Οἷος ἦν ὁ μακάριος Ἰώβ, ὁ στρατηγήσας κατὰ πάντων τῶν παθῶν, ὁ πάντα νικήσας τοῦ διαβόλου τὰ φόβητρα, ὁ πᾶσαν αὐτοῦ τὴν μανίαν ἐκλύσας, ὁ τῇ στερρότητι τῆς γνώμης τὰ κύματα τοῦ διαβόλου διαλύσας, ὁ πάντων ὁμοῦ στερηθεὶς καὶ τὸν πάντων κύριον οὐκ ἀρνηθείς. Ἀλλὰ τὰ ἐκείνου στρατηγήματα ἴδιον λήψεται λόγον. Καὶ γὰρ ἀληθῶς ἰδίου δεῖται καιροῦ πρὸς ἐξέτασιν, μὴ τῇ παραδρομῇ τῶν λόγων ὑβρίσωμεν τὰ ἐκείνου παλαίσματα. Ἐκεῖνα δὲ πρὸ ὀφθαλμῶν ἔχωμεν, ἅπερ εἶπεν ὁ γενναῖος ἐκεῖνος καὶ μέγας ἀγωνιστής. Ἐπειδὴ γὰρ σφραγῖδα τοῖς εἰρημένοις ἐπάγει, πάντων γυμνωθείς, ἑαυτὸν εὐσεβείας οὐκ ἐγύμνωσεν, ἀλλά φησιν· Ὁ κύριος ἔδωκεν, ὁ κύριος ἀφείλετο· ὡς τῷ κυρίῳ ἔδοξεν, οὕτω καὶ ἐγένετο. Καλὸν τὸ ἔδοξε . Παραχωρεῖ τῇ αὐθεντίᾳ· οὐ περιεργάζεται τὴν διοίκησιν. Οὐκ εἶπεν ὡς ἡμεῖς· Διὰ τί νέοι ἀποθνήσκουσι καὶ γέροντες μένουσι; Ποία διοίκησις αὕτη; Ἐπιθυμεῖ γέρων θανάτου λελυμένος ταῖς σαρξίν, ἐνδεής τε χρημάτων καὶ πάσης ἄλλης παραμυθίας, καὶ οὐ τυγχάνει τῆς ἐπιθυμίας. Καὶ παῖς ἐπέραστον ἔχων κάλλος, ποθεινὸς τοῖς γονεύσιν, ἄωρος ἁρπάζεται; Μάθε μὴ τοιαῦτα ζητεῖν. Μάθε λέγειν· Τὰ κρίματά σου ἄβυσσος πολλή. Μάθε λέγειν· Δίκαιος εἶ, κύριε, καὶ εὐθεῖς αἱ κρίσεις σου. Μάθε λέγειν· Ὡς τῷ κυρίῳ ἔδοξεν, οὕτω καὶ ἐγένετο. Γνώριζε τὴν αὐθεντίαν, ἵνα γνωρίσῃς τὴν εὐσέβειαν.