Ἀεὶ γεωμόρος εἰς νέωτα πλούσιος. Αἰγαίαν ἐμβολήν: ἐπὶ τῶν εὐτελῶν φορτίων. Αἰγῶν ὀνόματα: οἷον ἄχρηστα πράγματα· ὅμοιαι γὰρ αἱ αἶγες. Αἰδὼς δ’ οὐκ ἀγαθὴ κεχρημένῳ ἀνδρὶ προΐκτῃ; ἐπὶ τῶν δι’ ἐπιείκειαν βλαπτομένων. Αἰδὼς ἐν ὀφθαλμοῖς: ἢ ὅτι οἱ τοὺς ὀφθαλμοὺς κεκομμένοι οὐκ αἰδοῦνται, ἢ ὅτι τοὺς παρόντας αἰδοῦνται μᾶλλον οἱ ἄνθρωποι ἢ τοὺς ἀπόντας.