Σευηριανοῦ ἐπισκόπου Γαβάλων:- Ἐπειδὴ εἶδεν ὁ τῆς ἀληθείας ὀφθαλμὸς· ὁ μέγας κριτής· ὅτι καλὰ μὲν τὰ ἔργα. νεκρὰ δέ ἐστι πίστιν οὐκ ἔ χοντα, ἀποστέλλει βραβεύοντα τοῖς ἔργοις ἄγγε λον. ὥστε τοὺς καλοὺς ἀ θλοῦντας, στεφανῶσαι τῆ πίστει· ὡς φησὶν ὁ ἄγγε λος· Κορνήλιε· αἱ προ σευχαί σου καὶ ἐλεημο σύναι σου, ἀνέβησαν εἰς μνημόσυνον ἐνώπιον τοῦ Θεοῦ· εἰ τοίνυν εἰση κούσθη ἡ δέησις καὶ αἱ ἐλε ημοσύναι ἀνέβησαν ἐνώ πιον τοῦ θεοῦ. τί μοι τὸ λεῖ πον εἰς δικαιοσύνην· ἀλλα πέμψον εἰς Ἰόππην καὶ μετακάλεσαι Σίμωνα τὸν ἐπικαλούμενον Πέ τρον· ὃς ἐλθὼν λαλήσει σοι ῥήματα ἐν οἷς σωθήση σὺ καὶ πᾶς ὁ οἶκος σου· οὐ κοῦν οὐκ εἶχε τὰ ἔργα σω τηρίαν· εἰ γὰρ ἐξ ὧν Πέτρος κηρύσσει σώζεται καὶ αὐτὸς καὶ ὁ οἶκος, οὐκ εἶχεν οὐ δέπω ἐκ τῶν ἔργων τὴν σωτηρίαν, ἕως αὐτῶ τοῖς ἔρ γοις ἐβράβευσεν ἡ πίστις· διατοῦτο καὶ Πέτρος ἐλθὼν ἐκ τῆς Ἰόππης καὶ θεασά μενος τοῦ Θεοῦ τὴν χάριν ἐκ χυθεῖσαν· ἐν τοῖς τότε νε νομισμένοις ἀλλοφύλοις· ἐπιγνώμων γενόμενος τῆς τοῦ Θεοῦ κρίσεως λέγει· ἐπ’ ἀληθείας καταλαμ βάνομαι, ὅτι οὐκ ἔστι προ σωπολήπτης ὁ Θεός· ἀλλ’ ἐν παντὶ ἔθνει ὁ φοβούμενος αὐτὸν καὶ ἐργαζόμενος δικαιοσύνην, δεκτὸς αὐτῶ ἐστιν· οὐκ εἶπεν ἐν παντὶ ἔθνει ὁ ποιῶν δι καιοσύνην σώζεται, ἀλλὰ δεκτός ἐστι· τουτέστιν ἄξιος γίνεται τοῦ δεχθῆναι· δεῖ τοίνυν προλάμπειν τῶν ἔργων τὴν πίστιν· καὶ ἀκο λουθεῖν τῆ πίστει τὰ ἔργα· μήτε τὴν πίστιν ὑβριζέ τω τῆ ἀκαρπία, μήτε τὰ ἔργα ὑβριζέτω τῆ ἀπι στία:- Σευήρου εἰς τὸ αὐτό: ἔδοξε τῶ ἁγίω πνεύματι καὶ ἡμῖν· μηδέν σε φησὶν ὁ αἱρετικὸς ἀδελφὲ ξενίση τῶν εἰρη μένων· ὡς ἀδελφόν σε καλεῖ καὶ ὡς πολέμιον ἀ ναιρεῖ· μὴ θαυμάσης φη σὶν ὑπὲρ τοῦ ἁγίου πνεύματος εἰπον οἱ ἀπόστολοι· ἔδοξε τῶ ἁγίω πνεύματι· ἀλλ ̓ ὅρα τὸ ἐπαγόμε νον· καὶ ἡμῖν γάρ φησιν· ἄρα οὖν θεοὶ οἱ ἀπόστολοι· ὅταν ταῦτα λέγη. ἀπὸ τῆς ἁγίας γραφῆς τὰ βέλη προσ φέρομεν· τί οὖν ἐστὶ πρὸς αὐτοὺς εἰπεῖν· εἰ τὸ συνῆ φθαι τοὺς ἀποστόλους τῶ ἁγίω πνεύματι. ἐλαττοῖ τοῦ πνεύματος τὴν δόξαν· οὐκοῦν τὸ συνῆ φθαι Μωσῆν τῶ Θεῶ, ἐλα ττοῖ τοῦ Θεοῦ τὴν δόξαν· λέγει γὰρ ἡ γραφή· ἐπίστευσεν ὁ λαὸς εἰς τὸν Θεὸν καὶ εἰς Μωσῆν· ἀλλὰ καὶ ἕτερον προενέ γκωμεν βέλος εἰ καθαίρει τοῦ πνεύματος τὴν ἀξίαν συνημ μένη ἡ δόξα τῶν ἀποστόλων· ὑβρίζει καὶ τὸν Θεον. καὶ ἐλα ττοῖ αὐτοῦ τὴν ἀξίαν Σα μουὴλ προσκείμενος· γέ γραπται γὰρ καὶ ἐφοβήθη πᾶς ὁ λαὸς τὸν κύριον καὶ τὸν Σαμουήλ· πάλιν καὶ τρί τον ἄλλο προσενέγκωμεν βέλος κατὰ τῆς ἀσεβείας· εἰ ἐλαττοῖ τοῦ ἁγίου πνεύματος τὴν ἀξίαν καὶ τὴν θεϊκὴν αὐ θεντείαν τῶ συνῆφθαι τῶ πνεύματι τοὺς ἀποστόλους, ἐλαττοῖ τοῦ Θεοῦ τὴν ἀξίαν. Γεδεὼν προσκείμενος αὐ τοῦ τῆ προσηγορία· ἐβόη σε γὰρ ἅπας ὁ λαὸς, πόλεμος τῶ κυρίω καὶ τῶ Γεδεών· ὥσπερ οὖν συνῆπται Μωϋσῆς τῶ Θεῶ· οὐχ ὡς ὁμότιμος θεοῦ· ἀλλ’ ὡς ὑ πηρέτης θεοῦ· καὶ Σαμουὴλ τῶ θεῶ· οὐχ ὡς ὁμότιμος ἀλλ ̓ ὡς προφήτης· καὶ Γε δεὼν τῶ Θεῶ· οὐχ ὡς ὁμότι μος ἀλλ’ ὡς στρατηγὸς τοῦ πολέμου, οὕτως καὶ οἱ ἀπόστολοι τῶ πνεύματι, ὡς κήρυκες τοῦ εὐαγγελίου· γνώριζε τοίνυν τὴν αὐ θεντείαν. καὶ μὴ ὕβρι ζε τοῦ πνεύματος τὴν ἀξίαν:+