Γενώμεθα οὖν, ἀγαπητοί, ἐλαία κατάκαρπος καὶ ἔργοις καὶ καρποῖς καὶ φύλλοις κομῶντες. Φύλλα ἡμῶν οἱ λόγοι, καρποὶ ἡ πολιτεία. Γενέσθω σου καὶ ὁ λόγος σεμνὸς καὶ ἡ πολιτεία ἔγκαρπος. Παρὰ γὰρ τῷ εὐσεβεῖ οὐδὲ τὸ φύλλον ἀπόβλητον. Τὸ γὰρ φύλλον αὐτοῦ , φησὶν ὁ Δαυίδ, οὐκ ἀπορρυήσεται, καὶ πάντα, ὅσα ἂν ποιῇ κατευοδωθήσεται. Ἀλλ’ ὢ τοῦ θαύματος. Ἐνενόησα πῶς ὁ Ἀδὰμ γυμνὸς ἐξῆλθε τοῦ παραδείσου, καὶ πῶς Δαυὶδ κομᾷ ἐν τῷ οἴκῳ τοῦ θεοῦ. Ὁ μὲν ἐξῆλθε γυμνὸς διὰ τὴν παράβασιν, ὁ δὲ ἐνδυσάμενος ἀρετᾶς βοᾷ· Ἐγὼ δὲ ὡσεὶ ἐλαία κατάκαρπος. Οὐδὲν ἡμᾶς οὕτως ἀποδύει ὡς ἀκαρπία, καὶ οὐδὲν ἡμᾶς οὕτως ἐνδύει, ὡς καρποφορία δι’ ἔργων χρηστῶν. Ὁ Ἀδὰμ ἐπλάσθη. Δεῖ γὰρ καὶ νῦν ἐπαναλαβεῖν τὰ εἰρημένα, Ἐπειδήπερ ἡ τῶν ἀγαθῶν ἐπανάληψις βεβαιοῖ ταῖς ψυχαῖς τὴν διδασκαλίαν. Ὥσπερ γὰρ τὰ βαπτόμενα ἔρια συνεχῶς ταῖς βαφαῖς ἐμβάλλεται, ἵνα εἰς βάθος διαδῷ τὴν οἰκείαν ἐνέργειαν ἡ βαφή, οὕτω δεῖ καὶ τὰς ἡμετέρας ψυχὰς συνεχῶς τοῖς θείοις λόγοις ἐμβάλλεσθαι, ἵνα ἀποπλυνθῇ μὲν τὸ ἀρχαῖον ὄνειδος, ἐνδυσώμεθα δὲ τὸ νέον κάλλος. Καὶ γὰρ ἐκεῖνα τὰ ἔρια, ἐπὰν δέξηται τὴν βαφήν, ἀποτίθεται τῆς φύσεως τὸ ὄνομα, καὶ δέχεται τῆς βαφῆς τὴν προσηγορίαν. Καὶ οὐκέτι καλεῖς ἐρέαν, ἀλλὰ πορφύραν ἢ κόκκινον ἢ πράσινον ἤ τι τοιοῦτον, οἷον ἡ βαφὴ παρέσχε τῷ βαφέντι τὸ κάλλος. Εἰ οὖν ἡ βαφὴ μεταβάλλει φύσεως ὄνομα, θεοῦ φύσις οὐ μεταβάλλει τὸν ἄνθρωπον, ὥστε τὸν αὐτὸν πρὸ μὲν τῆς βαφῆς εἶναι εἰκόνα χοϊκήν, μετὰ δὲ τὴν βαφὴν εἰκόνα λαμπρὰν ἐπουράνιον; Ἐπλάσθη τοίνυν ὁ Ἀδὰμ πτωχὸς ἀπὸ γῆς· χοῦν γὰρ λαβὼν ὁ θεὸς ἔπλασεν αὐτόν. Ἀλλ’ οὐκ εἶδεν ὁ Ἀδὰμ πῶς ἐπλάσθη, ὡς ἔφθην εἰπών· οὐ γὰρ ἐχρῆν αὐτὸν μάρτυρα παρεῖναι τῶν γινομένων, ἵνα μὴ ἐπαίρηται κατὰ τοῦ θεοῦ. Εἰ γὰρ τοσαύτῃ ταπεινώσει περιβεβλημένος ἐπαίρεται καὶ ἀγνοεῖ τὴν κτίσαντα, καὶ ἀθετεῖ τὸν πλάσαντα, εἰ ἔλαβε τὸ ὑπὲρ τὴν φύσιν, τίς ἂν ἐχώρησεν αὐτοῦ τῆς ὑπερηφανίας τὴν ἀμετρίαν; Διὰ τοῦτο ὁ θεὸς πλάσας τὸν ἅνθρωπον, καὶ δυνάμεις μεγάλας ἐνέθηκε τῷ πλάσματι καὶ ταπεινώσεις πολλάς, ἵνα διὰ μὲν τῆς ἐγκειμένης δυνάμεως ἡ χάρις τοῦ τεχνίτου θαυμάζηται, διὰ δὲ τῆς ταπεινώσεως τὸ φρόνημα τὸ ἀνθρώπινον καταστέλληται. Ἔδωκεν αὐτῷ γλῶτταν φθεγγομένην, θεὸν ὑμνοῦσαν, τὰ θεῖα ᾄδουσαν, ἑρμηνεύουσαν τὰ κάλλη τῆς κτίσεως. Διαλέγεται περὶ οὐρανοῦ καὶ γῆς μικρὸν σαρκίον, ἡ γλῶσσα, οὐδὲ δύο δακτύλων ἔχουσα μέτρον. Καὶ τί λέγω δακτύλων; οὐδὲ ἄκρον ὄνυχος· ἀλλὰ τὸ ἄκρον ἐκεῖνο τὸ μικρὸν καὶ εὐτελὲς φθέγγεται περὶ οὐρανοῦ καὶ γῆς. Καὶ ἵνα μὴ νομίσῃ ὅτι μεγάλη τις ἐστὶ καὶ ὑπὲρ τὴν ἑαυτῆς φύσιν ἐπαίρηται, πολλάκις καὶ φύματα καὶ τραύματα αὐτῇ περιπλέκεται, ἵνα μάθῃ ὅτι θνητὴ οὖσα περὶ τῶν ἀιδίων καὶ ἀθανάτων λαλεῖ, καὶ ὀφείλει γνωρίζειν τίς μὲν ἡ τοῦ κηρυττομένου δύναμις, τίς ἡ ἀσθένεια τοῦ κηρύττοντος. Ἔδωκεν αὐτῷ ὀφθαλμόν, τὴν μικρὰν ἐκείνην κέγχρον. Τὸ μέσον γάρ ἐστι τὸ βλέπον, τῆς κόρης τὸ μεσαίτατον. Καὶ ὅμως διὰ τῆς μικρᾶς ἐκείνης κέγχρου καθορᾷ πᾶσαν τὴν κτίσιν. Καὶ ἵνα μὴ περιλαμβάνων τῇ ὄψει πᾶσαν τὴν κτίσιν, ἑπαίρηται, πολλάκις καὶ ὀφθαλμίαι, καὶ λῆμαι, καὶ δάκρυα, καὶ ὅσα θολοῖ τὴν ὄψιν, ἐπιγεννᾶται, ἵνα ἀπὸ μὲν τῆς ἀσθενείας ἑαυτὸν γνωρίσῃ, ἀπὸ δὲ τῆς δημιουργίας τὸν τεχνίτην ἐκθειάσῃ. Ἔδωκεν αὐτῷ καρδίαν λογιζομένην, ῥίζαν ἐνθυμημάτων, πηγὴν λογισμῶν. Ἀλλ’ ἐν αὐτοῖς τοῖς τόποις ἐποίησε καὶ τὴν τῶν ἐντέρων διάπλασιν, ἅτινα καὶ κόπρων καὶ πάσης ἄλλης ἀηδίας πληροῦται, δι’ ὧν ὁ ἄνθρωπος ἐσθίει, ἵνα, ὅταν ἐπαίρηται ἡ καρδία, καταστέλλῃ αὐτὴν ἡ γαστήρ· ὥστε καὶ ἡ γαστὴρ καὶ ἡ κόπρος ἀναγκαία πρὸς παιδαγωγίαν. Εἰ γὰρ κόπρον περιφέρων ἅνθρωπος τολμᾷ θρασύνεσθαι, καὶ οὐχ ἁπλῶς θρασύνεσθαι, ἀλλὰ καὶ κατὰ τοῦ θεοῦ, ὡς ἐτόλμησέ τις βάρβαρος βασιλεὺς εἰπεῖν· Ἐπάνω τῶν ἄστρων θήσω τὸν θρόνον μου καὶ ἔσομαι ὅμοιος τῷ ὑψίστῳ. Εἰ τοσαύτην κόπρον καὶ ἀηδίαν περιφέρων οὕτω λαλεῖ, εἰ ταύτης παντελῶς ἀπήλλακτο τῆς ἀσθενείας καὶ εὐτελείας, τίς ἂν αὐτὸν ἤνεγκεν ἐπαιρόμενον; Διὰ τοῦτο ὁ μέγας Ἡσαΐας πρὸς τοὺς ὑπερηφάνους φησί· Τί ἀλαζονεύεται γῆ καὶ σποδός; Ἀλλὰ πάλιν εἰς τὸ προκείμενον ἐπανέλθωμεν.