Θέλεις ἰδεῖν, ἀδελφέ, ὅσον δύναται ἔμφυτος νόμος; Καὶ ψυχὴ ἡ ἡμετέρα, κἂν ἐν κακίαις ἐμφύρηται, τὸ ὄνομα τὸ ἀγαθὸν ἀσπάζεται. Πολλοὶ πολλάκις δυνάσται πλεονεξίαν πνέοντες, καὶ μηδὲν ἕτερον ἐννοοῦντες ἢ ἁρπαγὴν καὶ ἀδικίαν, δυσωποῦνται παρά τινων ἢ ἀνιέναι τῷ πένητι τὴν ἐπικειμένην ἀνάγκην ἢ συγχωρῆσαί τι τοῦ χρέους ἢ μὴ ἀμύνασθαι τοὺς λυπήσαντας ἢ λυπεῖν νομισθέντας. Καὶ ὁ ἐλθὼν καλῶς πρεσβεῦσαι παρὰ ἀνδρὶ δυνάστῃ καὶ πονηρῷ, οὐκ εὐθέως ἀπὸ τῆς ἀληθείας ἄρχεται. Οὐ λέγει αὐτῷ, ὅ εστιν, ἀλλὰ προστίθησιν αὐτῷ ὄνομα ἀρετῆς. Ἢ οὐκ οἶδας πῶς ἀεὶ σχηματίζονται οἱ καλῶς πρεσβεύοντες; Ἀνὴρ εἶ, φησίν, ἀγαθός· διαβεβόηταί σου τὸ ὄνομα, πάντες σου τὰς εὐπραγίας ᾄδουσι. Καὶ πολλὰ τοιαῦτα συνάπτει τῇ παρακλήσει, ἵνα καμφθῇ τῇ εὐφημίᾳ, καὶ φύγῃ τὴν πονηρίαν. Ὅρα πῶς ἡ κακία νικᾶται ταῖς εὐφημίαις τῆς ἀρετῆς. Οὐδεὶς κακὸς κακὸς ἀκούειν βούλεται. Ἡ γὰρ φύσις τὸ ἴδιον ἀσπάζεται, εἰ καὶ ἡ προαίρεσις τό ἐναντίον αἱρεῖται. Γενώμεθα οὖν, ἀγαπητοί, ἐλαία κατάκαρπος καὶ ἔργοις καὶ καρποῖς καὶ φύλλοις κομῶντες. Φύλλα ἡμῶν οἱ λόγοι, καρποὶ ἡ πολιτεία. Γενέσθω σου καὶ ὁ λόγος σεμνὸς καὶ ἡ πολιτεία ἔγκαρπος. Παρὰ γὰρ τῷ εὐσεβεῖ οὐδὲ τὸ φύλλον ἀπόβλητον. Τὸ γὰρ φύλλον αὐτοῦ , φησὶν ὁ Δαυίδ, οὐκ ἀπορρυήσεται, καὶ πάντα, ὅσα ἂν ποιῇ κατευοδωθήσεται. Ἀλλ’ ὢ τοῦ θαύματος. Ἐνενόησα πῶς ὁ Ἀδὰμ γυμνὸς ἐξῆλθε τοῦ παραδείσου, καὶ πῶς Δαυὶδ κομᾷ ἐν τῷ οἴκῳ τοῦ θεοῦ. Ὁ μὲν ἐξῆλθε γυμνὸς διὰ τὴν παράβασιν, ὁ δὲ ἐνδυσάμενος ἀρετᾶς βοᾷ· Ἐγὼ δὲ ὡσεὶ ἐλαία κατάκαρπος. Οὐδὲν ἡμᾶς οὕτως ἀποδύει ὡς ἀκαρπία, καὶ οὐδὲν ἡμᾶς οὕτως ἐνδύει, ὡς καρποφορία δι’ ἔργων χρηστῶν. Ὁ Ἀδὰμ ἐπλάσθη. Δεῖ γὰρ καὶ νῦν ἐπαναλαβεῖν τὰ εἰρημένα, Ἐπειδήπερ ἡ τῶν ἀγαθῶν ἐπανάληψις βεβαιοῖ ταῖς ψυχαῖς τὴν διδασκαλίαν. Ὥσπερ γὰρ τὰ βαπτόμενα ἔρια συνεχῶς ταῖς βαφαῖς ἐμβάλλεται, ἵνα εἰς βάθος διαδῷ τὴν οἰκείαν ἐνέργειαν ἡ βαφή, οὕτω δεῖ καὶ τὰς ἡμετέρας ψυχὰς συνεχῶς τοῖς θείοις λόγοις ἐμβάλλεσθαι, ἵνα ἀποπλυνθῇ μὲν τὸ ἀρχαῖον ὄνειδος, ἐνδυσώμεθα δὲ τὸ νέον κάλλος. Καὶ γὰρ ἐκεῖνα τὰ ἔρια, ἐπὰν δέξηται τὴν βαφήν, ἀποτίθεται τῆς φύσεως τὸ ὄνομα, καὶ δέχεται τῆς βαφῆς τὴν προσηγορίαν. Καὶ οὐκέτι καλεῖς ἐρέαν, ἀλλὰ πορφύραν ἢ κόκκινον ἢ πράσινον ἤ τι τοιοῦτον, οἷον ἡ βαφὴ παρέσχε τῷ βαφέντι τὸ κάλλος. Εἰ οὖν ἡ βαφὴ μεταβάλλει φύσεως ὄνομα, θεοῦ φύσις οὐ μεταβάλλει τὸν ἄνθρωπον, ὥστε τὸν αὐτὸν πρὸ μὲν τῆς βαφῆς εἶναι εἰκόνα χοϊκήν, μετὰ δὲ τὴν βαφὴν εἰκόνα λαμπρὰν ἐπουράνιον; Ἐπλάσθη τοίνυν ὁ Ἀδὰμ πτωχὸς ἀπὸ γῆς· χοῦν γὰρ λαβὼν ὁ θεὸς ἔπλασεν αὐτόν. Ἀλλ’ οὐκ εἶδεν ὁ Ἀδὰμ πῶς ἐπλάσθη, ὡς ἔφθην εἰπών· οὐ γὰρ ἐχρῆν αὐτὸν μάρτυρα παρεῖναι τῶν γινομένων, ἵνα μὴ ἐπαίρηται κατὰ τοῦ θεοῦ. Εἰ γὰρ τοσαύτῃ ταπεινώσει περιβεβλημένος ἐπαίρεται καὶ ἀγνοεῖ τὴν κτίσαντα, καὶ ἀθετεῖ τὸν πλάσαντα, εἰ ἔλαβε τὸ ὑπὲρ τὴν φύσιν, τίς ἂν ἐχώρησεν αὐτοῦ τῆς ὑπερηφανίας τὴν ἀμετρίαν; Διὰ τοῦτο ὁ θεὸς πλάσας τὸν ἅνθρωπον, καὶ δυνάμεις μεγάλας ἐνέθηκε τῷ πλάσματι καὶ ταπεινώσεις πολλάς, ἵνα διὰ μὲν τῆς ἐγκειμένης δυνάμεως ἡ χάρις τοῦ τεχνίτου θαυμάζηται, διὰ δὲ τῆς ταπεινώσεως τὸ φρόνημα τὸ ἀνθρώπινον καταστέλληται. Ἔδωκεν αὐτῷ γλῶτταν φθεγγομένην, θεὸν ὑμνοῦσαν, τὰ θεῖα ᾄδουσαν, ἑρμηνεύουσαν τὰ κάλλη τῆς κτίσεως. Διαλέγεται περὶ οὐρανοῦ καὶ γῆς μικρὸν σαρκίον, ἡ γλῶσσα, οὐδὲ δύο δακτύλων ἔχουσα μέτρον. Καὶ τί λέγω δακτύλων; οὐδὲ ἄκρον ὄνυχος· ἀλλὰ τὸ ἄκρον ἐκεῖνο τὸ μικρὸν καὶ εὐτελὲς φθέγγεται περὶ οὐρανοῦ καὶ γῆς. Καὶ ἵνα μὴ νομίσῃ ὅτι μεγάλη τις ἐστὶ καὶ ὑπὲρ τὴν ἑαυτῆς φύσιν ἐπαίρηται, πολλάκις καὶ φύματα καὶ τραύματα αὐτῇ περιπλέκεται, ἵνα μάθῃ ὅτι θνητὴ οὖσα περὶ τῶν ἀιδίων καὶ ἀθανάτων λαλεῖ, καὶ ὀφείλει γνωρίζειν τίς μὲν ἡ τοῦ κηρυττομένου δύναμις, τίς ἡ ἀσθένεια τοῦ κηρύττοντος. Ἔδωκεν αὐτῷ ὀφθαλμόν, τὴν μικρὰν ἐκείνην κέγχρον. Τὸ μέσον γάρ ἐστι τὸ βλέπον, τῆς κόρης τὸ μεσαίτατον. Καὶ ὅμως διὰ τῆς μικρᾶς ἐκείνης κέγχρου καθορᾷ πᾶσαν τὴν κτίσιν. Καὶ ἵνα μὴ περιλαμβάνων τῇ ὄψει πᾶσαν τὴν κτίσιν, ἑπαίρηται, πολλάκις καὶ ὀφθαλμίαι, καὶ λῆμαι, καὶ δάκρυα, καὶ ὅσα θολοῖ τὴν ὄψιν, ἐπιγεννᾶται, ἵνα ἀπὸ μὲν τῆς ἀσθενείας ἑαυτὸν γνωρίσῃ, ἀπὸ δὲ τῆς δημιουργίας τὸν τεχνίτην ἐκθειάσῃ. Ἔδωκεν αὐτῷ καρδίαν λογιζομένην, ῥίζαν ἐνθυμημάτων, πηγὴν λογισμῶν. Ἀλλ’ ἐν αὐτοῖς τοῖς τόποις ἐποίησε καὶ τὴν τῶν ἐντέρων διάπλασιν, ἅτινα καὶ κόπρων καὶ πάσης ἄλλης ἀηδίας πληροῦται, δι’ ὧν ὁ ἄνθρωπος ἐσθίει, ἵνα, ὅταν ἐπαίρηται ἡ καρδία, καταστέλλῃ αὐτὴν ἡ γαστήρ· ὥστε καὶ ἡ γαστὴρ καὶ ἡ κόπρος ἀναγκαία πρὸς παιδαγωγίαν. Εἰ γὰρ κόπρον περιφέρων ἅνθρωπος τολμᾷ θρασύνεσθαι, καὶ οὐχ ἁπλῶς θρασύνεσθαι, ἀλλὰ καὶ κατὰ τοῦ θεοῦ, ὡς ἐτόλμησέ τις βάρβαρος βασιλεὺς εἰπεῖν· Ἐπάνω τῶν ἄστρων θήσω τὸν θρόνον μου καὶ ἔσομαι ὅμοιος τῷ ὑψίστῳ. Εἰ τοσαύτην κόπρον καὶ ἀηδίαν περιφέρων οὕτω λαλεῖ, εἰ ταύτης παντελῶς ἀπήλλακτο τῆς ἀσθενείας καὶ εὐτελείας, τίς ἂν αὐτὸν ἤνεγκεν ἐπαιρόμενον; Διὰ τοῦτο ὁ μέγας Ἡσαΐας πρὸς τοὺς ὑπερηφάνους φησί· Τί ἀλαζονεύεται γῆ καὶ σποδός; Ἀλλὰ πάλιν εἰς τὸ προκείμενον ἐπανέλθωμεν. Ὁ θεὸς ἔκτισε τὸν ἄνθρωπον ἀπὸ χοός. Ἀλλ’ οὐκ εἶδεν ὁ ἄνθρωπος, ὅπως ἐγίνετο. Διὰ τοῦτο καὶ ἠγνόησεν αὐτοῦ τὴν εὐτέλειαν. Ὁ θεὸς γάρ, ὡς ἔφθην εἰπών, οὐ προγενεστέραν ἐποίησε τὴν ψυχὴν τοῦ σώματος, ἵνα μὴ βλέπῃ τὴν δημιουργίαν. Πλήν, ἐπειδήπερ ὅλως οὐκ οἶδεν ἐξ οἵας ταπεινώσεως ἀνέστη, καὶ ὅτι αὐτὸν ὁ δημιουργὸς ἀπὸ γῆς ἔπλασεν, ἀποστρέφει αὐτὸν εἰς τὴν γῆν, ἐξ ἧς ἐλήφθη , ἵνα πάλιν τῆς ἑαυτοῦ ἀσθενείας πειραθείς, ἐπιγνῷ καὶ τὴν ἀρχαίαν εὐεργεσίαν καὶ τὴν μέλλουσαν φιλανθρωπίαν. Ὅτε μὲν γὰρ ἐπλάσθη, οὐκ εἶδεν ὅτι ἀπὸ τῆς γῆς ἐγένετο. Πρόσεχε ἀκριβῶς, μή σε παραδράμῃ τὸ νόημα. Ὅτε ἐπλάττετο ὁ Ἀδάμ, οὐκ εἶδεν ὅτι ἀπὸ γῆς ἀνέστη· ὅτε μέντοι ἐγείρεται ἐν τῇ ἀναστάσει, εἶδεν ὅτι χοῦν ἀποδυσάμενος ἐγείρεται. Εἰ γὰρ καὶ ἑαυτὸν μὴ βλέπει ὁ νεκρός, ἀλλὰ τὸν πρὸ ἑαυτοῦ ὁρᾷ. Βλέπομεν ἡμεῖς τοὺς τεθνηκότας καὶ εἰς χοῦν ἀναλυθέντας, καὶ δι’ ὧν ὁρῶμεν παιδευόμεθα. Οὐκ εἶδες πολλάκις θρασεῖς ἄνδρας καὶ ὑπερηφάνους, πῶς ταπεινοὶ καὶ κατεσταλμένοι εἰσὶν ἐν τοῖς θανάτοις; Ἀπαγγέλλεται θάνατος καὶ πάντων ἡ καρδία πτήσσει, πάντων ὑποπίπτει τὸ φρόνημα. Καὶ φιλοσοφοῦμεν περὶ τὰ μνήματα, ὅταν ἴδωμεν ὀστέα γυμνά, καὶ τὴν ἀνθρωπίνην φύσιν διαβεβρωμένην καὶ διαλελυμένην κατανοήσωμεν, εὐθέως πρὸς ἀλλήλους φιλοσοφοῦμεν. Ἴδε τί γινόμεθα καὶ ποῦ ἀπερχόμεθα. Καὶ φλυαροῦμεν· ἐξήλθομεν τῶν τάφων, καὶ ἐπελαθόμεθα τῆς ταπεινώσεως. Ἐν τῷ τάφῳ πρὸς τὸν πλη σίον ἕκαστος ὧδέ πη φθέγγεται· Ὢ τῆς ταλαιπωρίας· ὢ τῆς οἰκτρᾶς ἡμῶν ζωῆς· Ὅρα τί γινόμεθα. Καὶ ὅμως κἂν φθεγγώμεθα καὶ ἁρπάζομέν τι καὶ βοῶμεν καὶ μνησικακοῦμεν. Καὶ ἕκαστος ἁπλῶς οὕτω φιλοσοφεῖ, ὡς μέλλων πάντη τῇ κακίᾳ ἀποτάττεσθαι· Καὶ ἔσω μὲν λόγοις φιλοσοφεῖ, ἔξω δὲ τοῖς ἔργοις θεομαχεῖ. Διὰ τοῦτο ὁ θεὸς πανταχοῦ παγῆναι τὰ μνήματα παρεσκεύασε, τὰ ὑπομιμνήσκοντα ἡμᾶς τὴν ἑαυτῶν ἀσθένειαν. Διὸ πᾶσα πόλις, πᾶσα κώμη πρὸ τῶν εἰσόδων τάφους ἔχει. Ἐπείγεταί τις εἰσελθεῖν εἰς πόλιν βασιλεύουσαν, καὶ κομῶσαν πλούτῳ καὶ δυναστείᾳ καὶ τοῖς ἄλλοις ἀξιώμασι. Καὶ πρὶν ἴδῃ ὃ φαντάζεται, βλέπει πρῶτον ὃ γίνεται. Τάφοι πρὸ τῶν πόλεων, τάφοι πρὸ τῶν ἀγρῶν. Πανταχοῦ τὸ διδασκάλιον τῆς ταπεινώσεως ἡμῶν πρόκειται, καὶ παιδευόμεθα πρῶτον εἰς τί καταλήγομεν, καὶ τότε ὁρᾶν τὰ ἔσω φαντάσματα. Καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ μέλλοντες εἰσέρχεσθαι πολλάκις εἰς βίον κοινωνίαν, τῆς φύσεως τὴν ἄκραν παιδευόμεθα ταπείνωσιν. Ἀνὴρ πολλάκις, ἐπειδὰν γυναῖκα θέλῃ λαβεῖν, ὑπαγορεύει τῷ νομογράφῳ τὰ προικῷα. Οὐδέπω συνάφεια, καὶ θάνατος εὐθὺς ἀναγράφεται· οὐδέπω τῆς συμβιώσεως ἀπέλαυσε καὶ τοῦ γάμου, καὶ τὸν θάνατον εὐθέως ὁρίζεται· οὐδέπω εἶδε τὴν γαμετήν, καὶ θάνατον ψήφους καθ’ ἑαυτοῦ καὶ κατ’ ἐκείνης προϋποτίθεται, καὶ γράφει τοιαῦτα· ἐὰν δὲ ἀποθάνῃ ὁ ἀνὴρ πρὸ τῆς γυναικός, ἐὰν ἡ γυνὴ πρὸ τοῦ ἀνδρός, τὸ καὶ τὸ διατυποῦται. Οὕτως ἔπηξαν οἱ ἀρχαῖοι νόμοι πανταχοῦ τοῖς πᾶσι τῆς φύσεως τὰ ὑπομνήματα· καὶ οὐ μόνον περὶ τῶν ὄντων καὶ ζώντων αἱ τοῦ θανάτου τίθενται ψῆφοι, ἀλλὰ καὶ κατὰ οὐδέπω γεγονότων. Τί γάρ φησιν; Ἐὰν δὲ τὸ τεχθησόμενον παιδίον ἀποθάνῃ. Οὔπω ὁ καρπός, καὶ ἡ ἀπόφασις ἔδραμεν. Εἶτα μὲν ἐν τοῖς γραμματείοις ἐπιγινώσκει τὴν φύσιν· Ἐὰν δέ τι τῶν κατὰ ἄνθρωπον πάθῃ ἢ τὸ γύναιον ἀποθάνῃ, ἐπιλανθάνεται ὧν ἔγραψε, καὶ ἕτερα τραγῳδίας προφέρει ῥήματα. Καὶ ταῦτά φησιν ἔδει με παθεῖν; Ταῦτα ἐγὼ προσεδόκησα πάσχειν καὶ ἀποστερεῖσθαι τῆς συζυγίας; Τί οὖν; Ἐπελάθου ὧν ἔγραψας καὶ ὅτε μὲν ἔξω ἦς τῶν πραγμάτων, ἐπεγίνωσκες τοὺς ὅρους τῆς φύσεως. Ὅτε δὲ περιέπεσας τοῖς πάθεσιν, ἐπελάθου τῶν νόμων τῆς φύσεως; Ταῦτα λέγεται εἰς σωφρονισμὸν ἁπάντων, εἰς τὸ πάντας πάντα φέρειν γενναίως τὰ προσπίπτοντα, εἰς τὸ μὴ ζημίαν ἡγεῖσθαι τὰ τοῦ θεοῦ κρίματα. Μὴ φιλοσόφει ἔξω τῶν παθῶν, ἀλλ’ ὅταν ἐντὸς γένῃ τῶν παθῶν, τὴν μεγαλοψυχίαν ἐπίδειξαι. Ὅταν λυπῇ, μνήσθητι τῶν λόγων, δι’ ὧν παραμυθῇ τὸν λυπούμενον. Τίσι κεχρήμεθα λόγοις πρὸς τοὺς λυπουμένους; Οὐ ταῦτα πρὸς αὐτοὺς φιλοσοφοῦμεν; Ἀνθρώπινα ταῦτα τὰ τῶν συμφορῶν. Οὐ μόνος ὑπέστης τὴν συμφοράν· οὐ μόνος τοῦ θανάτου τὴν βίαν ὑπέμεινας· ταῦτα καὶ βασιλεῖς φέρουσιν, ἐζημιώθησαν πολλάκις ἄρχοντες, ζημιοῦνται καὶ δυνάσται. Ἐπίγνωθι σεαυτοῦ τὴν φύσιν, ἄνθρωπος εἶ. Μετὰ πάντων καὶ αὐτὸς τῶν κοινῶν τῆς φύσεως ἀπολαύεις νόμων. Ταῦτα καὶ τούτων πλείονα φθέγγῃ, ὅταν ἄλλον παρακαλῇς. Ἢ γὰρ ἄλλων μὲν διδάσκαλος γενναῖος εἶ, σεαυτῷ δὲ οὐδὲ οἰκτρὸς μαθητής; Μεγάλης ἐστὶ καὶ γενναίας ψυχῆς τὸ ἐν τῇ ἀκμῇ τῶν παθῶν φιλοσοφεῖν. Εἴ τις δύναται ἐφ’ ἑκάστης συμφορᾶς ἢ λύπης ἢ ζημίας λέγειν· Δίκαιος εἶ, κύριε, καὶ εὐθεῖς αἱ κρίσεις σου , ζημιοῦται μὲν ὡς ἄνθρωπος, στεφανοῦται δὲ ὡς φιλόθεος. Ὁ βίος, ἀδελφοί, πολλῆς γέμει δυσκολίας, καὶ δεῖ πάντως καὶ δίκαιον καὶ ἄδικον καὶ εὐσεβῆ καὶ ἀσεβῆ θλίβεσθαι. Ἀλλὰ πολλὴ ἡ διαφορά· Ἄλλο γάρ ἐστιν ὡς οἰκεῖον παιδεύεσθαι, καὶ ἄλλο ὡς ἀλλότριον μαστίζεσθαι. Τύπτεται υἱός, τύπτεται καὶ οἰκέτης. Ἀλλ’ ὁ μὲν ὡς δοῦλος ἁμαρτήσας, ὁ δὲ ὡς ἐλεύθερος καὶ ὡς υἱὸς ἐπιστροφῆς δεόμενος. Οὐ ποιοῦσιν αἱ πληγαὶ τὴν ὁμοτιμίαν. Οὐκ ἐὰν πάθῃ εὐσεβὴς ἃ πάσχει ἀσεβής, ὁμότιμος γίνεται τοῦ ἀσεβοῦς. Ἀλλὰ λογίζεται τούτῳ ἡ παιδεία εἰς θλῖψιν καὶ δοκιμασίαν, τῷ δὲ ἀσεβεῖ εἰς μάστιγας καὶ τιμωρίαν. Διὰ τοῦτο ταύτας τὰς δυσκολίας εἰδὼς ὁ μακάριος Δαυὶδ περὶ μὲν τῶν δικαίων λέγει· Πολλαὶ αἱ θλίψεις τῶν δικαίων. Ἀλλ’ ὅρα τὸ ἐπαγόμενον· Καὶ ἐκ πασῶν αὐτῶν ῥύσεται αὐτοὺς ὁ κύριος. Περὶ δὲ τῶν ἐναντίων· Πολλαὶ αἱ μάστιγες τοῦ ἁμαρτωλοῦ. Καὶ οὐδὲν τὸ ἐπαγόμενον. Τῶν δὲ δικαίων πολλαὶ μὲν αἱ θλίψεις, ἐκ δὲ πασῶν αὐτῶν ῥύσεται αὐτοὺς ὁ κύριος. Ταῦτα δέ τις ἀκούων μὴ ἑαυτοῦ ἀπογινωσκέτω, μηδὲ λεγέτω· Εἰ τοίνυν ὡς ἁμαρτωλὸς μαστίζομαι, ἐλπίδα μὴ ἔχων, ἄκαρπός μοι ἐστιν ἡ παιδεία. Ἁμαρτωλὸν γὰρ ἐκάλεσε νῦν ἡ γραφή, οὐ τὸν πάντη τῆς εὐσεβείας ἀλλότριον, ἀλλὰ τὸν θλιβόμενον, τὸν εὐσεβείας μετέχοντα, πράγμασι δὲ ἀνθρωπίνοις ὀλισθαίνοντα. Ἐπεὶ ὅτι ἁμαρτωλοὺς ἐλεεῖ ὁ θεός, μεστὴ πᾶσα γραφὴ τῶν ἐνεχύρων τῆς τοῦ θεοῦ φιλανθρωπίας. Φησὶ γάρ· Ζῶ ἐγώ, λέγει κύριος, οὐ βούλομαι τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι καὶ ζῆν αὐτόν. Ὄμνυσιν ὁ θεός, οὐχ ὡς ἑαυτῷ ἀπιστῶν, ἀλλὰ τὴν ἡμετέραν ἀπιστίαν εἰς πίστιν ἐκβιαζόμενος. Λεγέτω τοίνυν πᾶς ἅνθρωπος εἰς θλίψεις ἐξεταζόμενος· Δίκαιος εἶ, κύριε, καὶ εὐθεῖς αἱ κρίσεις σου. Καὶ ὁμοῦ καὶ τὴν γενναίαν ἔδειξε ψυχήν, καὶ τὴν εὐσέβειαν οὐκ ἔλυσεν. Οἷος ἦν ὁ μακάριος Ἰώβ, ὁ στρατηγήσας κατὰ πάντων τῶν παθῶν, ὁ πάντα νικήσας τοῦ διαβόλου τὰ φόβητρα, ὁ πᾶσαν αὐτοῦ τὴν μανίαν ἐκλύσας, ὁ τῇ στερρότητι τῆς γνώμης τὰ κύματα τοῦ διαβόλου διαλύσας, ὁ πάντων ὁμοῦ στερηθεὶς καὶ τὸν πάντων κύριον οὐκ ἀρνηθείς. Ἀλλὰ τὰ ἐκείνου στρατηγήματα ἴδιον λήψεται λόγον. Καὶ γὰρ ἀληθῶς ἰδίου δεῖται καιροῦ πρὸς ἐξέτασιν, μὴ τῇ παραδρομῇ τῶν λόγων ὑβρίσωμεν τὰ ἐκείνου παλαίσματα. Ἐκεῖνα δὲ πρὸ ὀφθαλμῶν ἔχωμεν, ἅπερ εἶπεν ὁ γενναῖος ἐκεῖνος καὶ μέγας ἀγωνιστής. Ἐπειδὴ γὰρ σφραγῖδα τοῖς εἰρημένοις ἐπάγει, πάντων γυμνωθείς, ἑαυτὸν εὐσεβείας οὐκ ἐγύμνωσεν, ἀλλά φησιν· Ὁ κύριος ἔδωκεν, ὁ κύριος ἀφείλετο· ὡς τῷ κυρίῳ ἔδοξεν, οὕτω καὶ ἐγένετο. Καλὸν τὸ ἔδοξε . Παραχωρεῖ τῇ αὐθεντίᾳ· οὐ περιεργάζεται τὴν διοίκησιν. Οὐκ εἶπεν ὡς ἡμεῖς· Διὰ τί νέοι ἀποθνήσκουσι καὶ γέροντες μένουσι; Ποία διοίκησις αὕτη; Ἐπιθυμεῖ γέρων θανάτου λελυμένος ταῖς σαρξίν, ἐνδεής τε χρημάτων καὶ πάσης ἄλλης παραμυθίας, καὶ οὐ τυγχάνει τῆς ἐπιθυμίας. Καὶ παῖς ἐπέραστον ἔχων κάλλος, ποθεινὸς τοῖς γονεύσιν, ἄωρος ἁρπάζεται; Μάθε μὴ τοιαῦτα ζητεῖν. Μάθε λέγειν· Τὰ κρίματά σου ἄβυσσος πολλή. Μάθε λέγειν· Δίκαιος εἶ, κύριε, καὶ εὐθεῖς αἱ κρίσεις σου. Μάθε λέγειν· Ὡς τῷ κυρίῳ ἔδοξεν, οὕτω καὶ ἐγένετο. Γνώριζε τὴν αὐθεντίαν, ἵνα γνωρίσῃς τὴν εὐσέβειαν.