Αἰσώπου γελοῖα: οὕτως ἔλεγον τοὺς Αἰσώπου μύθους ἐν τοῖς δικαστηρίοις. Ἀκάνθιος κύων: ταχεῖα, ὀνομαστικῶς. Τινὲς δὲ ἐπὶ τῶν προπετῶς τι πραττόντων, παρόσον τυφλὰ τίκτει ἡ κύων. Ἀκόλλητα χείλη οὐ σύκῳ βύσεις: παρεγγυᾷ ὁ λόγος τοῖς πράγμασιν ἐῤῥωμένως χρῆσθαι. Ἄκουε δὴ κακοῦ λόγου: ἐπὶ τῶν τοὺς μύθους διηγουμένων. Ἅλις δὲ δρυόχων: ἐπὶ τῶν πολλάκις ἀρχομένων λόγων καὶ μὴ περαινόντων.