Πᾶσα γραφὴ θεόπνευστος καὶ ὠφέλιμος , ἀρχὴν ἔχουσα καὶ πηγὴν τῆς εὐσεβείας τὸ πνεῦμα τῆς ἀληθείας . Ἀπὸ γὰρ τοῦ ἁγίου καὶ προσκυνητοῦ πνεύματος, ὥσπερ ἀπό τινος εὐθαλοῦς καὶ γονίμου πηγῆς, πάντα πηγάζει τὰ θεῖα νάματα. Καὶ ὅσα ὁ νόμος διαγορεύει, ὅσα προφῆται θεσπίζουσιν, ὅσα ἀπόστολοι κηρύττουσι, πάντα ταῦτα τῷ ἁγίῳ πνεύματι ἀληθινῶς ἀπεικάζεται καὶ ἐπιγράφεται. Πάντα γὰρ ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ, καθὼς βούλεται. Διὰ τοῦτο πάντα ἀπαστράπτει τὰ κάλλη τῆς εὐσεβείας, καὶ λάμπουσιν οἱ λόγοι τῆς ἀληθείας, καὶ βρύουσι θησαυροὶ τῆς ἐνθέου σοφίας· θησαυροὶ οὐκ ἐν γῇ κατακρυπτόμενοι, ἀλλ’ ἐν τῷ βάθει τῆς εὐσεβείας θεωρούμενοι· θησαυροὶ ψυχὰς εὐφραίνοντες, ἐννοίας φωτίζοντες, τὴν οἰκουμένην ἐπιστρέφοντες, πᾶσαν τοῦ Ἀδὰμ τὴν πτωχείαν πλουτίζοντες. Ὥσπερ γὰρ εἰς πολλὴν κατηνέχθη ταπείνωσιν τὸ πρωτότυπον κάλλος τῆς εὐσεβείας ἀποδυσάμενος, οὕτω διὰ τῆς σωτῆρος ἡμῶν τοῦ θεοῦ λόγου συγκαταβάσεως ἐπλουτίσθη. Καὶ μαρτυρεῖ Παῦλος ὧδέ πη λέγων· Εὐχαριστῶ τῷ θεῷ, ὅτι ἐν παντὶ ἐπλουτίσθητε ἐν αὐτῷ, ἐν παντὶ λόγῳ καὶ πάσῃ γνώσει. Ὁ γὰρ θεοῦ λόγον δεχόμενος πλουτεῖ· ὁ δὲ μὴ δεχόμενος θεοῦ λόγον, πτωχεύει. Καὶ μαρτυρεῖ Ἱερεμίας λέγων· Καὶ εἶπον· Ἴσως πτωχοί εἰσι, διὰ τοῦτο οὐ δύνανται ἀκούειν λόγον κυρίου. Ἀλλ’ ὁ μὲν πτωχεύων ὀνειδίζεται, ὁ δὲ πλουτῶν ἀγάλλεται, ὁ πλουτῶν τῷ λόγῳ τῆς ἀληθείας, ὁ κομῶν ταῖς ἀρεταῖς τῆς ἐγκάρπου φιλοσοφίας· οἷος ἦν ὁ Δαυὶδ λέγων· Ἐγὼ ὡσεὶ ἐλαία κατάκαρπος, ἐν τῷ οἴκῳ τοῦ θεοῦ· ἐλαία κατάκαρπος , οὐ φύλλοις κομῶσα, ἀλλὰ καρποῖς τῆς εὐσεβείας βρίθουσα. Ἔστι γὰρ ψυχὴ πολλάκις κομῶσα μὲν τοῖς κλάδοις καὶ τοῖς φύλλοις, καρπὸν δὲ μὴ φέρουσα, ὡς Ἱερεμίας ἔλεγε περὶ τοῦ Ἰσραήλ· Ἄμπελος εὐκληματοῦσα ὁ Ἰσραήλ , εὐκληματοῦσα, οὐκ εὐκαρποῦσα. Ἀλλὰ ἐκείνη μὲν τοιαύτη· ὁ δὲ προφήτης ἀγάλλεται λέγων· Ἐγὼ ὡσεὶ ἐλαία κατάκαρπος , οὐκ ἐν τοῖς ἔξω κομῶσα, ἀλλὰ τοῖς ἔσω βρύουσα, ἐν τῷ οἴκῳ τοῦ θεοῦ ἐλαία κατάκαρπος . Οὐδὲ γάρ ἐστι καλὸν τὸ ἔξω τοῦ οἴκου τοῦ θεοῦ πολιτεύεσθαι. Εὑρήσεις γοῦν πολλοὺς καὶ ἐκτὸς τοῦ λόγου τῆς ἀληθείας ἔργοις ἀγαθοῖς κατὰ τὸ φαινόμενον διαλάμποντας· εὑρήσεις ἄνδρας συμπαθεῖς, ἐλεήμονας, δικαιοσύνῃ προσέχοντας· ἀλλ’ οὐδεὶς καρπὸς τοῖς ἔργοις, ἐπειδὴ ἠγνόησαν τὸ ἔργον τῆς ἀληθείας. Καλὰ μὲν γὰρ καὶ τὰ ἔργα, ἀλλὰ δεῖ προηγεῖσθαι τὸ ἔργον τὸ ἀνώτατον. Καὶ γὰρ Ἰουδαίων ποτὲ λεγόντων πρὸς τὸν κύριον· Τί ποιήσομεν, ἵνα ἐργασώμεθα τὰ ἔργα τοῦ θεοῦ; ἀπεκρίνατο πρὸς αὐτούς· Τοῦτό ἐστι τὸ ἔργον τοῦ θεοῦ, ἵνα πιστεύσητε εἰς ὃν ἀπέστειλεν ἐκεῖνος. Ὅρα πῶς τὴν πίστιν ἔργον ἐκάλεσεν. Οὐκοῦν ἅμα ἐπίστευσας, ἅμα τοῖς ἔργοις ἐκόμησας, οὐχ ὅτι δὲ ἐλλείπῃ πρὸς τὰ ἔργα, ἀλλ’ ὅτι καθ’ ἑαυτὴν πίστις πλήρης ἐστὶν ἀγαθῶν ἔργων. Τὰ μὲν γὰρ ἔργα εἰς ἀνθρώπους καὶ ἐξ ἀνθρώπων. Ἡ δὲ πίστις ἐξ ἀνθρώπων πρὸς θεόν· Ἡ πίστις τὸν ἐπιστρεφόμενον, πολίτην οὐρανῶν ἀποδείκνυσι· Ἡ πίστις τὸν ἀπὸ γῆς ἄνθρωπον, θεοῦ συνόμιλον ἀπεργάζεται· Οὐδέν ἐστιν ἔξω πίστεως ἀγαθόν. Ἐοίκασι δέ μοι, ἀδελφοί, ἵνα εἰκόνι τινὶ χρήσωμαι τοῦ λόγου, ἐοίκασιν οἱ ἔργοις κομῶντες ἀγαθοῖς καὶ τὸν θεὸν τῆς εὐσεβείας ἀγνοήσαντες, λειψάνοις νεκρῶν, καλὰ μὲν ἐνδεδυμένοις, αἴσθησιν δὲ τῶν καλῶν οὐκ ἔχουσι. Τί γὰρ ὄφελος ψυχῆς νεκρᾶς, τῷ μὲν θεῷ λόγῳ νενεκρωμένης, τοῖς δὲ ἀγαθοῖς ἔργοις περιβεβλημένης; Τὰ ἔργα ἐπ’ ἐλπίδι γίνεται ἀμοιβῆς καὶ στεφάνων. Εἰ δὲ τὸν ἀγωνοθέτην ἀγνοεῖς, ὑπὲρ τίνος ἀθλεῖς; Οὐ δεῖ μὲν τὴν πίστιν γυμνὴν εἶναι τῶν ἔργων, ἵνα μὴ ὑβρίζηται· πλὴν ἀνωτέρα τῶν ἔργων ἡ πίστις. Ὥσπερ γὰρ ἐν τιμῇ τοῖς ἀνθρώποις ἔδει πρῶτον προηγεῖσθαι τὸ ζῆν, καὶ οὕτω τὸ τρέφεσθαι (τὸ γὰρ συνέχον τὴν ζωὴν ἡμῶν, ἐστὶν ἡ τροφή), οὕτω δεῖ προηγεῖσθαι ἡμῶν τῆς ζωῆς τὴν εἰς Χριστὸν ἐλπίδα, τρέφεσθαι δὲ καὶ τοῖς ἔργοις τοῖς ἀγαθοῖς. Τὸν μὴ τρεφόμενον ἐγχωρεῖ ζῆν πολλάκις, τὸν δὲ μὴ ζῶντα οὐκ ἐγχωρεῖ τρέφεσθαι. Ἐνήστευσε Μωϋσῆς ἡμέρας τεσσαράκοντα, ἀλλ’ ἐπειδὴ εἶχεν ἐν ἑαυτῷ τὸν ζῶντα λόγον, οὐδὲν αὐτὸν ἐζημίωσεν ἡ τῶν γηίνων ἔνδεια. Οὕτω καὶ ἐπὶ τῆς κατὰ τὴν ψυχὴν καταστάσεως· δεῖ μὲν τοῖς ἔργοις τρέφεσθαι, δεῖ δὲ πρὸ τῶν ἔργων τὴν πίστιν ἐνδύεσθαι· ἄνευ πίστεως τὸν ἐργαζόμενον ἔργα δικαιοσύνης οὐ δύνῃ παραστῆσαι ζήσαντα καὶ βασιλείας ἀξιωθέντα. Οὐδεὶς ἄνευ πίστεως ἔζησεν· ὁ δὲ λῃστὴς πιστεύσας μόνον ἐδικαιώθη . Καὶ μή μοι λέγε· Οὐκ ἔσχε καιρὸν πολιτεύεσθαι· οὐδὲ γὰρ ἐγὼ τοῦτο φιλονεικῶ, ἀλλ’ ἐκεῖνο παρέστησα, ὅτι ἡ πίστις καθ’ ἑαυτὴν ἔσωσεν. Εἰ γὰρ ἐπέζησε τῇ πίστει, καὶ ἔργων ἠμέλησεν, ἐξέπιπτε τῆς σωτηρίας. Τὸ δὲ σκοπούμενον νῦν καὶ ζητούμενον, ὅτι καὶ ἡ πίστις καθ’ ἑαυτὴν ἔσωσεν, ἔργα δὲ καθ’ ἑαυτὰ οὐδαμοῦ τοὺς ἐργάτας ἐδικαίωσε. Καὶ θέλεις ἰδεῖν ἀκριβῶς, ὅτι ἔργα ἄνευ πίστεως οὐ ζωοποιεῖ; Μεμαρτύρητο Κορνήλιος ἐπὶ ἐλεημοσύναις καὶ προσευχαῖς· ἀλλὰ Χριστὸν ἠγνόει, θεῷ μὲν πιστεύων, τὸν δὲ τοῦ θεοῦ λόγον οὐδέπω μεμαθηκώς. Καὶ ἐπειδὴ ἔργα ἦν καλὰ καὶ θαυμαστά, ἤρεσκε μὲν τῷ τῶν ἀγαθῶν βραβευτῇ καὶ ἐραστῇ θεῷ· ἀλλ’ ἐπειδὴ εἶδεν ὁ τῆς δικαιοσύνης καὶ τῆς ἀληθείας μέγας ὀφθαλμός, ὁ ἀπροσωπόληπτος καὶ δίκαιος κριτής, ὅτι καλὰ μὲν τὰ ἔργα, νεκρὰ δέ ἐστιν οὐκ ἔχοντα πίστιν, ἀποστέλλει ἄγγελον θεῖον βραβεύοντα τοῖς ἔργοις, ὥστε τὸν καλῶς ἀθλοῦντα στεφανῶσαι τῇ πίστει· ὅς φησι πρὸς αὐτόν· Κορνήλιε, αἱ προσευχαί σου καὶ αἱ ἐλεημοσύναι σου ἀνέβησαν εἰς μνημόσυνον ἐνώπιον τοῦ θεοῦ. Εἰ τοίνυν εἰσηκούσθη ἡ δέησις, φησί, καὶ αἱ ἐλεημοσύναι ἐδέχθησαν, τί μοι τὸ λεῖπον εἰς δικαιοσύνην; Πέμψον οὖν εἰς Ἰόππην φησὶ καὶ μετακάλεσαι Σίμωνα τὸν ἐπικαλούμενον Πέτρον, ὃς ἐλθὼν λαλήσει σοι ῥήματα, ἐν οἷς σωθήσῃ σὺ καὶ ὅλος ὁ οἶκός σου. Οὐκοῦν οὐκ εἶχε τὰ ἔργα σωτηρίαν. Εἰ γὰρ ἐξ ὧν κηρύττει Πέτρος, σώζεται καὶ αὐτὸς καὶ ὁ οἶκος αὐτοῦ, οὐκ εἶχεν οὐδέπω ὁ Κορνήλιος ἐκ τῶν ἔργων τὴν σωτηρίαν, ἕως αὐτῷ τοῖς ἔργοις ἐβράβευσεν ἡ πίστις. Διὰ τοῦτο ὁ Πέτρος, ὁ μακάριος καὶ τίμιος Χριστοῦ ἀπόστολος, ἐλθὼν ἐκ τῆς Ἰόππης, καὶ θεασάμενος τοῦ θεοῦ τὴν χάριν ἐκχυθεῖσαν ἐν τοῖς τότε νενομισμένοις ἀλλοφύλοις, ἐπιγνώμων γενόμενος τῆς τοῦ θεοῦ κρίσεως, λέγει· Ἐπ’ ἀληθείας καταλαμβάνομαι, ὅτι οὐκ ἔστι προσωπολήπτης ὁ θεός· ἀλλ’ ἐν παντὶ ἔθνει ὁ ποιῶν δικαιοσύνην, δεκτὸς αὐτῷ ἐστίν. Οὐκ εἶπεν· Ἐν παντὶ ἔθνει ὁ ποιῶν δικαιοσύνην σώζεται, ἀλλὰ δεκτός ἐστι , τουτέστιν, ἄξιος γίνεται τοῦ δεχθῆναι. Δεῖ τοίνυν προλάμπειν τῶν ἔργων τὴν πίστιν καὶ ἀκολουθεῖν τῇ πίστει τὰ ἔργα. Καὶ μή τις τὴν πίστιν ὑβριζέτω δι’ ἀκαρπίαν, μήτε τὰ ἔργα ὑβριζέτω τῇ ἀπιστίᾳ. Γενοῦ ἐλαία κατάκαρπος , ἀλλ’ ἐν τῷ οἴκῳ τοῦ θεοῦ . Τὸ μὲν γὰρ ἐλαίαν εἶναι κατάκαρπον ἑρμηνεύει καλὰ τὰ ἔργα· τὸ δὲ ἐν τῷ οἴκῳ τοῦ θεοῦ τὴν πίστιν δείκνυσι. Τίνα δὲ τὰ ἔργα τοῦ θεοῦ; Ἅπαντες ἴσμεν, ἐὰν ἐργάζεσθαι θέλωμεν. Οὐδὲν γάρ ἐστι κρυπτόν. Τὰ μὲν γὰρ τῶν δογμάτων ἀμφιβάλλεται, τὰ δὲ τῶν ἔργων οὐ κέκρυπται. Ἡ γὰρ φύσις ὑπαγορεύει τοὺς νόμους. Οἴδαμεν ἐξ ἑαυτῶν τί καλὸν καὶ τὶ πονηρόν. Ἔθηκεν ὁ θεὸς νόμον ἐν τῇ φύσει ἄγραφον, τὸν φωτίζοντα ἡμῶν τὰς διανοίας. Μηδεὶς λεγέτω· Οὐκ ἀνέγνων νόμον· οὐκ οἶδα τὰ τοῦ νόμου. Ἐὰν ἀρνήσῃ τὸν κοινὸν νόμον, ἐλέγχει σε ὁ τῆς φύσεως νόμος. Θέλεις μαθεῖν ὅτι ἐν τῇ φύσει ἔταξεν ὁ θεὸς τοὺς νόμους τοὺς διακρίνοντας τί καλὸν καὶ τί πονηρόν; Αὐτὴν ἡμῶν τὴν ἀναστροφὴν ἐρώτησον, πῶς ἅπαντες οἱ ποιοῦντες τὰ κακὰ φεύγουσιν τῶν κακῶν τὴν προσηγορίαν. Καὶ ὅπως ἄκουε Ὁ μοιχὸς μοιχεύει· μοιχὸς δὲ ἀκούων αἰσχύνεται. Εἰπὲ τῷ ὁμολογουμένῳ μοιχῷ· Μοιχέ, καὶ ὃ ποιῶν ἥδεται, ἀκούων αἰσχύνεται. Καίτοι εἰ καλὸν ἡγῇ τὴν ἁμαρτίαν, τί φεύγεις τὴν προσηγορίαν; Εἰπὲ τῷ ἐπιόρκῳ· Ἐπίορκε, καὶ εἰς ὕβριν λαμ βάνει τὴν προσηγορίαν τῶν ἰδίων ἔργων. Οὕτως αὐτὴ ἡ φύσις κράζει, ὅτι τὸ φαῦλον ἀλλότριον τοῦ ἔργου τοῦ θεοῦ. Καὶ ὃ ἐποίησεν ὁ θεὸς καλὸν καὶ καλὸν λίαν , καὶ οὕτω καλόν, ὅτι καὶ τοῖς κακοῖς ἐμφύρεται, καὶ τὴν κακίαν αἰσχύνεται. Εἰπὲ τῷ σώφρονι· Σῶφρον· καὶ ᾧ τῷ ἔργῳ ἥδεται, οὐδὲ τὴν προσηγορίαν αἰσχύνεται. Κάλεσον τὸν δίκαιον δίκαιον, καὶ τῷ ἔργῳ στεφανοῦται, καὶ τῇ προσηγορίᾳ σεμνύνεται. κἂν γὰρ δι’ εὐλάβειαν παραιτήσηται τὸ ὄνομα, ἀλλ’ ἐν τῇ ψυχῇ δέχεται τὴν εὐφημίαν. Ἐννόησον ὅση κακία ἐν κόσμῳ πολιτεύεται καὶ πρόσωπον οὐκ ἔχει. Καὶ πῶς οὐκ ἔχει πρόσωπον; Ἐὰν λεπτομερῶς ἐρευνήσῃς, οὐδεμίαν εὑρήσεις κακίαν ἐξ οἰκείου προσώπου φαινομένην. Ἀλλ’ ἐὰν μὴ δανείσηται πρόσωπον ἀρετῆς, οὐ φαίνεται. Καὶ ὅπως ἄκουε. Ὁ ψευδόμενος, οὐχ ὁμολογῶν τὸ ψεῦδος ψεύδεται, ἀλλ’ ἀληθείᾳ ὑποκρινόμενος ἀπατᾷ· ὁ ἀδικῶν οὐ κηρύττει ὅ εστιν, ἀλλὰ σχηματίζεται ὃ μὴ ἔστι, καὶ τότε τὴν ἀδικίαν ἐργάζεται. Ὁμοίως ὁ δόλιος οὐ δείκνυσι τὸν δόλον, ἀλλὰ σχηματίζεται τὴν φιλίαν, καὶ πραγματεύεται τὴν πονηρίαν· ὁ μοιχὸς οὐχ ὁμολογήσας τὴν ἄθεσμον μοιχείαν, ἐπιπηδᾷ τῷ οἴκῳ, ἀλλὰ πλάσμα σωφροσύνης ἐνδυόμενος εἰς τὸ στόμα ἐνυβρίζει τὰ θεῖα. Ὁρᾷς ὅτι οἰκεῖον οὐκ ἔχει πρόσωπον ἡ κακίᾳ; Ὁμοίως καὶ ὁ συκοφάντης, ὅταν εἰσέλθῃ εἰς δικαστήριον, οὐ τοῦτο ὁμολογήσας, ὅπερ ἐστίν, εἰσέρχεται, ἀλλὰ μάρτυρα ἀληθείας προστησάμενος τῷ σχήματι, διὰ τοῦ ψεύδους τὸν μάρτυρα τῆς κακίας ἐνδείκνυται. Οὕτω κακία πρόσωπον ἴδιον οὐκ ἔχει, ἐὰν μὴ δανείσηται πρόσωπον ἀρετῆς. Διὰ τοῦτο ὁ σωτήρ ἔλεγεν· Ἐλεύσονται πρὸς ὑμᾶς ἐν ἐνδύμασι προβάτων, ἔσωθεν δέ εἰσι λύκοι ἅρπαγες. Ἀλλ’ εἰς τὸ προκείμενον ἐπανέλθωμεν.