Θέλεις ἰδεῖν, ἀδελφέ, ὅσον δύναται ἔμφυτος νόμος; Καὶ ψυχὴ ἡ ἡμετέρα, κἂν ἐν κακίαις ἐμφύρηται, τὸ ὄνομα τὸ ἀγαθὸν ἀσπάζεται. Πολλοὶ πολλάκις δυνάσται πλεονεξίαν πνέοντες, καὶ μηδὲν ἕτερον ἐννοοῦντες ἢ ἁρπαγὴν καὶ ἀδικίαν, δυσωποῦνται παρά τινων ἢ ἀνιέναι τῷ πένητι τὴν ἐπικειμένην ἀνάγκην ἢ συγχωρῆσαί τι τοῦ χρέους ἢ μὴ ἀμύνασθαι τοὺς λυπήσαντας ἢ λυπεῖν νομισθέντας. Καὶ ὁ ἐλθὼν καλῶς πρεσβεῦσαι παρὰ ἀνδρὶ δυνάστῃ καὶ πονηρῷ, οὐκ εὐθέως ἀπὸ τῆς ἀληθείας ἄρχεται. Οὐ λέγει αὐτῷ, ὅ εστιν, ἀλλὰ προστίθησιν αὐτῷ ὄνομα ἀρετῆς. Ἢ οὐκ οἶδας πῶς ἀεὶ σχηματίζονται οἱ καλῶς πρεσβεύοντες; Ἀνὴρ εἶ, φησίν, ἀγαθός· διαβεβόηταί σου τὸ ὄνομα, πάντες σου τὰς εὐπραγίας ᾄδουσι. Καὶ πολλὰ τοιαῦτα συνάπτει τῇ παρακλήσει, ἵνα καμφθῇ τῇ εὐφημίᾳ, καὶ φύγῃ τὴν πονηρίαν. Ὅρα πῶς ἡ κακία νικᾶται ταῖς εὐφημίαις τῆς ἀρετῆς. Οὐδεὶς κακὸς κακὸς ἀκούειν βούλεται. Ἡ γὰρ φύσις τὸ ἴδιον ἀσπάζεται, εἰ καὶ ἡ προαίρεσις τό ἐναντίον αἱρεῖται.