καὶ τὸ μετὰ ταῦτα πῶς ἄν τις ἐθελήσει τινὶ συν- θέσθαι ἢ μεταδοῦναι τῶν ἑαυτοῦ; πῶς τίς τινος ἀντι- λήψεται καὶ καταπονουμένῳ χεῖρα ὀρέξει; τίνι βοηθή- σει; τινα προσλήψεται εἰδὼς ἀντὶ τοῦ χάριν ὀφείλειν τὸν εὖ πάσχοντα εἰς πολέμιον αὐτίκα ἀλλ’ ἐῶ τοὺς ἄλλους, αὐτοὶ δέ γε ἡμεῖς οἵτινες εἰώθα- μεν ἀεὶ σώζειν, εἵ τις δεόμενος ἵκετο, πῶς ἔτι τῆς ἐκ 23 cf. p. 65, 13. Thuc. II 49, 1. Ι 3, 4 2 ἀλλαξαμένους scripsi e LV ἀλλαξαμένοις Schm 7 ὑποψία scripsi e V ὑπεροψία L Schra 10 μὴ δὲ V | δια- τοῦτο V 11 μὴ δ’ V | μὴ δὲ V 19 τομεταταῦτα LV | ἐθελήσει scripsi coil. p. 78,25 ἐθελήσῃ LV Schm 21 χεῖρα scripsi e LV χεῖρας Schm 23 ἀποκριθήσεται ἔται V φύσεως φιλανθρωπίας ἑξόμεθα; τίνας ἐλεήσομεν καὶ σώσομεν κινδυνεύοντας; τίνας καταφεύγοντας εἰσδεξό- μεθα; τίνων καὶ προστησόμεθα, ὥσπερ καταπεφευγότας Ποτιδαιάτας προσεδεξάμεθα καὶ προέστημεν; οὐ γὰρ οἶμαί τινα γενέσθαι τοσοῦτον εὐήθη ὡς μετὰ πεῖραν ἑνὸς καὶ δυεῖν ἀγνωμόνων ἀνθρώπων αἱρεῖσθαι καὶ τρίτον ἄλλον εὐεργετεῖν. ταύτῃ τοι καὶ τοῖς δικαίοις εὖ παθεῖν διὰ τοὺς ἀμνήμονας εὐεργεσίας περιέσται ζημιοῦσθαι, καὶ τὸ κακὸν δὴ τοῦτο λυμανεῖται πᾶσι τοῖς ἀγαθοῖς, ὧς εἶναι δέον ἓν τοῦτο σπούδασμα πάν- τὰς ποιεῖσθαι ἀνθρώπους, εἴ τίς που καὶ παραφανείη πάθει τοιούτῳ κάτοχος ὤν, πάσῃ δυνάμει ἐκτρίβειν πειρᾶσθαι κἀκ τοῦ μέσου ποιεῖν. ὃ δὴ καὶ ἡμᾶς καλῶς λογισαμένους Ποτιδαιάτας μετελθεῖν οὐκ ἀξίως μὲν τῆς ἐκείνων λώβης, ὅμως τῆς γε τῶν Ἀθηναίων φύ- σεως οὐ πολὺ ἄποθεν, καὶ ἅμα καλῶς ἂν ἔχοι καὶ ἀποχρώντως ἡμῖν, εἰ τοῖς μικροῖς παιδευθέντες ἀγαθοὶ γενόμενοι περιεῖεν τῷ βίῳ ἢ παντάπασιν ἐκτριβέντες ἐκστῆναι τῶν ὄντων. εἰ δὲ καὶ οὕτως κακίας οὐκ ἀφέξονται, ἀλλ’ ᾧ γε τὴν ἀξίαν τοῦ τολμήματος ἀπο- τίσουσι δίκην ὧς τάχιστα παραστήσεται. 41. Πλὴν οὕτως τῆς εἰς ἐκείνους τιμωρίας ἐλλιπῶς ἐχούσης οὐκ ἀγαπῶσι Κορίνθιοι, ἀλλὰ μετεληλύθατε, φασίν, ἀνοσίως καὶ ἀπανθρώπως αὐτούς. πῶς, ὦ χρηστοί, ἀνοσίως καὶ ἀπανθρώπως; οὐκ ἦσαν ἡμῖν ἐχθροί; οὐ καθ’ ἡμῶν συνέστησαν; οὐκ ἐν εὐχῆς ἐποι- οῦντο μέρει πᾶν ὁτιοῦν τῶν δεινῶν τυχεῖν ἡμᾶς ὑπο- 1 ἑξόμεθα — 2 καταφεύγοντας inserui e LV om Schm 5 τοσοῦτον scripsi e LV οὕτω Schm 6 δυεῖν scripsi e V δυοῖν L Schm 12 τοιούτῳ scripsi e LV τούτῳ Schm 20 τοῦ τολμήματος inserui e V om L Schm στάντας; οὐκ ἴδει δὲ καὶ ἀντὶ τούτων σφάττειν αὐτοὺς καὶ κατορύττειν ἢ βυθίζειν ἢ διὰ πυρὸς ἀφανίζειν; εἶτα τί τούτων ἐγένετ’ αὐτοῖς πρὸς ἡμῶν; τούτων μὲν οὐδέν, τοὐναντίον δὲ πᾶν. ἀπέθανεν οὐδείς, οὔκουν ὑπ’ Ἀθηναίων, ἀλλ’ ὧς σὺν χρόνῳ παρεστησάμεθα τὴν πόλιν, περιεποιησάμεθα καὶ ζῆν ἀνήκαμεν καὶ περινοστεῖν ἐλευθέρους οὐκ ὄντας ἀξίους τοιούτου τυχεῖν οὐδενός. ἄνευ δὲ ὧν εἰρήκαμεν, τίς ποτε περὶ πολέμου νενομοθέτηκε καὶ μέτρα καὶ τρόπους εἰση- γησάμενος μάχης μέχρι τοσούτου διετάξατο προιέναι, περαιτέρω δὲ μή, καὶ οὕτως μὲν συμπλέκεσθαι, οὕτως δὲ οὐδαμῶς, καὶ τοὺς ἐχθροὺς μετιτέον εἶναι ἢ τιμω- ρητέον τόνδε τὸν τρόπον, ἀλλὰ μὴ τόνδε, καὶ δεῖν γε ἡμᾶς ἀκολουθεῖν αὐτῷ ἢ μὴ ἀκολουθοῦντας ἐπιτι- μᾶσθαι καὶ δίκας ὑπέχειν ὧς οὐ νομίμως οὐδὲ δικαίως τὴν ἀγωνίαν ποιησαμένους; οὐκ ἔστιν ὁ ταῦτα νομοθε- τῶν, οὐκ ἔστιν οὐδείς, ἀλλ’ ὧς ὁ καιρὸς φέρει, καὶ τἀς μάχας διαθετέον ἅπαντες λέγουσι, καὶ κοινὸς οὗτος ἅπασι νόμος, ὡς ἑκάστῳ ἐκ τῶν συμπιπτόντων παρί- σταται τὸν πόλεμον διαφέρειν.