Ὁ θεὸς ἔκτισε τὸν ἄνθρωπον ἀπὸ χοός. Ἀλλ’ οὐκ εἶδεν ὁ ἄνθρωπος, ὅπως ἐγίνετο. Διὰ τοῦτο καὶ ἠγνόησεν αὐτοῦ τὴν εὐτέλειαν. Ὁ θεὸς γάρ, ὡς ἔφθην εἰπών, οὐ προγενεστέραν ἐποίησε τὴν ψυχὴν τοῦ σώματος, ἵνα μὴ βλέπῃ τὴν δημιουργίαν. Πλήν, ἐπειδήπερ ὅλως οὐκ οἶδεν ἐξ οἵας ταπεινώσεως ἀνέστη, καὶ ὅτι αὐτὸν ὁ δημιουργὸς ἀπὸ γῆς ἔπλασεν, ἀποστρέφει αὐτὸν εἰς τὴν γῆν, ἐξ ἧς ἐλήφθη , ἵνα πάλιν τῆς ἑαυτοῦ ἀσθενείας πειραθείς, ἐπιγνῷ καὶ τὴν ἀρχαίαν εὐεργεσίαν καὶ τὴν μέλλουσαν φιλανθρωπίαν. Ὅτε μὲν γὰρ ἐπλάσθη, οὐκ εἶδεν ὅτι ἀπὸ τῆς γῆς ἐγένετο. Πρόσεχε ἀκριβῶς, μή σε παραδράμῃ τὸ νόημα. Ὅτε ἐπλάττετο ὁ Ἀδάμ, οὐκ εἶδεν ὅτι ἀπὸ γῆς ἀνέστη· ὅτε μέντοι ἐγείρεται ἐν τῇ ἀναστάσει, εἶδεν ὅτι χοῦν ἀποδυσάμενος ἐγείρεται. Εἰ γὰρ καὶ ἑαυτὸν μὴ βλέπει ὁ νεκρός, ἀλλὰ τὸν πρὸ ἑαυτοῦ ὁρᾷ. Βλέπομεν ἡμεῖς τοὺς τεθνηκότας καὶ εἰς χοῦν ἀναλυθέντας, καὶ δι’ ὧν ὁρῶμεν παιδευόμεθα. Οὐκ εἶδες πολλάκις θρασεῖς ἄνδρας καὶ ὑπερηφάνους, πῶς ταπεινοὶ καὶ κατεσταλμένοι εἰσὶν ἐν τοῖς θανάτοις; Ἀπαγγέλλεται θάνατος καὶ πάντων ἡ καρδία πτήσσει, πάντων ὑποπίπτει τὸ φρόνημα. Καὶ φιλοσοφοῦμεν περὶ τὰ μνήματα, ὅταν ἴδωμεν ὀστέα γυμνά, καὶ τὴν ἀνθρωπίνην φύσιν διαβεβρωμένην καὶ διαλελυμένην κατανοήσωμεν, εὐθέως πρὸς ἀλλήλους φιλοσοφοῦμεν. Ἴδε τί γινόμεθα καὶ ποῦ ἀπερχόμεθα. Καὶ φλυαροῦμεν· ἐξήλθομεν τῶν τάφων, καὶ ἐπελαθόμεθα τῆς ταπεινώσεως. Ἐν τῷ τάφῳ πρὸς τὸν πλη σίον ἕκαστος ὧδέ πη φθέγγεται· Ὢ τῆς ταλαιπωρίας· ὢ τῆς οἰκτρᾶς ἡμῶν ζωῆς· Ὅρα τί γινόμεθα. Καὶ ὅμως κἂν φθεγγώμεθα καὶ ἁρπάζομέν τι καὶ βοῶμεν καὶ μνησικακοῦμεν. Καὶ ἕκαστος ἁπλῶς οὕτω φιλοσοφεῖ, ὡς μέλλων πάντη τῇ κακίᾳ ἀποτάττεσθαι· Καὶ ἔσω μὲν λόγοις φιλοσοφεῖ, ἔξω δὲ τοῖς ἔργοις θεομαχεῖ. Διὰ τοῦτο ὁ θεὸς πανταχοῦ παγῆναι τὰ μνήματα παρεσκεύασε, τὰ ὑπομιμνήσκοντα ἡμᾶς τὴν ἑαυτῶν ἀσθένειαν. Διὸ πᾶσα πόλις, πᾶσα κώμη πρὸ τῶν εἰσόδων τάφους ἔχει. Ἐπείγεταί τις εἰσελθεῖν εἰς πόλιν βασιλεύουσαν, καὶ κομῶσαν πλούτῳ καὶ δυναστείᾳ καὶ τοῖς ἄλλοις ἀξιώμασι. Καὶ πρὶν ἴδῃ ὃ φαντάζεται, βλέπει πρῶτον ὃ γίνεται. Τάφοι πρὸ τῶν πόλεων, τάφοι πρὸ τῶν ἀγρῶν. Πανταχοῦ τὸ διδασκάλιον τῆς ταπεινώσεως ἡμῶν πρόκειται, καὶ παιδευόμεθα πρῶτον εἰς τί καταλήγομεν, καὶ τότε ὁρᾶν τὰ ἔσω φαντάσματα. Καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ μέλλοντες εἰσέρχεσθαι πολλάκις εἰς βίον κοινωνίαν, τῆς φύσεως τὴν ἄκραν παιδευόμεθα ταπείνωσιν. Ἀνὴρ πολλάκις, ἐπειδὰν γυναῖκα θέλῃ λαβεῖν, ὑπαγορεύει τῷ νομογράφῳ τὰ προικῷα. Οὐδέπω συνάφεια, καὶ θάνατος εὐθὺς ἀναγράφεται· οὐδέπω τῆς συμβιώσεως ἀπέλαυσε καὶ τοῦ γάμου, καὶ τὸν θάνατον εὐθέως ὁρίζεται· οὐδέπω εἶδε τὴν γαμετήν, καὶ θάνατον ψήφους καθ’ ἑαυτοῦ καὶ κατ’ ἐκείνης προϋποτίθεται, καὶ γράφει τοιαῦτα· ἐὰν δὲ ἀποθάνῃ ὁ ἀνὴρ πρὸ τῆς γυναικός, ἐὰν ἡ γυνὴ πρὸ τοῦ ἀνδρός, τὸ καὶ τὸ διατυποῦται. Οὕτως ἔπηξαν οἱ ἀρχαῖοι νόμοι πανταχοῦ τοῖς πᾶσι τῆς φύσεως τὰ ὑπομνήματα· καὶ οὐ μόνον περὶ τῶν ὄντων καὶ ζώντων αἱ τοῦ θανάτου τίθενται ψῆφοι, ἀλλὰ καὶ κατὰ οὐδέπω γεγονότων. Τί γάρ φησιν; Ἐὰν δὲ τὸ τεχθησόμενον παιδίον ἀποθάνῃ. Οὔπω ὁ καρπός, καὶ ἡ ἀπόφασις ἔδραμεν. Εἶτα μὲν ἐν τοῖς γραμματείοις ἐπιγινώσκει τὴν φύσιν· Ἐὰν δέ τι τῶν κατὰ ἄνθρωπον πάθῃ ἢ τὸ γύναιον ἀποθάνῃ, ἐπιλανθάνεται ὧν ἔγραψε, καὶ ἕτερα τραγῳδίας προφέρει ῥήματα. Καὶ ταῦτά φησιν ἔδει με παθεῖν; Ταῦτα ἐγὼ προσεδόκησα πάσχειν καὶ ἀποστερεῖσθαι τῆς συζυγίας; Τί οὖν; Ἐπελάθου ὧν ἔγραψας καὶ ὅτε μὲν ἔξω ἦς τῶν πραγμάτων, ἐπεγίνωσκες τοὺς ὅρους τῆς φύσεως. Ὅτε δὲ περιέπεσας τοῖς πάθεσιν, ἐπελάθου τῶν νόμων τῆς φύσεως; Ταῦτα λέγεται εἰς σωφρονισμὸν ἁπάντων, εἰς τὸ πάντας πάντα φέρειν γενναίως τὰ προσπίπτοντα, εἰς τὸ μὴ ζημίαν ἡγεῖσθαι τὰ τοῦ θεοῦ κρίματα. Μὴ φιλοσόφει ἔξω τῶν παθῶν, ἀλλ’ ὅταν ἐντὸς γένῃ τῶν παθῶν, τὴν μεγαλοψυχίαν ἐπίδειξαι. Ὅταν λυπῇ, μνήσθητι τῶν λόγων, δι’ ὧν παραμυθῇ τὸν λυπούμενον. Τίσι κεχρήμεθα λόγοις πρὸς τοὺς λυπουμένους; Οὐ ταῦτα πρὸς αὐτοὺς φιλοσοφοῦμεν; Ἀνθρώπινα ταῦτα τὰ τῶν συμφορῶν. Οὐ μόνος ὑπέστης τὴν συμφοράν· οὐ μόνος τοῦ θανάτου τὴν βίαν ὑπέμεινας· ταῦτα καὶ βασιλεῖς φέρουσιν, ἐζημιώθησαν πολλάκις ἄρχοντες, ζημιοῦνται καὶ δυνάσται. Ἐπίγνωθι σεαυτοῦ τὴν φύσιν, ἄνθρωπος εἶ. Μετὰ πάντων καὶ αὐτὸς τῶν κοινῶν τῆς φύσεως ἀπολαύεις νόμων.