κἂν ὅθεν ἡμᾶς τις ἐκ μικρῶν τὸ καταρχὰς μεγάλοι γεγόναμεν ἐξετάζῃ, οὐκ ἄλλοθεν ἢ ἐκ βαρβαρικῶν τροπαίων τοιοῦτ’ οὑς εὑρήσει γεγενημένους. πάμπρωτα μὲν γὰρ εὐθύς, ὅτε μετὰ τῶν ζώντων Θησεὺς ὁ ἡμέτερος ἦν, Ἀμαζόνας νενικήκαμεν, γυναῖκας μὲν ἂν ἴσως εἴποι τις, ἀλλὰ πολὺ τὴν ἀρρέ- νῶν παρελθούσας φύσιν, καὶ γέγονεν ἡμῖν ἐντεῦθεν οὐ μικρῷ τινι ἐπιδοῦναι. ἔπειτα διαβάντες εἰς τὴν Ἀσίαν Σάρδεις ἐπολιορκοῦμεν καὶ ὁ ἐκεῖθεν χρυσὸς μεγάλως τὰ τῶν Ἀθηναίων ἀνύψωσε πράγματα. τρίτον τοὐν Μαραθῶνι τρόπαιον ἱστῶμεν καὶ προέβημεν ὅσον πλεῖστον ἐνῆν. καὶ τέταρτον κάλλιστον ἐπὶ καλλίστοις τὸ ἐν Σαλαμῖνι καὶ Πλαταιᾶσι ναυμαχοῦντες καὶ πε- 2 ὅδε V 6 ἐπίσης V 7 οὕτως V 9 βουλοίμεθα V 13 καὶ φιλονεικοῦμεν in marg L 2 15 ἡμᾶς τις ὅθεν coni Sckm 16 τὲ ante τὸ V ras 2 litt L | τοκαταρχὰς V 20 ἂν scripsi οὖν LV Schm 26 καλοῖς? ζομαχοῦντες ἐπεδειξάμεθα καὶ μείζους ἑαυτῶν προση- κόντως γεγόναμεν. ἕτερον πρὸς τοῖς εἰρημένοις, ὃ δὴ Κίμων καλῶς ἐξήνυσε μιᾶς καὶ τῆς αὐτῆς ἡμέρας πε- ζομαχῶν ἅμα καὶ ναυμαχῶν ἐπὶ τῆς βασιλέως θαλάττης καὶ γῆς, καὶ μέγιστον Ἀθηναῖοι παρὰ πᾶσιν ἔσχομεν ὄνομα. ταῦθ’ ἡμᾶς ὕψωσεν, ὦ Λακεδαιμόνιοι, καὶ μεγάλους πεποίηκεν, οὐχ ἅπερ οὗτοί φασι, κατὰ τῆς Ἑλλάδος τυχεῖν ἀγωνισαμένους. ἠρξάμεθα γὰρ οὐδέ- ποτε πολέμου πρὸς Ἕλληνας, εἰ δ’ ἔτυχέ τις πρότερος ἡμᾶς ἀδικήσας, τόν τε πόλεμον παρεσκεύασεν ἀναγκαῖον καὶ ἡμᾶς ἠρέθισε κατ’ αὐτοῦ, ἐπειδήπερ ἐκ τοῦ ἴσου τρόπου φίλον ἡμῖν καὶ μετρίως ἔχειν, εἴ τις μὴ ἐ̓γνω- κεν ἡμᾶς ἀδικεῖν, καὶ πολεμίως, εἴ τις μὴ φυλάσσειν ἐθέλει τὰ δίκαια. τῶν δὲ νήσων καὶ τῶν πόλεων ἃς νῦν ἔχομεν ἀδίκως κατειλήφαμεν οὐδεμίαν. οὐ γὰρ παραβιασάμενοι οὐδὲ νόμῳ πολέμου κρατήσαντες κεκτή μεθα, ἀλλὰ τῶν ἐν αὐταῖς ἀρχόντων καὶ δήμων ἐφ’ ἑαυτοὺς κεκληκότων, τάχα ὅτι τὴν ὑπὲρ πάντων ἡμῶν ἠγάπησαν πρόνοιαν. οὕτως ἡμεῖς κἀκ τοιούτων ἑαυτῶν μείζους ἐγενόμεθα, οὐχ ὅν τρόπον οὗτοί φασιν οὐδ’ ὅθεν φασίν, ἀλλ’ ὅθεν καὶ ὑμεῖς μάρτυρές ἐστε. 50. Μὴ τοίνυν, ὦ ἄνδρες Λακεδαιμόνιοι, ἐθελήσητε τοῖς τούτων πεισθέντες λόγοις ἐξαφθῆναι αὐτίκα καὶ πρὸς πόλεμον ἀπιδεῖν οὕτω μὲν ἀπρεπῆ, οὕτω δὲ καὶ ὀλέθριον. καὶ γὰρ ἀπαντήσει, εἰ συμβήσεται, ἀλλὰ μὴ συμβαίη ποτέ, ὥσπερ ἡμῖν καὶ ὑμῖν οὐκ ἀκίνδυνα, καὶ πράξομεν ἀμφότεροι αἰσχρῶς καὶ παντάπασιν ἀναξίως 10 παρεσκεύασεν ἀναγκαῖον scripsi e LV παρεσκεύασεν, ἀναγκαῖον Schm 14 δὲ scripsi τε LV Schm 17 αὐταῖς scripsi e LV αὐτοῖς Schm 20 ἐγενόμεθα scripsi γινόμεθα LV Schm 21 οὐδ’ ὅθεν φασίν inserui e L om V Schm τῆς ἡμῶν ἀρετῆς, ὀλεῖται δὲ κακῶς ἡ Ἑλλὰς καὶ βάρ- βαροι καθεδοῦνται γελῶντες ἥδιστον ἑαυτοῖς πάντων βλέποντες θεαμάτων, Ἕλληνας τοὺς φύσει πολεμίους αἰσχρότατα ἐν ἑαυτοῖς φθειρομένους, καὶ ὧς ἂν τελέως ἀμφότεροι συντριβῶμεν, νῦν μὲν ὑμῖν ὑποστήσονται χρήμασι συνάραςθαι καὶ στρατῷ, καὶ τελέσουσι, νῦν δὲ ἡμῖν ἐφ’ ὑμᾶς. ἀλλ’ ὑμεῖς γε, ἢν σωφρονῆτε, ἀναμνησθήσεσθε ὧς νῦν πρώτως τῶν κινδύνων ἀνα- φέρειν ἤρξατο ἡ Ἑλλὰς καὶ οὐ καλὸν πρὶν ἢ σαφῶς ἀνενεγκεῖν εἰς δευτέρους μείζονας περιβάλλειν, ἀνα- μνησθήσεσθε δὲ ὅτι καὶ τὰς σπονδὰς ἐπὶ πεντήκοντα ὅλους ἐνιαυτοὺς πεποιήμεθα, ἐφ’ ᾧ καὶ πεντηκοντού- τεις αὐτὰς ὠνομάκαμεν, καὶ οὐδαμῶς εὐσεβὲς πρὶν ἤ τὰ ἡμίση τῶν ὡρισμένων ἐτῶν καταλαβεῖν συγχέειν ταύτας πειρᾶσθαι. ἀλλὰ Κορινθίους καὶ τοὺς ἄλλους οἱ ταράσσουσι τὴν Ἑλλάδα ληρεῖν ἐάσατε ὡς ἔργον πληροῦντας βασκάνων δαιμόνων, ἐκείνων γὰρ ἴδιον τοῖς τῶν ἀνθρώπων καλοῖς ἐπιφύεσθαι καὶ προφάσεις ἀναμοχλεύειν δι’ ὧν δυνήσονται εἴς τε τὸν κατ’ ἀλλή- λων πόλεμον ἐξοπλίσαι καὶ τὰ καλὰ περιτρέψαι, τὴν ἡσυχίαν δὲ ὧς μόνης ταύτης τὸ κοινὴ συμφέρον ἐχού- σης ἀγαπήσατε, ὧς ἂν μὴ μόνον ὁσίως καὶ εὐσεβῶς ἡμῖν ἔχῃ τὰ πρὸς θεούς, ἀλλὰ καὶ καλῶς γένοιτο πρᾶξαι καὶ Ἀθηναίοις καὶ Πελοποννησίοις καὶ πᾶσι τοῖς Ἕλλησι. 52. Καὶ ἡμεῖς μὲν οὖν, ὦ Λακεδαιμόνιοι, δοῦ- 12 Thuc. V 27, 1 18 Plat. leg. ΧΙ p. 937D 19 Luc. Char. § 4 2 πάντων scripsi e V πάντες L Schm 12 ἐφῶ LV 16 ταράττουσι V 17 βασκαίνων V 19 κατ’ V sed τ᾿ in ras m2 23 θεόν V 24 πελοποννησίοις V sed οις corr m2 ναι πρόφασιν ἐπὶ τὸν πόλεμον οὐδεμίαν βουλόμε- νοι ἠξιώσαμεν ἐπὶ τοῖς κατηγορηθεῖσιν ἀπολογεῖσθαι. εἰρήνῃ γὰρ καλὸν τὰς ἐν ἡμῖν παραπιπτούσας διαφο- ρὰς καὶ οὐ τοῖς ὅπλοις ἡγούμεθα διακρίνεσθαι. οὗ χάριν καὶ πρὸς τουτουσὶ Κορινθίους καὶ τῶν Ἑλλή- νων τοὺς ἄλλους, εἴ τις ἐγκαλεῖν ἔχοι ὡς Ἀθηναῖοι προσέκρουσαν, πάρεσμεν λόγον δοῦναι καὶ ἅπερ δίκαια πληροῦν ἐθέλειν ἑκάστῳ. ἂν δέ που μὴ τοῦτον φήσῃ τις τὸν τρόπον, ἀλλὰ τοῖς ὅπλοις τὴν διάκρισιν ἐπι- τρέπῃ, ὀδυνηρὸν μὲν τῇ ἀληθείᾳ τοῦθ’ ἡμῖν δόξει καὶ ἐλεεινὸν θεωμένοις οἶ κακοῦ τὰ τῆς Ἑλλάδος ἀφί- ξεται πράγματα, πλὴν ἀπαντησόμεθα καὶ αὐτοὶ μεθ’ ὅπλων πολλὰ τῆς εἰς τοῦτ’ ἀνάγκης τοὺς ἐφόρους τῶν Ἑλλήνων θεοὺς κἀπὶ ταῖς σπονδαῖς κεκλημένους παρ- αἰτησάμενοι, κἂν εἴ τις εἰς τὴν Ἀττικὴν ἐμβάλοι, οὐ μόνον ἐνταῦθα ἐναντιουμένους εὕροι καλῶς, ἀλλὰ καὶ αὐτοὶ ἀντεμβαλοῦμεν εἰς τὴν αὐτοῦ μεθ’ ὁμοίου τοῦ τάχους καὶ τῆς παρασκευῆς. 53. Εἴρηται καὶ ἡμῖν, ὦ Λακεδαιμόνιοι, καὶ τὰ πρὸς Κορινθίους καὶ τὰ πρὸς ὑμᾶς. δοῖεν δὲ οἱ κρείτ- τους, ἃ κοινὴ τοῖς Ἕλλησι συμφέρει, ταῦθ’ ὑμῖν παρα- στῆναι ποιῆσαι. 16 Xen. Hell. III 5,4 6 ἔχει V 9 ἐπιτρέπῃ scripsi ἐπιτρέποι L V Schm 11 ἦ V 13 πολλὰ — 14 παραιτησάμενοι om V 14 σπονδαῖς scripsi e L σπουδαῖς Schm 18 καὶ om V 20 δοίη δὲ τὸ κρεῖττον V cf. p. 73, 24 21 συμφέροι V