ξγ Σευηριανοῦ ἐπισκόπου Γαβάλων:- Ἐπειδὴ εἶδεν ὁ τῆς ἀληθείας ὀφθαλμὸς. ὁ μέγας κριτής· ὅτι καλὰ μὲν τὰ ἔργα· νεκρὰ δέ ἐστι πίστιν οὐκ ἔχοντα· ἀποστέλλει βραβεύοντα τοῖς ἔργοις ἄγγελον· ὥστε τοὺς καλῶς ἀθλοῦντας· στεφανῶσαι τῆ πίστει· ὡς φησὶν ὁ ἄγγελος· Κορνήλιε· αἱ προσευχαὶ σου καὶ ἐλεημοσύναι σου. ἀνέβησαν εἰς μνημόσυνον ἐνώ πιον τοῦ Θεοῦ· εἰ τοίνυν εἰσηκούσθη ἡ δέησις καὶ ἐλεημοσύναι ΓΡ ἐδέχθησαν:- ἀνέ βησαν. τί μοι τὸ λεῖπον εἰς δικαιοσύνην· ἀλλα πέμψον εἰς Ἰόπ πην· καὶ μετακάλεσαι Σίμωνα τὸν ἐπικαλούμενον Πέτρον. ὃς ἐλθὼν λαλήσει σοι ῥήματα ἐν οἷς σωθήση σὺ καὶ πᾶς ὁ οἶκός σου· οὐκοῦν οὐκ εἶ χε τὰ ἔργα σωτηρίαν· εἰ γὰρ ἐξ ὧν Πέτρος κηρύσσει σώζεται καὶ αὐτὸς καὶ ὁ οἶκος. οὐκ εἶχεν οὐδέπω ἐκ τῶν ἔργων τὴν σωτηρίαν. ἕως αὐτῶ τοῖς ἔργοις ἐβρά βευσεν ἡ πίστις· διὰ τοῦτο καὶ Πέτρος ἐλθὼν ἐκ τῆς Ἰόππης· καὶ θεασά μενος τοῦ Θεοῦ τὴν χάριν ἐκχυθεῖσαν. ἐν τοῖς τότε νενομισμένοις ἀλλοφύ λοις· ἐπιγνώμων γενόμενος τῆς τοῦ Θεοῦ κρίσεως· λέγει· ἐπ’ ἀληθείας καταλαμ βάνομαι· ὅτι οὐκ ἔστιν προσωπολήπτης ὁ Θεὸς· ἀλλ’ ἐν παντὶ ἔθνει ὁ φο βούμενος αὐτὸν καὶ ἐργαζόμενος δικαιοσύνην σώζεται· ἀλλὰ δεκτός ἐστι· τουτέστιν ἄξιος γίνεται τοῦ δεχθῆναι· δεῖ τοίνυν προλάμπειν τῶν ἔργων τὴν πίστιν· καὶ ἀκολουθεῖν τῆ πίστει τὰ ἔργα· μήτε τὴν πίστιν ὑβρίζέτω τῆ ἀκαρπία· μήτε τὰ ἔργα ὑβριζέτω τῆ ἀπιστία:- μθ Σευήρου. ἔδοξε τῶ ἁγίω πνεύματι καὶ ἡμῖν. μηδέν σε φησὶν ὁ αἱρε τικὸς ἀδελφὲ ξενίση τῶν εἰρημένων· ὡς ἀδελφόν σε καλεῖ. καὶ ὡς πολέμιον ἀναιρεῖ· μὴ θαυμάσης φησὶν εἰ ὑπὲρ τοῦ ἁγίου πνεύματος εἰπον οἱ ἀπόστολοι ἔδοξε τῶ ἁγίω πνεύματι· ἀλλ ̓ ὅρα τὸ ἐπαγόμενον. καὶ ἡμῖν γάρ φησιν. ἄρα οὖν θεοὶ οἱ ἀπόστολοι· ὅτἂν ταῦτα λέγη. ἀπὸ τῆς ἁγίας γραφῆς τὰ βέλη προσφέρομεν· τί οὖν ἐστὶ πρὸς αὐτοὺς εἰπεῖν· εἰ τὸ συνῆφθαι τοὺς ἀποστόλους τῶ ἁγίω πνεύματι· ἐλαττοῖ τοῦ πνεύματος τὴν δόξαν. οὐκ οὖν τὸ συνῆ φθαι Μωσῆν τῶ Θεῶ. ἐλαττοῖ τοῦ Θεοῦ τὴν δόξαν. λέγει γὰρ ἡ γραφή· ἐπίστευ σεν ὁ λαὸς εἰς τὸν Θεὸν καὶ εἰς Μωσῆν. ἀλλὰ καὶ ἕτερον προενέγκωμεν βέ λος. εἰ καθαίρει τοῦ πνεύματος τὴν ἀξίαν συνημμένη ἡ δόξα τῶν ἀποστόλων. ὑβρίζει καὶ τὸν Θεον. καὶ ἐλαττοῖ αὐτοῦ τὴν ἀξίαν. Σαμουὴλ προσκείμενος. γέγραπται γὰρ καὶ ἐφοβήθη πᾶς ὁ λαὸς τὸν κύριον καὶ τὸν Σαμουήλ· πάλιν καὶ τρίτον ἄλλο προσενέγκωμεν βέλος κατὰ τῆς ἀσεβείας. εἰ ἐ λαττοῖ τοῦ ἁγίου πνεύματος τὴν ἀξίαν καὶ τὴν θεϊκὴν αὐθεντείαν τὸ συ νῆφθαι τῶ πνεύματι τοὺς ἀποστόλους. ἐλαττοῖ τοῦ Θεοῦ τὴν ἀξίαν· Γεδεὼν προσκείμενος αὐτοῦ τῆ προσηγορία. ἐβόησε γὰρ ἅπας ὁ λαὸς. πό λεμος τῶ κυρίω καὶ τῶ Γεδεών. ὥσπερ οὖν συνῆπται Μωϋσῆς τῶ Θεῶ· οὐχ ὡς ὁμότιμος θεοῦ· ἀλλ’ ὡς ὑπηρέτης θεοῦ· καὶ Σαμουὴλ τῶ θεῶ· οὐχ ὡς ὁμότιμος ἀλλ ̓ ὡς προφήτης· καὶ Γεδεὼν τῶ Θεῶ· οὐχ ὡς ὁμότιμος· ἀλλ’ ὡς στρατηγὸς τοῦ πολέμου· οὕτως καὶ οἱ ἀπόστολοι τῶ πνεύματι· ὡς κήρυκες τοῦ εὐαγγελίου. γνώριζε τοίνυν τὴν αὐθεντείαν. καὶ μὴ ὕβριζε τοῦ πνεύματος τὴν ἀξίαν:-