Ὀπτανόμενος αὐτοῖς δι’ ἡμερῶν τεσσαράκοντα, καὶ λέγων τὰ περὶ τῆς βασιλείας τοῦ Θεοῦ. Καὶ συναλιζόμενος αὐτοῖς παρήγγειλεν ἀπὸ Ἱεροσολύμων μὴ χωρίζεσθαι, ἀλλὰ περιμένειν τὴν ἐπαγγελίαν τοῦ Πατρός. Ὢ τῆς πολλῆς ἀνεξικακίας τοῦ Σωτῆρος. Ὢ τῆς πολλῆς ἀγαθότητος. Ἔστω, Δέσποτα, πρὸ τοῦ πάθους συνήσθιες καὶ συνανεκλίνου τοῖς μαθηταῖς· διὰ τί μετὰ τὴν ἀνάστασιν συναλίζῃ; Ἵνα βεβαιώσω ἐν αὐτοῖς, φησί, τὸ θαῦμα τῆς ἀναστάσεως. Εἰ γὰρ τούτου γενομένου εἰσί τινες, ἔτι καὶ νῦν διαπιστοῦντες τὴν ἀνάστασιν, εἰ μὴ τοῦτο ἐγένετο καὶ συνέφαγε καὶ συνέπιεν αὐτοῖς, τίς ἂν ἔπειθεν αὐτῶν τὰ ἀχαλίνωτα στόματα, τολμώντων ῥᾳδίως λέγειν πάντα περὶ τῆς τοῦ Σωτῆρος οἰκονομίας; Ἐντεῦθεν διδασκόμεθα τὴν θείαν καὶ μυστικὴν τράπεζαν τιμᾷν. Πολλάκις γὰρ ἃ μὴ κατώρθωσε λόγος, κατώρθωσε τράπεζα. Πολλάκις μυρίοι σύμβουλοι καὶ μίαν ἔχθραν οὐκ ἔλυσαν, καὶ μία τράπεζα πολέμους κατέλυσεν. Ἀπὸ τοῦ προηγουμένου λάβε τὴν ἀπόδειξιν. Οὐ διελιμπάνομεν ἐχθροὶ ὄντες τοῦ Θεοῦ ἐκπεπολεμωμένοι πρὸς τὸν θεῖον λόγον, ὡς λέγει Παῦλος · Ἐχθροὶ ὄντες κατηλλάγημεν τῷ Θεῷ διὰ τοῦ θανάτου τοῦ Υἱοῦ αὐτοῦ. Ἐχθροὶ ἦμεν· ἀπεστάλη νόμος καὶ οὐ διήλλαξεν· ἦλθον προφῆται, καὶ οὐκ ἔπεισαν· ἀλλ’ ἔμειναν οἱ ἐχθροὶ τοῦ Θεοῦ, ἐχθροὶ καὶ πολέμιοι. Πολλοὶ τύραννοι κατὰ τῆς ἀληθείας, πολλοὶ θεομάχοι κατὰ τῆς εὐσεβείας, πολλοὶ λόγοι, πολλαὶ διδασκαλίαι, καὶ οὐκ ἔλυσαν τὸν πόλεμον. Ἦλθεν ὁ Χριστός· ἔπηξε τὴν ἑαυτοῦ τράπεζαν· προέθηκεν ἑαυτὸν εἰς βρῶσιν, καὶ εἶπε· Λάβετε, φάγετε· καὶ εὐθέως τὸν πόλεμον ἔλυσε, καὶ εἰρήνην κατεβράβευσεν. Ἐν Αἰγύπτῳ μαστίζει τοὺς θεομάχους, καὶ οὐδεὶς ὑπακούει· τύπτει τοὺς τυράννους, καὶ οὐδεὶς πείθεται. Ἐνταῦθα προτίθησιν ἑαυτὸν εἰς βρῶσιν, καὶ πάντες ἔδονται. Μαστίζων οὐκ ἔπεισε, καὶ ἐσθιόμενος πείθει. Ἐσθιόμενος λέγω κατὰ τὴν μυστικὴν τράπεζαν. Ἐγὼ γάρ, φησίν, εἰμὶ ὁ ἄρτος ὁ ἐξ οὐρανοῦ καταβὰς καὶ ζωὴν διδοὺς τῷ κόσμῳ. Καὶ συναλιζόμενος ἐλάλει περὶ τῆς βασιλείας τοῦ Θεοῦ· καὶ παρήγγειλεν αὐτοῖς ἀπὸ Ἱεροσολύμων μὴ χωρίζεσθαι, ἀλλὰ περιμένειν τὴν ἐπαγγελίαν τοῦ Πατρός, ἣν ἠκούσατέ μου. Ἔστω, ἠκούσαμέν σου· εἶπες γάρ· Ἀναβαίνω πρὸς τὸν Πατέρα μου, καὶ παρακαλῶ, καὶ ἀποστελῶ ὑμῖν τὸ Πνεῦμα τῆς ἀληθείας, τὸ παράκλητον. Σὺ εἶπας· ὁ Πατὴρ πότε ἐπηγ γείλατο; Οὐκ εἶπεν, ἀναμένειν τὴν ἐπαγγελίαν μου, ἀλλὰ τὴν ἐπαγγελίαν τοῦ Πατρός, ἣν ἠκούσατέ μου. Ὁ Πατὴρ ἐπηγγείλατο· ἐγὼ ὑπέμνησα. Καὶ ποῦ ἐπηγγείλατο; Ὅλον ἐὰν ἀναπτύξῃς τὸ Εὐαγγέλιον, οὐχ εὑρίσκεις φωνὴν Πατρὸς ἐπαγγελλομένου τοῖς μαθηταῖς διδόναι Πνεῦμα ἅγιον. Καὶ ποῦ ἐπηγγείλατο; Ἐν τοῖς προφήταις, ὡς λέγει Παῦλος · Παῦλος δοῦλος Ἰησοῦ Χριστοῦ, κλητὸς ἀπόστολος, ἀφωρισμένος εἰς Εὐαγγέλιον Θεοῦ, ὃ προεπηγγείλατο διὰ τῶν προφητῶν αὐτοῦ, ἐν Γραφαῖς ἁγίαις περὶ τοῦ Υἱοῦ αὐτοῦ. Προεπαγγειλάμενος τοίνυν τὸ Εὐαγγέλιον, προεπηγγείλατο καὶ τὸ Πνεῦμα τὸ ἅγιον διδόναι. Ποῦ οὖν καὶ ἡ ἐπαγγελία; Ζητῶ μεθ’ ὑμῶν ὡς εἷς ἐξ ὑμῶν· εἷς ἐξ ὑμῶν ὤν, τῇ πίστει καὶ τῇ ἀγάπῃ τῇ περὶ τὸν Χριστόν. Εἶπον γὰρ πολλάκις πρὸς τὴν ὑμετέραν ἀγάπην, ὅτι πρόβατα καὶ ποιμένες, πρὸς ἀνθρωπίνην εἰσὶ διαίρεσιν· πρὸς δὲ τὸν Χριστόν, πάντες πρόβατα. Καὶ γὰρ οἱ ποιμαίνοντες καὶ οἱ ποιμαινόμενοι, ὑφ’ ἑνὸς τοῦ ἄνω ποιμένος ποιμαίνονται. Ποῦ οὖν ἐπηγγείλατο; Λέγει ὁ Θεὸς διὰ τοῦ προφήτου Ἰωήλ· Ἐν ταῖς ἐσχάταις ἡμέραις, λέγει Κύριος παντοκράτωρ, ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα, καὶ προφητεύσουσιν οἱ υἱοὶ ὑμῶν, καὶ αἱ θυγατέρες ὑμῶν. Ἰδοὺ ἡ ἐπαγγελία. Ποῦ οὖν καὶ ἡ ἔκβασις; Ὅτε ἦλθε τὸ ἅγιον Πνεῦμα εἰς τοὺς ἀποστόλους, καὶ διένειμεν αὐτοῖς τῶν γλωσσῶν τὴν διαίρεσιν, καὶ ἐλάλουν γλώσσαις. Ὑπωπτεύοντο ὡς μεθύοντες, καὶ λέγει Πέτρος · Ἄνδρες Ἰσραηλῖται , τί προσέχετε τοῖς ἀνδράσι τούτοις ὡς μεθύουσι; Τρίτη γὰρ ὥρα ἐστὶν ἀκμὴν τῆς ἡμέρας. Ἀλλὰ τοῦτό ἐστι τὸ εἰρημένον ὑπὸ τοῦ προφήτου, Ἰωήλ , ὅτι Ἐν ταῖς ἐσχάταις ἡμέραις, λέγει Κύριος, ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα. Αὕτη ἡ ἐπαγγελία τοῦ Πατρός. Ἀλλὰ πόθεν δῆλον ὅτι ἐκ προσώπου τοῦ Πατρὸς ἦν ἡ ἐπαγγελία; Ἐπειδὴ οἶδα καὶ τὸν Υἱὸν λαλοῦντα ἐν τοῖς προφήταις, πόθεν τοῦτο, εἰ ὁ Πατὴρ ἦν ὁ λέγων; Ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα, καὶ προφητεύσουσιν οἱ υἱοὶ ὑμῶν καὶ αἱ θυγατέρες ὑμῶν. Καὶ δώσω σημεῖα ἐν τῷ οὐρανῷ ἄνω, καὶ ἐν τῇ γῇ κάτω, αἷμα καὶ πῦρ καὶ ἀτμίδα καπνοῦ. Εἶπον πολλάκις αἷμα τὸ ἐκ τῆς πλευρᾶς· σημεῖον γὰρ ἦν ἀπὸ νεκροῦ σώματος αἷμα προερχόμενον ἰδεῖν· αἷμα τὸ ἀπὸ πλευρᾶς, πῦρ τὸ ἐπὶ τῶν ἀποστόλων. Αἷμα καὶ πῦρ καὶ ἀτμίδα καπνοῦ. Ὁ ἥλιος μεταστραφήσεται εἰς σκότος, καὶ ἡ σελήνη εἰς αἷμα, πρὶν ἐλθεῖν τὴν ἡμέραν Κυρίου τὴν μεγάλην καὶ ἐπιφανῆ. Ὅρα τὸν λαλοῦντα Θεὸν Πατέρα, πῶς τὸν Υἱὸν ἑρμηνεύει λέγων· Πρὶν ἐλθεῖν τὴν ἡμέραν Κυρίου· καὶ οὐ λέγει· Τὴν ἡμέραν τὴν ἐμήν. Εἰ γὰρ σὺ δίδως σημεῖα, πῶς εἰς ἄλλον μεταφέρεις τὴν ἔννοιαν, λέγων· Πρὶν ἐλθεῖν τὴν ἡμέραν Κυρίου τὴν μεγάλην καὶ ἐπιφανῆ; Πρόσεχε. Ἴσως ἐρεῖ τις, τὸν προφήτην λέγειν ἐκ προσώπου ἰδίου· Πρὶν ἐλθεῖν τὴν ἡμέραν. Ἀλλ’ οὐκ ἦν εἰπεῖν τὸν προφήτην· Ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου, πρὶν ἐλθεῖν τὴν ἡμέραν Κυρίου τὴν μεγάλην καὶ ἐπιφανῆ. Καὶ ἔσται, πᾶς ὃς ἂν ἐπικαλέσηται τὸ ὄνομα Κυρίου, σωθήσεται. Τοῦτο οὖν ὁ Θεὸς ἐν τοῖς προφήταις λέγει. Καὶ Παῦλος αὐτῷ ἐπιφέρει λέγων· Ὁ δὲ αὐτὸς Κύριος πάντων, πλουτῶν εἰς πάντας τοὺς ἐπικαλουμένους αὐτόν. Πᾶς γὰρ ὃς ἂν ἐπικαλέσηται τὸ ὄνομα Κυρίου, σωθήσεται. Εἶτα δεικνὺς ὅτι εἰς Χριστὸν εἴρηται, λέγει· Πῶς οὖν ἐπικαλέσονται, εἰς ὃν οὐκ ἐπίστευσαν; πῶς δὲ πιστεύσουσιν, οὗ οὐκ ἤκουσαν; πῶς δὲ ἀκούσονται, χωρὶς κηρύσσοντος; πῶς δὲ κηρύξουσιν, ἐὰν μὴ ἀποσταλῶσιν; καθὼς γέγραπται· Ὡς ὡραῖοι οἱ πόδες τῶν εὐαγγελιζομένων τὰ ἀγαθά, τῶν εὐαγγελιζομένων εἰρήνην. Πρόσεχε παρακαλῶ. Παρήγγειλε, φησίν, αὐτοῖς ἀπὸ Ἱεροσολύμων μὴ χωρίζεσθαι, ἀλλὰ περιμένειν τὴν ἐπαγγελίαν τοῦ Πατρός, ἣν ἠκούσατέ μου, ὅτι Ἰωάννης μὲν ἐβάπτισεν ὕδατι, ὑμεῖς δὲ βαπτισθήσεσθε ἐν Πνεύματι ἁγίῳ, οὐ μετὰ πολλὰς ταύτας ἡμέρας. Μετὰ γὰρ τεσσαράκοντα ἡμέρας, δέκα ἦσαν ἡμέραι ἕως τῆς Πεντηκοστῆς , ἐν ᾗ ἐπέφανε τὸ Πνεῦμα τὸ ἅγιον, καὶ ἐβάπτισε τοὺς ἀποστόλους, οὐχ ὕδατι, ἀλλὰ πυρί. Ὧδε λύεται τὸ ζήτημα τὸ παρὰ πολλῶν ζητούμενον. Ἐζήτησαν γὰρ πολλοί, εἰ πρὸ τοῦ πάθους τοῦ Σωτῆρος βεβαπτισμένοι ἦσαν οἱ ἀπόστολοι τῷ βαπτίσματι τῷ εὐαγγελικῷ. Ἡμεῖς δὲ οὔτε ἀποφαινόμεθα, οὔτε λογισμοῖς ἐγχειρίζομεν ἀνθρωπίνοις τοσαύτην δικαιολογίαν, ἀλλὰ τοῖς γεγραμμένοις στοιχοῦμεν. Εὑρίσκομεν τοὺς ἀποστόλους λαβόντας βάπτισμα πρὸ τοῦ πάθους τοῦ Χριστοῦ, τὸ Ἰωάννου τοῦ Βαπτιστοῦ. Ὁ Σωτὴρ δὲ πρὸ τοῦ πάθους οὐ δίδωσι βάπτισμα ἄλλο, ἵνα μὴ λύσῃ τὸ Ἰωάννου κήρυγμα, καὶ δώσῃ ἀφορμὴν τοῖς ἀντιλέγουσιν Ἰουδαίοις , ὅτι πρὸς ὕβριν τοῦ Βαπτιστοῦ Ἰωάννου , ἐπεισήγαγεν ἄλλο ἴδιον βάπτισμα· ἀλλ’ ἐᾷ αὐτοὺς ἔχειν τὸν ἀρραβῶνα τοῦ ὕδατος, τηρῶν αὐτοῖς τὴν χάριν τοῦ Πνεύματος. Διὰ τοῦτο ὡς μηδέπω λαβοῦσι Πνεῦμα λέγει· Λάβετε Πνεῦμα ἅγιον. Μετὰ τὴν ἀνάστασιν καί φησιν· Ἀπέλθετε εἰς Ἱεροσόλυμα , καὶ ἀναμείνατε τὴν ἐπαγγελίαν τοῦ Πατρός, ἣν ἠκούσατέ μου, ὅτι Ἰωάννης μὲν ἐβάπτισεν ὕδατι, ὑμεῖς δὲ βαπτισθήσεσθε ἐν Πνεύματι ἁγίῳ, οὐ μετὰ πολλὰς ταύτας ἡμέρας· οὐκέτι ὕδατι, ἔλαβον γάρ, ἀλλὰ Πνεύματι ἁγίῳ. Οὐκ ἐπεισάγει ὕδωρ τῷ ὕδατι, ἀλλ’ ἀναπληροῖ τὸ λεῖπον τῷ λειπομένῳ.