ἀλλ’ εἰ μὲν ἐν ἅπαντι τῷ χρόνῳ διέσωζον ταυτηνὶ Πο- τιδαιᾶται τὴν γνώμην, εἶχε μὲν ἂν τοῦτο κλέος οὐ μικρὸν Κορινθίοις, εἶχε δὲ καὶ Ποτιδαιάταις αὐτοῖς ἐπ’ εὐγνωμοσύνῃ οὐ μεῖόν τι καύχημα· νυνὶ δὲ στέρξαντες ἐπὶ χρόνοις οὐ συχνοῖς τὸ ῥηθὲν ἀγα- πῶσιν ὡς τάχιστα τὴν μεταβολὴν καὶ τοὺς λάβρως ἐσθίοντας μιμησάμενοι εἰς ἀηδίαν τὸ παραυτίκα ἐνέ- πεσον καὶ ἀφίστανται μὲν Κορινθίων, ἀποπέμπουσι δὲ καὶ τοὺς δημιουργοὺς μεθ’ ὧν ἧκον ἔχοντες προσταγ- μάτων, ἀπελαύνουσι δὲ καὶ τοὺς ἄλλους οἱ παρῆσαν ἐκ Πελοποννήσου, καὶ καθ’ ἑαυτοὺς γενόμενοι οὐκ ἔστιν ὅντινα καὶ προσίεντο. καὶ ὅπως οὐ παραχρῆμα τότε ἢ μεθύστερον ἐπιόντες Κορίνθιοι ἢ ἔπεισαν αὖθις πρὸς αὐτοὺς μεταθέσθαι ἢ μὴ πεισθέντας ἀπώλεσαν, οὔθ’ ἡμεῖς ἔχομεν λέγειν οὔτ’ αὐτοί φασιν ἔχειν. πλὴν οὕτως ἀπορραγέντες ἐπὶ πολλοῖς τοῖς ὕστερον χρόνοις ἔβλεπον πρὸς οὐδένας, ἴσως ὅτι τῶν ἔξωθεν ἔθραττεν οὐδὲν οὐδαμῶς ἐπιτιθέμενον ἢ καὶ βιάζον, ὥστε τινὰς ὑπελθεῖν τῶν κρειττόνων καὶ παρ’ ἐκείνων ἰσχὺν λαμβάνειν, εἴ τι καὶ παραλυποίη, ἀποσοβεῖν δύνα- σθαι. καὶ ταῦτα μὲν ἴως οὔπω καὶ τούτοις ἴδει κινηθῆναι τὰ πράγματα, ἐπεὶ δ᾿ ἐκινήθη καὶ ἀντέ- πέσε παρ’ ἐλπίδα καὶ ἥψατο καὶ τῶνδε μεταβολὴ ὥσπερ πάντων τῶν ἀνθρωπείων, καὶ ἰσχυροὶ μὲν οἶ κύκλῳ Θρᾷκες, ἥττους δὲ οὗτοι προσδοκῶντες καὶ 4 ἐν scripsi e LV ἐφ’ Schm 10 τὸ παραυτίκα V sed αυ in ras m 2 11 δὲ inserui e LV om Schm 27 ἀνθρωπείων scripsi e LV ἀνθρωπίνων Schm 28 καὶ cancellavit Schm ὅσον οὔπω τὰ ἔσχατα πείσεσθαι οὐκ οὔσης δυνάμεως ἀνταρκεῖν οὐδ’ ἐπικουρίας ὅθεν δήποτε οὐδέ τινος χρηστοτέρας ἐλπίδος τί ποιοῦσι; τολμῶσιν ἔργον ὁ δὴ καὶ τότε σωφρονοῦντας ἴσχυσε σῶσαι καὶ νεωτερίσαν- τας νῦν ἀπολέσαν ἔχει. εἰς γὰρ τὰς Ἀθήνας ἥκοντες, καί γε μηδεὶς ἐνταῦθα Κορινθίους ἀληθεύειν οἰέσθω διατεινομένους ὧς ἄρ ἡμεῖς ἦμεν ἀπάτῃ μετιόντες αὐτούς, οὔτε γάρ, μὰ τοὺς θεούς, ἀπατῶντες οὔτ ἄλλως πείθοντες ἠβουλήθημεν πρὸς ἡμᾶς μεταθέσθαι, ἀλλ’ εἰς Ἀθήνας ἐλθόντες μηδενὸς ἑτέρου κινήσαντος ὅτι μὴ αὐτοὶ ἑαυτοὺς καὶ παρελθόντες εἰς βουλευτήριον ἐνεχείριζον σφᾶς αὐτούς. δεήσεις δὲ παραλείπομεν λέγειν ὂν παντάπασιν ἵξω καιροῦ καὶ παρακλήσεις καὶ ἱκεσίας ὅσας δὴ ἐποιοῦντο ἰδίᾳ μὲν πρὸς τοὺς δυνα- τωτάτους ἡμῶν, δημοσίᾳ δὲ πρὸς τοὺς πάντας, ὥστ’ αὐτοὺς ἐθελῆσαι προσίεσθαι. ἀλλ’ ἐπειδήπερ ἡμεῖς τὴν πρώτην οὐκ ἐδεχόμεθα, οὐχ ὑπεχώρουν, ἐνέκειντο δὲ πολὺ μᾶλλον δεόμενοι, καὶ ὧς οὐδ’ οὕτως ἡμῶν οὐδὲ εἰς προσεῖχε σφίσιν οὐδὲ κατένευεν, ἔτι θερμοτέρων ἀνθήπτοντο λόγων. καὶ τελευτῶν ‘ εἰ εἰ μὴ ὑμεῖς, ἔφα- ’σαν, δέχεσθε, ἀλλ’ ἡμεῖς γε τοὺς βαρβάρους ἡμῖν ἐπιστήσομεν. σκοπεῖτε οὖν ὁπότερον αἱρε- τώτερον, ἢ ὑμῶν ἡμᾶς εἶναι καὶ κατακούειν Ἕλληνας Ἑλλήνων ἢ ἐφ’ ὕβρει κοινῇ τοῦ Ἑλλη- νικοῦ γένους βαρβαρικοῖς ὑποκύπτειν προσ- τάγμασι᾿. ταῦτ’ ἔλεγον καὶ ἡμεῖς ἐνεδίδομεν 10 Thuc. I 58 3 ἔργον inserui e LV om Schm 7 μετιόντες scripsi e LV μετιόντας Schm 8 θεοὺς in lac 4 litt inser L rubr λόγους V cf. ad p. 60, 1 12 ἑαυτούς V 17 οὐχ] οὐ V 19 κατένευεν scripsi e LV κατένευσεν Schm 25 προστάγμασι scripsi e LV πράγμασι Schm καὶ ὡμολογοῦμεν δέχεσθαι καί, τί γὰρ ἦν ἄλλο ποι- ῆσαι, εἰ μὴ ἐμέλλομεν βαρβάροις ἐκδοῦναι τὸ καὶ ἐδεχόμεθα δύο ταῦθ’ ὁμοῦ ἐνθυμούμενοι, ὧς οὐδὲν ἄν, εἰ δεξαίμεθα, Κορινθίους ἀγανακτήσειν πολλῶν ἐτῶν ἤδη γεγονυίας τῆς ἀποστάσεως καὶ ὧς μᾶλλον ἂν ἀγαπήσειν, εἰ μεθ’ ἡμῶν καὶ ὅλως Ἑλλήνων Ποτι- δαιᾶται συσταῖεν, ἢ τοῖς φύσει πολεμίοις συστῆναι βαρβάροις. τοῦτο μὲν γὰρ εἶναι μετ’ ἀδελφῶν συστῆ- ναι καὶ τοὺς αὐτοὺς εἰδότων θεοὺς ἱερῶν τε καὶ θυσιῶν καὶ πανηγύρεων τῶν αὐτῶν κοινωνούντων, ἐκεῖνο δὲ μετὰ τῶν ἀλλοτρίων τοῦ γένους καὶ ὅσον πλεῖστον ἀφεστηκότων. οὔκουν αὐτούς γε τοὐναντίον ᾠήθημεν παθεῖν, βαρὺ καὶ ἀφόρητον ἡγήσασθαι τὸ γεγενημένον καὶ ἡμᾶς δι’ ἔχθρας, ὡς οὐδέποτ’ οὐδέ- νᾶς ἀνθρώπων, ἔχειν. λέγομεν δέ, ὧς νῦν ἡμῖν τὰ πράγματα παρέσχον μαθεῖν, ἐπειδήπερ, εἰ ταῦτα καὶ τότε τοῖς ἔνδον ἐφρόνουν λογισμοῖς, οὐκ ἴσμεν λέγειν σαφῶς, οἷς δ’ ἄν τις ὅμως ἐκ τῶν ἔξωθεν εἴκασεν, οὐδὲν ἀηδὲς πεπονθόσιν ἐῴκεσαν. 13. Πλὴν ὅσα μὲν ἐντεῦθεν ἀναλῶσαι συνέβη τῷ δήμῳ, τοῦτο μὲν τριήρεις παρασκευάζοντι, τοῦτο δὲ καὶ στρατιὰν τὴν μὲν ἀπὸ τῶν ξένων μισθουμένῳ, τὴν δ’ οἴκοθεν συναθροίζοντι, παραιτοῦμαι λέγειν. ὑμεῖς δέ, ὦ πρὸς θεῶν, λογίζεσθε. τὸ γὰρ χωρίον Ποτί- δάια Ἑλληνικὸν μέν, ὅμως ἐν μέσῃ κεῖται Θρᾴκῃ. πολλοῦ δὲ τοῦ μεταξὺ πλόος ὄντος πολλὴν ἡμῖν τὴν δαπάνην, πλείστην δὲ καὶ τὴν φροντίδα παρεῖχε. καὶ φόβος δὲ ἄμα προσῆν μήποθ’ οὓς ἐδεξάμεθα σώσοντες 1 ὡμολογοῦμεν scripsi e LV ὁμολογοῦμεν Schin 14 ἔχ- θραν V 22 τὴν δ’ Schm τήν δ’ LV 24 θεῶν scripsi θεοῦ LV Schm cf. ad p. 60, 1 27 τὴν inserui e LV om Schm λάθωμεν ἀπολέσαντες. οὗ χάριν καὶ ἐφειδόμεθα οὐδε- νὸς τῶν εἰς δύναμιν ἡκόντων, ἀλλ’, ὅπως ἀποχρῶσα ᾖ φυλακή, πολλοὶ μὲν ἐκεῖσε πλέοντες ἦσαν οἱ στρα- τιῶται, πολλοὶ δὲ εἰκότως καὶ οἱ μισθοὶ συνέπλεον καὶ τἀναλώματα καὶ ὅσα τείνει πρὸς σωτηρίαν.