τί λοιπὸν ἄγνοιαν τῶν κοινῇ γνωρίμων πλαττόμενοι ἅπερ ἀκώλυτα τειν ἡμῖν ἐγκαλεῖτε καὶ ἄλλων κατηγορεῖν ἐθέλοντες τόπον κατηγορίας ἑτέροις καθ’ ὑμῶν δίδοτε; ἢ ἔχετε λέγειν ὡς εἰσί τινες ἀνθρώπων παρ’ οἷς ταῦτα φυλάτ- τεται, ἢ εἰ μὴ παρ’ οὐδέσιν ἄλλοις, παρ’ ὑμῖν γοῦν τοῖς Κορινθίοις; καὶ εἶρξέ ποτέ τις ὑμᾶς ἣ νόμος ἢ 3 αὐτοῖς scripsi e VL ut coni Schru ἂν τοῖς Schm 4 δὲ πᾶν scripsi e V δέ L Schm 9 νενομοθέτηκε scripsi νενομοθετήκει LV Schm 10 μάχης in marg ὒ 13 δεῖν scripsi δεῖ LV Schm 15 οὐδὲ scripsi e LV ἢ Schm 20 ἄγνοιαν scripsi e LV ἀγνοίας Schm 25 ἄλλοις inserui e LV om Schm | γοῦν scripsi e LV γε Schm 26 νόμος ἢ λόγος scripsi e V λόγος ἢ νόμος L Schm λόγος μὴ τοῖς ἐνοῦσι χρῆσθαι παρεστώσῃ ςτῆς μάχης; οὐκ ἐκ παντός γε καὶ ὑμεῖς τρόπου τὸ συμφέρον διώ- κετε; οὐ μηχανᾶσθε; οὐκ ἐνεδρεύετε; οὐ λόχους κρύ- πτετε; οὐκ ἀφανῶς ἐπιτίθεσθε; οὐ πολιορκεῖτε τῶν ἐναντίων τὰς πόλεις; οὐ λιμῷ φθείρετε; οὐ πυρὶ λυ- μαίνεσθε; οὐ περκόπτετε τὴν κύκλῳ χώραν; οὐ πάντα ὑπὲρ ἑνὸς τοῦ κρείττους φανῆναι μετέρχεσθε; τί γοῦν ἅ μηδ’ αὐτοὶ φυλάσσοντες οὐδέποτε ὤφθητε καὶ ὑμῖν ἀντὶ τούτου προσηνέχθη οὐδείς, ἡμῖν ὧς μὴ φυλάξασιν ἐγκαλεῖτε; εἶεν. ἀλλ’ ὁ Ποτιδαιάτας ἀσεβῆ καὶ ἀνόσια εἰργασμένος τίς, ὦ πρὸς θεῶν; Ἀθηναίων μὲν οὐδείς, οὐ μὰ τοὺς θεούς. νομίμῳ γὰρ καὶ δικαίῳ πρὸς αὐτοὺς ἐκεχρήμεθα τῷ πολέμῳ, αὐτοὶ δὲ κατ’ ἀλλήλων μανέντες ὑφ’ ἑαυτῶν ἐξανήλωντο. καὶ καλήν γε, ὦ δίκη παραβαθεῖσα, τὴν ἐπίνοιαν κατ’ αὐτῶν ἐξεῦρες ἅμα μὲν ἐκείνων τὴν πονηρίαν καὶ ἀγνωμο- σύνην παύουσα, ἄμα δὲ καὶ τῶν μελλόντων μιμεῖσθαι τοὺς ἀλιτηρίους ἐκείνους προανακόπτουσα τὰς ὁρμάς. ὡς ἔδει γε τοιαύτην σε πᾶσιν ἀεὶ τοῖς πονηροῖς παρ- εστάναι καὶ ἀδικίας ἀνθρώπων μεθ’ ὁμοίας ἐξαίρειν τῆς ταχυτῆτος. 45. Πλὴν Ποτιδαιᾶται μέν, ὦ Λακεδαιμόνιοι, οὕτω μὲν ἡμῖν, οὕτω δὲ καὶ τοῖς πρὸ ἡμῶν ἀδικηθεῖ- σι θεοῖς τὴν ἀξίαν ἀπέδωκαν, Κορίνθιοι δὲ κατη- γοροῦσιν ἡμῶν ἀντὶ τούτων οὐ μᾶλλον ἐκείνων 18 Nicol. progynin. ed. Walz rhet. I 420, 29 1 ἐνοῦσι scripsi e V ἐνοχλοῦσι L Schm 8 μὴ δ’ V φυλάττοντες V cf. p. 80, 13 11 εἰργασμένος scripsi e LV ἐργασάμενος Schm | θεῶν scripsi θεοῦ L V θεὸν Schm cf. ad p. 60, 1 12 θεούς scripsi lac. 5 litt L sed γρ νόμους in marg m 2 Schm λόγους V 20 ἀδικίας scripsi e LV ἀδικίαν Schm 21 τῆς inserui e LV om Schm ὑπεραλγοῦντες ἢ τῷ πρὸς ἡμᾶς φθόνῳ κεκινημένοι. τῷ τοῦτο δῆλον; ἐξ ὧν ἀναστάντες εἰπεῖν τοῦ τε λόγου πρόφασιν ἔχοντες τὰ Ποτιδαιατῶν πάθη ὅμως ἔλαττον περὶ ἐκείνων εἰρήκασιν, ὁ δὲ πολὺς λόγος αὐτοῖς διε- γείρων ἦν ὑμᾶς ἐπὶ τὸν ἡμέτερον πόλεμον. ἤ οὐ μέ- μνησθε ὡς ἐγκελεύοντες ἦσαν ὑμῖν καθάπερ στρατηγοὶ στρατιώταις· τί κάθησθε; τί ἀνατέτραφθε ὧς ἐφ’ ὕπνον; τί τὸ Δωρικὸν καὶ πάτριον οὐκ ἀναλαμ- βάνετε φρόνημα; οὐχ ὁρᾶτε τοὺς ἀνθρώπους ὧς αὐξάνουσι καὶ προβαίνουσι καὶ μεῖζον φρο- νοῦσι τῆς φύσεως; οὐ καθέξετε σφᾶς; οὐ κατα- βαλεῖτι; οὐ ταπεινώσετε πρὶν ἢ φθάσουσιν ἄμαχοι γεγονότες; 46. Καὶ τὸ μὲν δὴ προβεβλημένον αὐτοῖς ἄλλον ἔχον ἀγῶνα εἰς τὴν καθ’ ἡμῶν, ὧς ὁρᾶτε, συμβολὴν ἀπεκρίθη, ἡμῖν δὲ πρὸς ταῦτα βραχὺς ἂν εἴη λόγος, ὅν δὴ αὐτίκα εἰπόντες καταβησόμεθα. τὸ μὲν δὴ μείζους ἐθέλειν ἑαυτῶν γίνεσθαι καὶ προκόπτειν ἀεὶ οὐκ ἀρνούμεθα, ἐπειδήπερ οὐ μόνοις τοῖς Ἀθηναίοις ἔργον ἐστὶ σπουδαζόμενον οὐδὲ μόνοις τοῖς Ἕλλησιν, ἀλλὰ καὶ τούτοις καὶ βαρβάροις καὶ πᾶσιν ὧς ἔπος εἰπεῖν ἀνθρώποις. φύσει γὰρ ἅπασι τὴν τοῦ πλείονος ἐπιθυμίαν ἴσμεν ἐντετηκέναι, κἂν εἴ τις αἱρῆται μετ- ιέναι καθ’ ἔνα τοὺς πάντας, οὐκ ἄν ποτε οὐδαμοῦ διαπίπτοντα τὸν λόγον εὑρήσει. καὶ οὐδαμῶς ἂν εἴη τοῦτό γε ἄπο τρόπου, εἰ κατὰ τὸ πεφυκὸς πᾶσιν ἀν- 8 Thuc. IV 86,3 26 Plat. rep. V p. 470B. Theaet. p. 143 C 8 πατρωίων V 11 καταβαλεῖτε scripsi καταβάλετε LV Schm 15 συμβολὴν scripsi συμβουλὴν LV ἐπιβολὴν Schm 17 καταβησόμεθα scripsi e LV ἀποβησόμεθα Schm 23 ἐπιθυμίας V θρώποις καὶ ἡμεῖς κρείττους ἑαυτῶν καὶ μείζους ἐφιέ- μεθα γίνεσθαι. ὅ δὲ ὅμως κἀν τῷ τοιούτῳ παρηλ- λαγμένον ἡμῖν καὶ οὐ ῥᾴδιον παρά τισιν ἄλλοις κατα- νοῆσαι, ὅτι τῶν μὲν ἄλλων ἀπάντων μηδεμίαν οἰκείων τε καὶ ἀλλοτρίων εἰδότων διαφορὰν κατὰ τοῦτο, ἀλλ’ ἐπ’ ἴσης τὴν ἑαυτῶν ἐπίδοσιν ἐξ ἁπάντων γίνεσθαι σπου- δαζόντων ἡμῖν οὐχ οὕτω πραγματεύεται τοῦτο. ἀλλὰ τὸ μὲν Ἑλληνικὸν ἅπαν γένος ἀγαπῶμεν καὶ στέργομεν καὶ βουλοίμεθ’ ἂν πᾶν ἀγαθὸν αὐτοῖς γενέσθαι καί γε ὅσον πλεῖστόν ἐστι πρὸς αὐτοὺς ἐπιεικείᾳ χρώμεθα καὶ ἰσονομίᾳ ὑπερορῶντες καὶ τοῦ συμφέροντος ἑαυτῶν, εἴπερ κοινῶς τοῦτο τοῖς πᾶσι μέλλει συνοίσειν· βαρβά- ρους δὲ μισοῦμεν ἀεὶ καὶ πολεμοῦμεν καὶ φιλονεικοῦμεν ἐκ τῶν ἰδίων ἐκείνοις πραγμάτων ὀνομαστότεροι ἑαυτῶν φανῆναι καὶ περιφανέστεροι.