὶ τὰς χεῖρας καὶ τὴν κεφαλήν. Ἀπεκρίθη ὁ Σωτήρ· Ὁ λελουμένος οὐ χρείαν ἔχει νίψασθαι ἢ τοὺς πόδας μόνον. Ὁρᾷς πῶς ἐκύρωσε τὸ λουτρόν; Ὅπου μὲν γὰρ οὐκ ὠνομάσθη Πατὴρ καὶ Υἱὸς καὶ ἅγιον Πνεῦμα, βάπτισμα μετανοίας μόνον ἐστίν· ὅπου δὲ ὠνομάσθη, βάπτισμα υἱοθεσίας. Ὁ Σωτὴρ οὐκ ἠθέτησε τὸ τῆς μετανοίας, ἀλλ’ ἀνεπλήρωσε, καὶ προσέθηκε τὸ τοῦ ἁγίου Πνεύματος τῷ ἐν Τριάδι. Οἱ δὲ αἱρετικοὶ βάπτισμα Τριάδι κυρωθὲν ἠθέτησαν, ὅσον τὸ παρ’ αὐτοῖς. Οὐκ ᾐδέσθησαν τὴν Δεσποτικὴν φωνήν· Ὁ λελουμένος οὐ χρείαν ἔχει νίψασθαι ἢ τοὺς πόδας μόνον. Ὑμεῖς δὲ βαπτισθήσεσθε ἐν Πνεύματι ἁγίῳ, οὐ μετὰ πολλὰς ταύτας ἡμέρας. Εἶτα λοιπὸν τὸ λίχνον τῆς ἀνθρωπίνης φύσεως καὶ πολυπραγμόσυνον· ἐπειδὴ ἴδιον τῶν ἀνθρώπων ἐρωτᾷν· Πότε ἡ συντέλεια; Πότε ἔρχεται ὁ Χριστός; Μετὰ πόσα ἔτη τὸ τέλος; Πότε ἡ βασιλεία αὐτοῦ φαίνεται; Οἱ ἀπόστολοι τὸ ἀνθρώπινον πάθος γυμνάζουσι, καὶ ἄρχονται ζητεῖν παρὰ τοῦ Σωτῆρος· Οἱ μὲν οὖν συνελθόντες ἐπηρώτων αὐτόν, λέγοντες· Κύριε, εἰ ἐν τῷ χρόνῳ τούτῳ, ἀποκαθιστάνεις τὴν βασιλείαν τῷ Ἰσραήλ ; Ἐπειδὴ ἔλεγεν αὐτοῖς· Ὅταν ἔλθῃ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ δόξῃ αὐτοῦ, λέγουσιν· Εἰ ἐν τῷ χρόνῳ τούτῳ; Ἐβούλοντο μαθεῖν εἰ τότε ἐγγύς ἐστιν ἡ προσδοκία, εἰ βραδύνει ἡ σωτηρία. Εἶτα ὁ Σωτήρ· Οὐχ ὑμῶν ἐστι γνῶναι χρόνους ἢ καιρούς, οὓς ὁ Πατὴρ ἔθετο ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ. Τοῖς ἀποστόλοις οὐδὲ χρόνοι ἐπετράπησαν εἰς ἔρευναν, καὶ αἱρετικοῖς ἐπετράπη τὴν οὐσίαν τὴν ὑπερχρόνιον, τὴν φύσιν τὴν αἰώνιον ἐρευνᾷν; Ὅταν οὖν τις αἱρετικὸς συζητῇ τὰ τοιαῦτα, καὶ λέγῃ· Πῶς ἐγέννησεν ὁ Πατήρ; Τίς ὁ τῆς θείας γεννήσεως τρόπος; σὺ ἀντίστρεψον αὐτῷ τὴν Δεσποτικὴν φωνήν· Οὐχ ὑμῶν ἐστι γνῶναι χρόνους ἢ καιρούς. Οὐχ ὑμῶν ἐστι γνῶναι Θεοῦ γέννησιν καὶ οὐσίαν· οὐ μόνον οὐχ ὑμῶν, ἀλλ’ οὐδὲ ἀγγέλων, οὐκ ἀρχαγγέλων, οὐ πάσης τινός κτιστῆς δυνάμεως. Ἀλλὰ τίνος ἐστὶ γνῶναι; Οὐδεὶς οἶδε τὸν Πατέρα εἰ μὴ ὁ Υἱός, οὐδὲ τὸν Υἱόν εἰ μὴ ὁ Πατήρ, οὐδὲ τὰ βάθη τοῦ Θεοῦ, εἰ μὴ τὸ Πνεῦμα τοῦ Θεοῦ. Οὐχ ὑμῶν ἐστι γνῶναι χρόνους ἢ καιρούς. Οὐκ αἰδῇ τὸ μέτρον τῶν ἀποστόλων; Οἱ συναλισθέντες, οἷς ἐφάνη, οἱ φωτισθέντες παρ’ αὐτοῦ, οὐκ ἐπιτρέπονται εἰδέναι, ἀλλὰ διδάσκονται μὴ ὑπερβαίνειν μέτρα, καὶ ἤκουσαν· Οὐχ ὑμῶν ἐστι γνῶναι χρόνους ἢ καιρούς· καὶ σὺ ἐρευνᾷς; Ἀλλ’ ὁ Δανιὴλ ἔμαθε καὶ χρόνους καὶ καιροὺς καὶ μέτρα. Ἑβδομήκοντα γάρ, φησίν, ἑβδομάδες συνετμήθησαν ἐπὶ τὸν λαόν σου. Ἀπὸ λόγου ἡμερῶν ἐξόδου, τοῦ οἰκοδομηθῆναι τὸν ναόν· ἑβδομάδες ἑπτὰ καὶ ἑβδομάδες ἑξήκοντα δύο, καὶ μία. Ἰδοὺ ἐνεδέχετο μαθεῖν χρόνους· ἀλλ’ ἀπὸ τῶν χρόνων ἐπιστομίζει τὴν τόλμαν, ἵνα μάθωσιν οἱ ἄνθρωποι ὅτι εἰ περὶ χρόνων οὐκ ἐπιτρέπονται μαθεῖν, πολλῷ μᾶλλον περὶ τῆς θείας γεννήσεως οὐκ ὀφείλουσιν ἐρευνᾷν; Οὐχ ὑμῶν ἐστι γνῶναι χρόνους ἢ καιροὺς, οὓς ὁ Πατὴρ ἔθετο ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ. Ὁ οὖν Υἱὸς οὐκ ἔθετο, ἀλλ’ ἐν τῇ ἐξουσίᾳ τοῦ Πατρὸς αἰῶνες καὶ χρόνοι, καὶ ὁ Υἱὸς οὐδὲν ἔχει κοινόν; Εἰ οὐδὲν ἔχει κοινὸν ὁ Υἱὸς εἰς τοὺς χρόνους καὶ τοὺς καιροὺς καὶ τοὺς αἰῶνας, ψεύδεται Παῦλος λέγων· Ἐπ’ ἐσχάτου τῶν ἡμερῶν τούτων ἐλάλησεν ἡμῖν ἐν Υἱῷ, δι’ οὗ καὶ τοὺς αἰῶνας ἐποίησεν. Εἰ τῶν αἰώνων ποιητὴς ὁ Υἱὸς, καὶ ἐν τῇ ἐξουσίᾳ τοῦ Υἱοῦ· καὶ τοῦτό ἐστιν ὃ λέγει Παῦλος · Ὁ Πατὴρ ἔθετο ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ. Ἐξουσίαν ἄρα καλεῖ τοῦ Πατρὸς τὸν Υἱόν, ὥσπερ καὶ δύναμιν καὶ σοφίαν. Χριστὸς γὰρ Θεοῦ δύναμις καὶ Θεοῦ σοφία. Οὐχ ὑμῶν ἐστι γνῶναι χρόνους ἢ καιρούς, ἀλλὰ λήψεσθε δύναμιν ἐπελθόντος τοῦ ἁγίου Πνεύματος ἐφ’ ὑμᾶς. Λήψεσθε δύναμιν οὐκ εἰς τὸ πολυπραγμονεῖν χρόνους καὶ καιρούς, ἀλλ’ εἰς τὸ πιστεύειν τῷ Δεσπότῃ. Καὶ ἔσεσθέ μοι μάρτυρες ἔν τε Ἱερουσαλὴμ καὶ πάσῃ τῇ Ἰουδαίᾳ καὶ Σαμαρείᾳ , καὶ ἕως ἐσχάτου τῆς γῆς. Μὴ μετρήσῃς τῶν λόγων τὴν τάξιν, ἀλλὰ τῆς αὐθεντίας τὴν δύναμιν. Οὗτος εἶπε· Κηρύξατέ με πανταχοῦ. Τοῦτο δείκνυσι δύναμιν, εἰ ἐξέβη εἰς πρᾶγμα τὸ ῥῆμα. Δύναμαι ἐγὼ αὐθεντίᾳ χρησάμενος καὶ ἀλαζονείᾳ, εἰπεῖν παρεστῶσιν ἢ ὀλίγοις οἰκέταις ἢ ἀδελφοῖς· Ἐξέλθετε εἰς τὰ ἔθνη, καὶ πάντα διδάξατε, πάντας ἐπιστρέψατε, βαρβάρους ἀνέλετε, τοὺς ἐναντιουμένους τῇ βασιλείᾳ μου ἐκκόψατε αὐτούς· τὰ ῥήματα προβαίνει, ἀλλ’ ἐὰν τὰ πράγματα μὴ ἀκολουθήσῃ, οὐ μόνον ὡς ψεύστης καταγινώσκομαι, ἀλλὰ καὶ ὡς ἀλαζὼν καὶ προπετής. Ζητείσθω οὖν τὰ ῥήματα τοῦ Σωτῆρος, μὴ ἐξ ὧν ἐλάλησεν, ἀλλ’ ἐξ ὧν ἐτέλεσεν. Εἶπε· Μαθητεύσατε πάντα τὰ ἔθνη· εἰ μὴ προῆλθεν ὁ λόγος εἰς ἔργον, ἀλαζονεία ἦν καὶ οὐκ αὐθεντία θεϊκή. Εἶπε· Κηρύξατε ἕως ἐσχάτου τῆς γῆς. Εἰ ἔστιν ἐσχατιά τις ἀμοιροῦσα τοῦ κηρύγματος, ἐψεύσατο ἡ πρόρρησις· εἰ δὲ πρὸ τῶν ῥημάτων λάμπει τὰ πράγματα, ἀληθεῖς οἱ μάρτυρες καὶ ἀληθὴς ὁ μαρτυρούμενος.