ξγ Σευηριανοῦ Γαβάλων: Ἐπειδὴ εἶδεν ὁ τῆς ἀληθείας ὀφθαλμὸς· ὁ μέγας κριτής. ὅτι κα λὰ μὲν τὰ ἔργα· νεκρὰ δέ ἐστι πίστιν οὐκ ἔχοντα· ἀποστέλλει βραβεύοντα τοῖς ἔργοις ἄγγελον· ὥστε τοὺς καλῶς ἀθλοῦν τας· στεφανῶσαι τῆ πίστει· ὡς φησὶν ὁ ἄγγελος· Κορνήλιε. αἱ προσευχαί σου καὶ αἱ ἐλεημοσύναι σου, ἀνέβησαν εἰς μνημό συνον ἐνώπιον τοῦ Θεοῦ· εἰ τοίνυν εἰσηκούσθη ἡ δέησις καὶ αἱ ἐλεη μοσύναι ἀνέβησαν· τί μοι τὸ λεῖπον εἰς δικαιοσύνην· ἀλ λα πέμψον εἰς ἰόππην καὶ μετακάλεσαι σίμωνα τὸν ἐπι καλούμενον πέτρον· ὃς ἐλθὼν λαλήσει σοι ῥήματα ἐν οἷς σω θήση· σὺ καὶ πᾶς ὁ οἶκός σου· οὐκοῦν οὐκ εἶχε τὰ ἔργα σωτηρίαν· εἰ γὰρ ἐξ ὧν πέτρος κηρύ σσει σώζ εται· καὶ αὐτὸς καὶ ὁ οἶκος σώζεται · οὐ κ εἶχεν οὐδέπω ἐκ τῶν ἔργων τὴν σωτηρίαν· ἕως αὐτῶ τοῖς ἔργοις ἐβράβευσεν ἡ πίστις· διὰ τοῦτο καὶ πέτρος ἐλθὼν ἐκ τῆς ἰόππης· καὶ θεασάμενος τοῦ Θεοῦ τὴν χάριν ἐκχυθεῖσαν· ἐν τοῖς τότε νε νομισμένοις ἀλλοφύλοις ἐπιγνώμων γενόμενος τῆς τοῦ Θεοῦ κρί σεως, λέγει· ἐπ’ ἀληθείας καταλαμβάνομαι· ὅτι οὐκ ἔστι προ σοπολήπτης ὁ Θεός· ἀλλ’ ἐν παντὶ ἔθνει ὁ φοβούμενος αὐτὸν καὶ ἐργαζόμενος δικαιοσύνην, δεκτὸς αὐτῶ ἐστιν· οὐκ εἶπεν ἐν παντὶ ἔ θνει ὁ ποιῶν δικαιοσύνην σώζεται· ἀλλὰ δεκτός ἐστι· τουτέστιν ἄξιος γίνεται τοῦ δεχθῆναι· δεῖ τοίνυν προλάμπειν τῶν ἔργων τὴν πίστιν· καὶ ἀκολουθεῖν τῆ πίστει τὰ ἔργα· μήτε τὴν πίστιν ὑβρίζέτω τῆ ἀκαρ πία· μήτε τὰ ἔργα ὑβρι ζέτω τῆ ἀπιστία: μθ Σευήρου: ἔδοξε τῶ ἁγίω πνεύματι καὶ ἡμῖν· μηδέν σε φησὶν ὁ αἱρετικὸς ἀδελφὲ ξενίση τῶν εἰρημένων· ὡς ἀδελφόν σε καλεῖ καὶ ὡς πολέμιον ἀναιρεῖ· μὴ θαυμάσης φησὶν εἰ ὑπὲρ τοῦ ἁγίου πνεύματος εἰπον οἱ ἀπόστολοι· ὅτἂν ταῦτα λέγη· ἀπὸ τῆς γραφῆς τὰ βέ λη προσφέρομεν· τί οὖν ἐστὶ πρὸς αὐτοὺς εἰπεῖν· εἰ τὸ συνῆφθαι τοὺς ἀποστόλους τῶ ἁγίω πνεύματι· ἐλαττοῖ τοῦ πνεύματος τὴν δόξαν. οὐκοῦν τὸ συνῆφθαι μωσῆν τῶ Θεῶ ἐλαττοῖ τοῦ Θεοῦ τὴν δόξαν· λέγει γὰρ ἡ γραφὴ· ἐπίστευσεν ὁ λαὸς εἰς τὸν Θεὸν καὶ εἰς μωσῆν· ἀλλὰ καὶ ἕτερον προενέγκωμεν βέλος· εἰ καθαιρεῖ τοῦ πνεύματος τὴν ἀξίαν συνημμένη ἡ δόξα τῶν ἀποστόλων· ὑβρίζει καὶ τὸν Θεον· καὶ ἐλαττοῖ αὐτοῦ τὴν ἀξίαν. σαμουὴλ προσκείμενος· γέγραπται γὰρ καὶ ἐφοβήθη πᾶς ὁ λαὸς τὸν κύριον καὶ τὸν σαμουήλ· πάλιν καὶ τρίτον ἄλλο προσενέγκωμεν βέλος κατὰ τῆς ἀσεβείας· εἰ ἐλαττοῖ τοῦ πνεύματος τὴν ἀξίαν καὶ τὴν θεϊκὴν αὐθεντίαν τὸ συνῆφθαι τῶ πνεύματι τοὺς ἀποστόλους, ἐλαττοῖ τοῦ Θεοῦ τὴν ἀξίαν· γεδεὼν προσκείμενος αὐτοῦ τῆ προσηγορία· ἐβόησε γὰρ ἅπας ὁ λαὸς· πόλεμος τῶ κυρίω καὶ τῶ γε δεών· ὥσπερ οὖν συνῆπται μωϋσῆς τῶ Θεῶ· οὐχ ὡς ὁ μότιμος θεοῦ· ἀλλ’ ὡς ὑπη ρέτης θεοῦ· καὶ σαμουὴλ τῶ θεῶ· οὐχ ὡς ὁμότιμος ἀλλ ̓ ὡς προφήτης· καὶ γε δεὼν τῶ Θεῶ· οὐχ ὡς ὁμότιμος ἀλλ’ ὡς στρατηγὸς τοῦ πολέ μου· οὕτως καὶ οἱ ἀπόστολοι τῶ πνεύματι ὡς κήρυκες τοῦ εὐαγγελίου· γνώριζε τοίνυν τὴν αὐθεντ ε ίαν· καὶ μὴ ὕβριζε τοῦ πνεύματος τὴν ἀξίαν: