πλὴν οὐχ ὥσπερ Κορίνθιοι καὶ ἡμεῖς εἰς τὰς κατ’ αὐτῶν λοι- δορίας ἐμβαλοῦμεν αὐτίκα οὔτ’ αὖ φιλίας ἀρχαίας καὶ συνηθείας ὑμᾶς ἀναμνήσομεν καὶ ὧς μετ’ ἀλλήλων συστάντες ποτὲ τοῖς Ἕλλησιν ὑπήρξαμεν ἐν καιρῷ οὐδ’ εὐεργεσίας ἡμῶν καταλέξομεν, ἃς πολλὰς οὐ χωρὶς κινδύνων καὶ κοινῶς κατεθέμεθα τοῖς πᾶσι καὶ ἰδία τοῖς ἀεὶ δεομένοις. οὔτε γὰρ εὐπρεπὲς καὶ ἄλλως ἰσχύοντας περιεῖναι τῶν ἀντιτεταγμένων λοιδορουμέ- νοῦς αὐτοῖς ἐπιέναι καὶ τό γε κατορθωμάτων ποιεῖσθαι κατάλογον ἃ μηδὲν τοῖς παροῦσι καθήκει σαθρά τις ἂν εἴη φιλοτιμία καὶ ἐπίδειξις ἄκαιρος, καὶ μάλιστα 3 μὴ δὲ V ut constanter 12 τ’ ὁ scripsi τῶ LV Schm cf. t. IV 391,24 17 αὐτοὶ reposui e LV αὐτοῦ 20 συνηθείας reposui e LV συνήθεις Schm ἡνίκα καὶ τὸ πρᾶγμα μὰ δῆλον αὐτόθεν ἐστὶ καί τινος δεῖται λόγου ἔξωθεν μαρτυρήσοντος οὐδαμῶς. ἢ τίς Ἰωνίαν οὐκ οἶδεν ἀποικίαν καὶ αὐτὴν ἡμετέραν οὖσαν καὶ μέρος τῆς ὑπὲρ ἀπάντων Ἀθηναίων προνοίας καλῶς ὑπ’ αὐτῶν πολισθεῖσαν τὴν πᾶσαν, ἵν ὁ ἐν- ταῦθα τῆς Εὐρώπης χῶρος ὧς ἐκ μεγάλου διαστήματος βαρβάροις ἀνεπίβατος μένῃ; τίς ἑτέρωθεν Σικελίαν αὐτήν; τίς τοὺς ἐν Μαραθῶνι κινδύνους, τοὺς ἐπ’ Ἀρτεμισίῳ καὶ Σαλαμῖνι καὶ Πλαταιᾶσιν, ἔνθα σὺν ὑμῖν Μαρδονίου τὰς πολλὰς διεφθείραμεν μυριάδας, τοὺς ὑπὲρ ὑμῶν, ὦ Λακεδαιμόνιοι, ὅτε τῶν εἱλώτων ἐπαναστάντων ἔσχατος κινδύνων τὴν Λακεδαίμονα περιέστη, τοὺς ὑπὲρ τῶν ἄλλων; τίς ταῦτα πάντα ὑμῶν ἀγνοεῖ; καὶ τί δεῖ μακρηγορεῖν ὑπομιμνήσκοντας ὑμᾶς φερούσης καὶ ταῦτα τῆς ὑπομνήσεως ἐν τῷ νῦν ἀγῶνι πλέον οὐδὲν εἰς ἡμᾶς; οὔκουν ἡμεῖς γε περὶ τῶνδ’ ἐθελήσομεν λέγειν, ἀλλ’ ἀποχωρήσαντες σπουδῇ, ὑπερβάντες δὲ ἄμα καὶ τὰ καθ’ ἡμῶν πολλὰ καὶ νη- πιώδη Κορινθίων διελέγχειν ἐγκλήματα ὡς οὐδ’ ὑμῶν περὶ τῶν οὕτω γελοίων λόγον ἀπαιτησόντων οὐδένα, μὴ γὰρ ἂν πρέπειν Λακεδαιμονίους ὄντας ἄρχειν τε καὶ αὐτοὺς ἀξιοῦντας ὁμοίως ἡμῖν τῶν Ἑλλήνων περὶ πόλεως ἡγεμονίδος τοιαῦτ’ ἐγκλήματα δέχεσθαι, ἐπὶ τὰ καίρια μάλιστα τῆς κατηγορίας καὶ γενναῖα καθ’ ἡμῶν δοκοῦντα τὸν λόγον τρεψόμεθα. 1 Argum. Dem. Boeot. p. 994, 18 8 Thuc. I 73, 3 11 Thuc. I 102 14 Thuc. I 68, 3 5 τὴν πᾶσαν in marg L 2 9 πλαταιάσιν LV 14 ὑμῶν scripsi ἡμῶν LV Schm | τί om VL inser Schm 16 ἡμᾶς ω ω scripsi e V ὑμᾶς L Schm 25 τ(??)ν λόγον V 6. Ἀσέβειαν προφέρουσιν ἡμῖν Κορίνθιοι, ἀσέ- βειαν, 60 ἄνδρες Λακεδαιμόνιοι, πρᾶγμα ὅπερ ἐς δεῦρο οὐ μόνον οὐκ ἐφάνη τις ἐξενεγκὼν καθ’ ἡμῶν, ἀλλ’ οὐδὲ διανοηθείς, καὶ βαρεῖς εἰσιν, ὧς ὁρᾶτε, νῦν ἐφ’ ἡμᾶς πειρ·αθέντες καὶ ταῦτα Ἀθηναίων, εἰ μὴ χρηστῶν ἀεὶ καὶ φιλανθρώπων, ὅμως τοιούτων οὐδέποτε ἐπ’ αὐτούς. ἥτις δὲ πρόφασις κεκίνηκεν ὥστ’ ἐπὶ ταῦθ’ ὁρμῆσαι, εἰ μὲν ἄλλο τι ὄν κρύπτουσιν αὐτοί, σαφῶς λέγειν οὐκ ἴσμεν, ὅ δ’ οὖν φασι καὶ ὑμεῖς ἠκούσατε λεγόν- των, Ποτίδαια, ὅτι ταύτην πολεμίαν οὖσαν παρεστη- σάμεθα, καὶ Ποτιδαιᾶται ἀλλήλων γευόμενοι. τοῦτο δὲ τι ποτέ ἐστι καὶ ὅπως συνηνέχθη καὶ τίς ἀρχῆθεν αἰτία τῷδε συμβῆναι, λέγωμεν ἤδη. εἰ δὲ μικρὸν ἀνα- γαγόντες ἐροῦμεν, οὐκ ἔξω τοῦτο καιροῦ. γένοιτο γὰρ ἂν ἐντεῦθεν καὶ ὑμῖν καλῶς ἀκροασαμένοις ἀγνοεῖν περὶ μηδενὸς καὶ ἡμῖν τὸν λόγον τὴν πρέπουσαν λαμ βάνειν ἀρχήν. 7. Ποτίδαιαν τὴν ὑπὸ Παλλήνην, τὸ Θρᾳκικὸν ὄρος, ἴστε που πάντες. ἄποικοι Κορινθίων ἔχουσι ταύ- την. οὕτω Κορίνθιοί φασι καὶ συμφωνοῦμεν ἡμεῖς καὶ ἐθέλει περὶ τούτου οὐδεὶς ἀπιστεῖν. ταύτῃ τοι καὶ ἡ πόλις ἥδε μεγάλως σεμνυνομένη ἐκ τοῦ λέγεσθαι Κο- ρινθίων ἠγάπα τό τε γένος ἐκεῖσε ἀεὶ ἀναφέρειν τούς τε δημιουργοὺς καὶ μάλα ἀσμένως δέχεσθαι ἥκοντας ἐκεῖθεν καὶ ὅ τι προσέταττον ὧς ἑτοιμότατα κατακούειν 24 οὕτω Κορίνθιοι τοὺς ἐκπεμπομένους ἄρχοντας εἰς τὰς αὐτῶν ἀποικίας ὠνόμαζον LV 2 cf. ad p. 13,12; 56,12 7 ὥστ’ om L sed γρ ὥστ’ in marg m 2 13 λέγωμεν scripsi λέγομεν LV Schm 15 ἂν inserui e LV om Schm | καλῶς inserui e LV om Schm 21 τούτου scripsi e LV τούτων Schm 23 τε ante τό τε inser Schm delevi 25 ὃ τι scripsi ὅτι LV Schm καὶ εἶναι μὲν ταύτην αὐτοῖς φιλοτιμιῶν τὴν με- γίστην, ἀρκεῖν δὲ καὶ ἀντὶ πάντων οἷς ἄνθρωποι μέγα φρονοῦσι τὴν μητρόπολιν Κόρινθον.