Ἀγάλματα Ἑκάτης. Ἀγνοεῖ δ’ ἀράχνη παῖδα ἕως παιδεύει, θρέψασα γὰρ τέθνηκεν: ἐπὶ τῶν καθ’ ἑαυτῶν τι διαπραγματευομένων. Ἀγραφίου δίκη: ἐπὶ τῶν ἀποδοκιμασθέντων πραγμάτων τῷ δημοσίῳ καὶ κατὰ χάριν μὴ εἰςγραφέντων ἐλέγετο. Ἀγροῦ πυγή: ἡ παροιμία ἐπὶ τῶν λιπαρῶς προςκειμένων· μεταφορικῶς ἀπὸ τῶν ὀρνέων. Μαλακώτατα γὰρ τὰ πρὸς τῇ πυγῇ τῶν ὀρνέων. Ἄιδεις πρὸς μνῤῥίνην: ἔθος τὸν μὴ δυνάμενον ἐν συμποσίῳ ᾆσαι, δάφνης κλάδον ἢ μυῤῥίνης λαβόντα πρὸς τοῦτον ᾄδειν.