Ἐννόησον ὅση κακία ἐν κόσμῳ πολιτεύεται καὶ πρόσωπον οὐκ ἔχει. Καὶ πῶς οὐκ ἔχει πρόσωπον; Ἐὰν λεπτομερῶς ἐρευνήσῃς, οὐδεμίαν εὑρήσεις κακίαν ἐξ οἰκείου προσώπου φαινομένην. Ἀλλ’ ἐὰν μὴ δανείσηται πρόσωπον ἀρετῆς, οὐ φαίνεται. Καὶ ὅπως ἄκουε. Ὁ ψευδόμενος, οὐχ ὁμολογῶν τὸ ψεῦδος ψεύδεται, ἀλλ’ ἀληθείᾳ ὑποκρινόμενος ἀπατᾷ· ὁ ἀδικῶν οὐ κηρύττει ὅ εστιν, ἀλλὰ σχηματίζεται ὃ μὴ ἔστι, καὶ τότε τὴν ἀδικίαν ἐργάζεται. Ὁμοίως ὁ δόλιος οὐ δείκνυσι τὸν δόλον, ἀλλὰ σχηματίζεται τὴν φιλίαν, καὶ πραγματεύεται τὴν πονηρίαν· ὁ μοιχὸς οὐχ ὁμολογήσας τὴν ἄθεσμον μοιχείαν, ἐπιπηδᾷ τῷ οἴκῳ, ἀλλὰ πλάσμα σωφροσύνης ἐνδυόμενος εἰς τὸ στόμα ἐνυβρίζει τὰ θεῖα. Ὁρᾷς ὅτι οἰκεῖον οὐκ ἔχει πρόσωπον ἡ κακίᾳ; Ὁμοίως καὶ ὁ συκοφάντης, ὅταν εἰσέλθῃ εἰς δικαστήριον, οὐ τοῦτο ὁμολογήσας, ὅπερ ἐστίν, εἰσέρχεται, ἀλλὰ μάρτυρα ἀληθείας προστησάμενος τῷ σχήματι, διὰ τοῦ ψεύδους τὸν μάρτυρα τῆς κακίας ἐνδείκνυται. Οὕτω κακία πρόσωπον ἴδιον οὐκ ἔχει, ἐὰν μὴ δανείσηται πρόσωπον ἀρετῆς. Διὰ τοῦτο ὁ σωτήρ ἔλεγεν· Ἐλεύσονται πρὸς ὑμᾶς ἐν ἐνδύμασι προβάτων, ἔσωθεν δέ εἰσι λύκοι ἅρπαγες. Ἀλλ’ εἰς τὸ προκείμενον ἐπανέλθωμεν.