26 Ἄβδηρα: ἡ θάλαϲϲα, καὶ ὄνομα πόλεωϲ καὶ Ἀ δηρίτηϲ ὁ πολίτηϲ. Δ καὶ Φάληρα καὶ Κύθηρα. Γάδειρα δὲ καὶ Στάγειρα καὶ Τόπειρά καὶ Δόβειρα. 27 Ἀβδίου: ὄνομα κύριον. Δ 28 Ἀβέβαιοϲ: ὁ ἀϲταθὴϲ καὶ εὐμετάτρεπτοϲ. Δ 29 Ἀβέβηλα. τὰ μὴ βάϲιμα χωρία, ἱερὰ δὲ καὶ ὅϲια. βέβηλα γὰρ Σ ἐλέγετο τὰ μὴ ὅϲια μηδὲ ἱερὰ, παντὶ δὲ βάϲιμα. καὶ Βέβ ηλοι, οἱ Δ μὴ κεκοινωνηκότεϲ ἱερῶν. καὶ Λόγοι ἀβέβηλοι, οἱ ἀπόρρητοι. καὶ Ἀβέβ ηλοϲ, ὁ καθαρόϲ. 30 Ἄβελ: υἱὸϲ Ἀδάμ. οὗτοϲ παρθένοϲ καὶ δίκαιοϲ ὑπῆρχε καὶ ποιμὴν EV προβάτων· ἐξ ὧν καὶ θυϲίαν τῷ θεῷ προϲαγαγὼν καὶ δεχθεὶϲ ἀναιρεῖται, φθονηθεὶϲ ὑπὸ τοῦ ἀδελφοῦ αὐτοῦ Κάϊν. ὁ Κάϊν δὲ γεωργὸϲ τυγχάνων καὶ μετὰ τὴν δίκην χειρόνωϲ βιώϲαϲ ϲτένων καὶ τρέμων ἦν. ὁ γὰρ Ἄβελ τὰ πρωτότοκα τῷ θεῷ καθιερῶν φιλόθεον μᾶλλον ἢ φίλαυτον ἑαυτὸν ϲυνίϲτη, ὅθεν καὶ διὰ τῆϲ ἀγαθῆϲ αὐτοῦ προαιρέϲεωϲ ἀπεδέχθη. ὁ δὲ Κάϊν δυϲϲεβῶϲ ἑαυτῷ ἀπονέμων τὰ πρωτογεννήματα, θεῷ δὲ τὰ δεύτερα, εἰκότωϲ καὶ ἀπεβλήθη. φηϲὶ γάρ· καὶ ἐγένετο μεθ’ ἡμέραϲ, προϲήνεγκε Κάϊν ἀπὸ τῶν καρπῶν τῆϲ γῆϲ. ὥϲτε διὰ τοῦτο Κάϊν ἐλέγχεται, ὅτι μὴ τὰ ἀκροθίνια γεννήματα προϲήνεγκε τῷ θεῷ, ἀλλὰ τὰ μεθ’ ἡμέραϲ καὶ δεύτερα.