Ταῦτα καὶ τούτων πλείονα φθέγγῃ, ὅταν ἄλλον παρακαλῇς. Ἢ γὰρ ἄλλων μὲν διδάσκαλος γενναῖος εἶ, σεαυτῷ δὲ οὐδὲ οἰκτρὸς μαθητής; Μεγάλης ἐστὶ καὶ γενναίας ψυχῆς τὸ ἐν τῇ ἀκμῇ τῶν παθῶν φιλοσοφεῖν. Εἴ τις δύναται ἐφ’ ἑκάστης συμφορᾶς ἢ λύπης ἢ ζημίας λέγειν· Δίκαιος εἶ, κύριε, καὶ εὐθεῖς αἱ κρίσεις σου , ζημιοῦται μὲν ὡς ἄνθρωπος, στεφανοῦται δὲ ὡς φιλόθεος. Ὁ βίος, ἀδελφοί, πολλῆς γέμει δυσκολίας, καὶ δεῖ πάντως καὶ δίκαιον καὶ ἄδικον καὶ εὐσεβῆ καὶ ἀσεβῆ θλίβεσθαι. Ἀλλὰ πολλὴ ἡ διαφορά· Ἄλλο γάρ ἐστιν ὡς οἰκεῖον παιδεύεσθαι, καὶ ἄλλο ὡς ἀλλότριον μαστίζεσθαι. Τύπτεται υἱός, τύπτεται καὶ οἰκέτης. Ἀλλ’ ὁ μὲν ὡς δοῦλος ἁμαρτήσας, ὁ δὲ ὡς ἐλεύθερος καὶ ὡς υἱὸς ἐπιστροφῆς δεόμενος. Οὐ ποιοῦσιν αἱ πληγαὶ τὴν ὁμοτιμίαν. Οὐκ ἐὰν πάθῃ εὐσεβὴς ἃ πάσχει ἀσεβής, ὁμότιμος γίνεται τοῦ ἀσεβοῦς. Ἀλλὰ λογίζεται τούτῳ ἡ παιδεία εἰς θλῖψιν καὶ δοκιμασίαν, τῷ δὲ ἀσεβεῖ εἰς μάστιγας καὶ τιμωρίαν. Διὰ τοῦτο ταύτας τὰς δυσκολίας εἰδὼς ὁ μακάριος Δαυὶδ περὶ μὲν τῶν δικαίων λέγει· Πολλαὶ αἱ θλίψεις τῶν δικαίων. Ἀλλ’ ὅρα τὸ ἐπαγόμενον· Καὶ ἐκ πασῶν αὐτῶν ῥύσεται αὐτοὺς ὁ κύριος. Περὶ δὲ τῶν ἐναντίων· Πολλαὶ αἱ μάστιγες τοῦ ἁμαρτωλοῦ. Καὶ οὐδὲν τὸ ἐπαγόμενον. Τῶν δὲ δικαίων πολλαὶ μὲν αἱ θλίψεις, ἐκ δὲ πασῶν αὐτῶν ῥύσεται αὐτοὺς ὁ κύριος. Ταῦτα δέ τις ἀκούων μὴ ἑαυτοῦ ἀπογινωσκέτω, μηδὲ λεγέτω· Εἰ τοίνυν ὡς ἁμαρτωλὸς μαστίζομαι, ἐλπίδα μὴ ἔχων, ἄκαρπός μοι ἐστιν ἡ παιδεία. Ἁμαρτωλὸν γὰρ ἐκάλεσε νῦν ἡ γραφή, οὐ τὸν πάντη τῆς εὐσεβείας ἀλλότριον, ἀλλὰ τὸν θλιβόμενον, τὸν εὐσεβείας μετέχοντα, πράγμασι δὲ ἀνθρωπίνοις ὀλισθαίνοντα. Ἐπεὶ ὅτι ἁμαρτωλοὺς ἐλεεῖ ὁ θεός, μεστὴ πᾶσα γραφὴ τῶν ἐνεχύρων τῆς τοῦ θεοῦ φιλανθρωπίας. Φησὶ γάρ· Ζῶ ἐγώ, λέγει κύριος, οὐ βούλομαι τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι καὶ ζῆν αὐτόν. Ὄμνυσιν ὁ θεός, οὐχ ὡς ἑαυτῷ ἀπιστῶν, ἀλλὰ τὴν ἡμετέραν ἀπιστίαν εἰς πίστιν ἐκβιαζόμενος. Λεγέτω τοίνυν πᾶς ἅνθρωπος εἰς θλίψεις ἐξεταζόμενος· Δίκαιος εἶ, κύριε, καὶ εὐθεῖς αἱ κρίσεις σου. Καὶ ὁμοῦ καὶ τὴν γενναίαν ἔδειξε ψυχήν, καὶ τὴν εὐσέβειαν οὐκ ἔλυσεν.