οὕτως οὐχ ἡμῶν ἔργον, ἀλλ’ ἐκείνων ἡ πολιορκία, καὶ ὁ κατασχὼν αὐτοὺς ὄλεθρος οὐκ ἄλλους εἶχε τοὺς παρεσκευακότας ἤ τοὺς ἀπολωλότας αὐτούς. ἀλογώτατα γὰρ πρὸς τὰ τῶν Ἀθηναίων ὠθίσαντες ἑαυτοὺς ξίφη ὑπ’ αὐτῶν διαφθείρονται καὶ μεγάλην ἀνάψαντες φλόγα ἁλίσκον- τᾶι ὑπ’ αὐτῆς. ἢ δοκεῖ σοι κἂν ἔνα ἡμῶν κινηθῆναι θελῆσαι ἢ τὸ περὶ τοῦ τείχους ψήφισμα γράψαι, εἰ μὴ νεώτερα ἐφρόνουν ἐκεῖνοι, εἰ μὴ πρὸς ἀποστασίαν ἔβλεπον, εἰ μὴ ἀντὶ φίλων ἐχθροί, ἀντὶ δ’ οἰκείων πολέμιοι, ἀντὶ δὲ συμμάχων αἴροντες ὅπλα καθ’ ἡμῶν ἐγένοντο; νυνὶ δ’ ἀποστάντων ἐκείνων, καὶ εἴθε γε τὸ κατ’ αὐτοὺς ἦν μόνον, ἀλλ’ ἀπώλοντο Ἀθηναίοις πρὸς τὸ ἐκείνων παράδειγμα καὶ τὰ ἐν Θρᾴκῃ πάντα καὶ Μακεδονίᾳ πράγματα καὶ οὐδὲ νῦν μετὰ τὴν Ποτι- δαίας καθαίρεσιν οἷοί τ’ ἐσμὲν ἑαυτοῖς ἐπανασώσα- σθαι, οὕτως οὖν ἐκείνων καὶ δι’ ἐκείνους τῶν ἄλλων διατεθέντων ποῦ δίκαιον μὴ κινηθῆναι μὲν ἡμᾶς, αὐτοὺς δὲ καὶ ὧν ἔπαθον χείρω πολλῷ παθόντας τυχεῖν; χρηστοί γε ὑμεῖς, ὦ Κορίνθιοι, τὸν μὲν 16 cf. p. 61, 1 2 αὐτοὺς in marg ὒ 24 ἐπανασώσασθαι scripsi e V ἀνασώσασραι L Schm 27 πολλῷ scripsi e LV πολλῶν Schm 28 ὑμεῖς scripsi e LV ἡμεῖς Schm ἐπιτειχισμὸν καὶ τὴν πολιορκίαν ἄνω καὶ κάτω στρέ- φοντες, ὅτι δὲ καὶ Ποτιδαιᾶται ταῦθ’ ὑποστῆναι δί- καιοι ἦσαν, οὐ λογιζόμενοι. ποῖον γὰρ αὐτοῖς οἷον καὶ παρορᾶσθαι ἄξιον πρὸς ἡμᾶς ἐγεγόνει; οὐκ ἐγελάσθη- μὲν; οὐκ ἐνεπαίχθημεν ὑπὸ τῶν ἀνδρῶν; οὐκ ἀφῃρέθη- μὲν μὲν ἀναλώματα τόσα καὶ τόσα ἐπὶ τοσούτοις ἔτεσιν, ἐκπεπτώκαμεν δὲ χώρας ὅσην οὐδ’ εἰπεῖν ῥᾴ- διον δι’ αὐτοὺς ἀποστάσης; εἶτα τί ἡμᾶς ἐχρῆν Ἀθη- ναίους ὄντας ἀντὶ τούτων ποιεῖν; ἀναπεπτωκέναι καὶ καθεύδειν ὧς ἐν ῥᾳστώνῃ διάγοντας; ἀλλ’, ἵν’ ἡμᾶς ἐάσω, εἰ Λακεδαιμόνιοι ἦσαν; ἀλλ’ ἐῶ καὶ τὸ τούτων, εἰ ὑμεῖς ἧτε, ὠ Κορίνθιοι, τοσαύτης ἀνδρῶν ἀπολαύ- σαντες ἀγνωμοσύνης, τέ ἂν αὐτοῖς ἐχρήσασθε; ἀλλὰ τι ταῦτ’ ἐρωτῶ; ὅπως ἂν ἠνέγκατε, δῆλον ἡμῖν ἐτέ- ρωθεν γέγονε, καὶ τὰ πρὸς Κερκυραίους ὑμῖν πρα- χθέντα καλῶς μαρτυρεῖ. ἐπλεῖτε γὰρ ἐπ’ ἐκείνους αἰτίαν ἔχοντες οὐδεμίαν τοιαύτην καὶ ἐναυμαχεῖτε καὶ ναῦς αὐτῶν τὰς μὲν ἐλαμβάνετε κενάς, τὰς δὲ αὐτοῖς ἀνδράσι κατεδύετε καὶ αὐτήν γε τὴν νῆσον, εἰ γ’ ἐδύνασθε, οὐκ ἂν ἀπέστητε καταδῦσαι. εἶτα δεινὸν ἡγεῖσθε, εἴπερ, ὧς ὑμεῖς, καὶ ἡμεῖς ἑτέρωθεν ἐχρησάμεθα τοῖς ἐχθροῖς; καὶ Κορινθίους μὲν οὐδὲν ἄδικόν φασι Κορίνθιοι, ἄν τις ἐναντιῶται, ἀφανίζειν εὐθύς, ἀλλ’, εἴ τις ὑπὲρ τούτου γρύξει, πολλὴν εἶναι τὴν παραίτησιν ὅτι πολέμιος ἦν, ὅτι παρασπονδῶν, ὅτι βλάπτων· Ἀθηναῖοι 17 Thuc. I 50 1 25 Dem. p. 85,22; 248,20 1 καὶ scripsi e LV ἢ Schm 4 ἡμᾶς L sed ἡ in ras m2 7 ἐκπεπώκαμεν V 10 ὧς inserui e LV om Schm | ἵν᾿ scripsi e V ἴνα L Schm τας(1) V 19 κατεδύετε scripsi e V κατεδύσατε L Schm 20 ἀπέστη τε V 22 Κορινθίους scripsi e LV Κορινθίοις Schm δὲ ἂν ἐπὶ τοὺς πολεμίους ἴωσιν, ἀσεβείας αὐτοὺς Κο- ρίνθιοι γράφονται.