ὅ δὲ ὅμως κἀν τῷ τοιούτῳ παρηλ- λαγμένον ἡμῖν καὶ οὐ ῥᾴδιον παρά τισιν ἄλλοις κατα- νοῆσαι, ὅτι τῶν μὲν ἄλλων ἀπάντων μηδεμίαν οἰκείων τε καὶ ἀλλοτρίων εἰδότων διαφορὰν κατὰ τοῦτο, ἀλλ’ ἐπ’ ἴσης τὴν ἑαυτῶν ἐπίδοσιν ἐξ ἁπάντων γίνεσθαι σπου- δαζόντων ἡμῖν οὐχ οὕτω πραγματεύεται τοῦτο. ἀλλὰ τὸ μὲν Ἑλληνικὸν ἅπαν γένος ἀγαπῶμεν καὶ στέργομεν καὶ βουλοίμεθ’ ἂν πᾶν ἀγαθὸν αὐτοῖς γενέσθαι καί γε ὅσον πλεῖστόν ἐστι πρὸς αὐτοὺς ἐπιεικείᾳ χρώμεθα καὶ ἰσονομίᾳ ὑπερορῶντες καὶ τοῦ συμφέροντος ἑαυτῶν, εἴπερ κοινῶς τοῦτο τοῖς πᾶσι μέλλει συνοίσειν· βαρβά- ρους δὲ μισοῦμεν ἀεὶ καὶ πολεμοῦμεν καὶ φιλονεικοῦμεν ἐκ τῶν ἰδίων ἐκείνοις πραγμάτων ὀνομαστότεροι ἑαυτῶν φανῆναι καὶ περιφανέστεροι. κἂν ὅθεν ἡμᾶς τις ἐκ μικρῶν τὸ καταρχὰς μεγάλοι γεγόναμεν ἐξετάζῃ, οὐκ ἄλλοθεν ἢ ἐκ βαρβαρικῶν τροπαίων τοιοῦτ’ οὑς εὑρήσει γεγενημένους. πάμπρωτα μὲν γὰρ εὐθύς, ὅτε μετὰ τῶν ζώντων Θησεὺς ὁ ἡμέτερος ἦν, Ἀμαζόνας νενικήκαμεν, γυναῖκας μὲν ἂν ἴσως εἴποι τις, ἀλλὰ πολὺ τὴν ἀρρέ- νῶν παρελθούσας φύσιν, καὶ γέγονεν ἡμῖν ἐντεῦθεν οὐ μικρῷ τινι ἐπιδοῦναι. ἔπειτα διαβάντες εἰς τὴν Ἀσίαν Σάρδεις ἐπολιορκοῦμεν καὶ ὁ ἐκεῖθεν χρυσὸς μεγάλως τὰ τῶν Ἀθηναίων ἀνύψωσε πράγματα. τρίτον τοὐν Μαραθῶνι τρόπαιον ἱστῶμεν καὶ προέβημεν ὅσον πλεῖστον ἐνῆν. καὶ τέταρτον κάλλιστον ἐπὶ καλλίστοις τὸ ἐν Σαλαμῖνι καὶ Πλαταιᾶσι ναυμαχοῦντες καὶ πε- 2 ὅδε V 6 ἐπίσης V 7 οὕτως V 9 βουλοίμεθα V 13 καὶ φιλονεικοῦμεν in marg L 2 15 ἡμᾶς τις ὅθεν coni Sckm 16 τὲ ante τὸ V ras 2 litt L | τοκαταρχὰς V 20 ἂν scripsi οὖν LV Schm 26 καλοῖς? ζομαχοῦντες ἐπεδειξάμεθα καὶ μείζους ἑαυτῶν προση- κόντως γεγόναμεν. ἕτερον πρὸς τοῖς εἰρημένοις, ὃ δὴ Κίμων καλῶς ἐξήνυσε μιᾶς καὶ τῆς αὐτῆς ἡμέρας πε- ζομαχῶν ἅμα καὶ ναυμαχῶν ἐπὶ τῆς βασιλέως θαλάττης καὶ γῆς, καὶ μέγιστον Ἀθηναῖοι παρὰ πᾶσιν ἔσχομεν ὄνομα.