Τοῦ ἁγίου Σευηριανοῦ ἐπισκόπου Γαβάλων:- Ἐπειδὴ εἶδεν ὁ τῆς ἀληθείας ὀφθαλμὸς· ὁ μέγας κρι τής· ὅτι καλὰ μὲν τὰ ἔρ γα νεκρὰ δέ ἐστι πίστιν οὐ κ ἔχοντα· ἀποστέλλει βρα βεύοντα τοῖς ἔργοις ἄγγε λον, ὥστε τοὺς καλοὺς ἀ θλοῦντας στεφανῶσαι τῆ πίστει ὡς φησὶν ὁ ἄγγελος· Κορνήλιε· αἱ προσευχαί σου καὶ αἱ ἐλεημοσύναι σου ἀνέ βησαν εἰς μνημόσυνον ἐνώ πιον τοῦ Θεοῦ: εἰ τοίνυν εἰσηκούσθη ἡ δέησις καὶ αἱ λεημοσύναι ἐδέχθησαν τί μοι τὸ λεῖπον εἰς δικαιοσύνην· ἀλλα πέμψον εἰς ϊόππην καὶ μετακάλεσαι Σίμωνα τὸν ἐπι καλούμενον Πέτρον ὃς· ἐλθὼν λαλήσει σοι ῥήματα ἐν οἷς σω θήση σὺ καὶ πᾶς ὁ οἶκος σου· οὐκ οὖν οὐκ εἶχε τὰ ἔργα σω τηρίαν· εἰ γὰρ ἐξῶν σώζει τὰ ἔργα Πέτρος κηρύσσει σώζεται καὶ αὐτὸς καὶ ὁ οἶκος· οὐκ εἶχεν οὐδέπω ἐκ τῶν ἔργων τὴν σωτηρίαν ἕως αὐτῶ τοῖς ἔργοις ἐβράβευ σεν ἡ πίστις· διατοῦτο καὶ Πέτρος ἐλθὼν ἐκ τῆς ϊόπ πης καὶ θεασάμενος τοῦ Θεοῦ τὴν χάριν ἐκχυθεῖσαν ἐν τοῖς τότε νενομισμένοις ἀλλοφύλοις ἐπιγνώμων γε νόμενος τῆς τοῦ Θεοῦ κρί σεως λέγει· ἐπ’ ἀληθείας καταλαμβάνομαι ὅτι οὐκ ἔ στιν προσωπολήπτης ὁ Θεός· ἀλλ’ ἐν παντὶ ἔθνει ὁ ἐρ γαζόμενος δικαιοσύνην δε κτὸς αὐτῶ ἐστιν· οὐκ εἶπεν ἐν παντὶ ἔθνει ὁ ποιῶν δι καιοσύνην σώζεται. ἀλλὰ δε κτός ἐστι τουτέστιν ἄξιος γί νεται τοῦ δεχθῆναι· δεῖ τοίνυν προλάμπειν τῶν ἔργων τὴν πίστιν· καὶ ἀκολουθεῖν τὰ ἔρ γα τὴν πίστιν:- μήτε τὴν πίστιν ὑβριζέτω τῆ ἀκαρπία. μήτε τὰ ἔργα ὑβριζέτω τῆ ἀπιστία:- Τοῦ ἁγίου Σευηριανοῦ: ἔδοξε τῶ ἁγίω πνεύματι καὶ ἡμῖν· μηδέν σε φησὶν ὁ αἱρετικὸς ἀδελφὲ ξενίση τῶν εἰρημένων· ὡς ἀ δελφόν σε καλεῖ καὶ ὡς πολέμιον ἀναιρεῖ· μὴ θαυμάσης φησὶν εἰ περὶ τοῦ ἁγίου πνεύματος εἶπον οἱ ἀπό στολοι ἔδοξε τῶ ἁγίω πνεύματι· ἀλλ ̓ ὅ ρα τὸ ἐπαγόμενον· καὶ ἡμῖν γάρ φη σιν· ἆρα οὖν θεοὶ οἱ ἀπόστολοι· ὅτ’ ἂν ταῦτα λέγη. ἀπὸ τῆς ἁγίας γραφῆς. τὰ βέλη προφέρομεν· τί οὖν ἐστι πρὸς αὐτοὺς εἰπεῖν· εἰ τὸ συνῆφθαι τοὺς ἀποστόλους τῶ ἁγίω πνεύματι ἐλαττοῖ τοῦ πνεύματος τὴν δόξαν· οὐκ οὖν τὸ συνῆφθαι Μωσῆν τῶ Θεῶ ἐλαττοῖ τοῦ Θεοῦ τὴν δόξαν· λέγη γὰρ ἡ γραφή ἐπίστευσεν ὁ λαὸς εἰς τὸν Θεὸν καὶ εἰς Μωσῆν· ἀλλὰ καὶ ἕτερον προενέγ κομεν βέλος· εἰ καθαίρει τοῦ πνεύματος τὴν ἀξίαν συνηγμένη ἡ δό ξα τῶν ἀποστόλων. ὑβρίζει καὶ τὸν Θεον καὶ ἐλαττοῖ αὐτοῦ τὴν ἀξίαν· Σαμουὴλ προσκείμενος· γέ γραπται γάρ· καὶ ἐφοβήθη πᾶς ὁ λαὸς τὸν κύριον καὶ τὸν Σαμουήλ· πάλιν καὶ τρίτον ἄλλο προσενέγκω μεν βέλος κατὰ τῆς ἀσεβείας· εἰ ἐλαττοῖ συνῆφθαι τῶ πνεύματι τοὺς ἀποστόλ τοῦ ἁγίου πνεύματος τὴν ἀξίαν καὶ τὴν θεϊκὴν αὐθεντίαν τὸ συ νῆφθαι τῶ πνεύματι τοὺς ἀποστόλους, ἐλαττοῖ τοῦ Θεοῦ τὴν ἀξίαν· Γεδεὼν προσκείμενος αὐτοῦ τῆ προσηγορία ἐβόησε γὰρ ἅπας ὁ λαὸς πόλεμος τῶ κυρίω καὶ τῶ Γε δεών· ὥσπερ οὖν συνῆπται Μω ϋσῆς τῶ Θεῶ οὐχ ὡς ὁμότιμος θεοῦ ἀλλ’ ὡς ὑπηρέτης θεοῦ· καὶ Σαμου ὴλ τῶ θεῶ· οὐχ ὡς ὁμότιμος ἀλλ ̓ ὡς προφήτης· καὶ Γεδεὼν τῶ Θεῶ οὐχ ὡς ὁμότιμος ἀλλ’ ὡς στρα τηγὸς τοῦ πολέμου. οὕτως καὶ οἱ ἀπόστολοι τῶ πνεύματι. ὡς κήρυκες τοῦ εὐαγγελίου· γνώριζε τοί νυν τὴν αὐθεντίαν. καὶ μὴ ὕ βριζε τοῦ πνεύματος τὴν ἀξίαν:-