εἴχομεν ἂν ἀσεβείας αἰτίαν ἡμεῖς, εἰ τοῦτο διενοούμεθα καὶ σκοπὸς ἦν περιστάντας τὴν πόλιν καὶ συλλαβόντας αὐτοὺς λιμῷ καὶ σιδήρῳ καὶ πάσαις ἀνάγκαις ὠθεῖν πρὸς τοιαύτας τροφάς· ὅπου δ’ ἄνετοι ἐκεῖνοι ἐντὸς περιβόλου στρε- φόμενοι ἐκ τῶν πύργων ἄνωθεν ἀντεπισείοντες τῷ στρατοπέδῳ τὰ ὅπλα, ἡνίκα οὐ πολέμιος ἦν κατεπείγων. οὐ ξίφος ἐπανατεινόμενον, οὐ σιδήρου πληγή, οὐ πῦρ καῖον, οὐ βρόχος, οὐκ ἄλλη τις βάσανος, ἡμῶν αὐτοὺς πρὸς ἡμᾶς καὶ ἔτι μετακαλουμένων, ἱκετευόντων, βο- ώντων· σύνετε, ἄνδρες Ποτιδαιᾶται, γίνεσθε ὑμῶν αὐτῶν, φείσασθε γυναικῶν τῶν ὐμετέ- ρων, φείσασθε παίδων· τί ὑμεῖς αὐτόχειρες ἑαυτῶν ἐπιθυμεῖτε γενέσθαι; ἔστιν ἐφ’ ὑμῖν μεταβουλευσαμένοις σωθῆναι, ἔστι καὶ σκλη- ρυνθεῖσι καθάπαξ ἀπολωλέναι, εἰ ταῦθ’ ἡμῶν προτεινόντων ἔχοντες ἐκεῖνοι καιρὸν τοῦ πράττειν τὰ δέοντα ὅμως ἐσκληρύνοντο, ἕως ἑαυτοὺς ἀπώλεσαν, 10 cf. p. 17, 6 17 Pind. 01. Χ (XI) 37 2 πατρώιον V 10 μὲν post εἴχομεν inser Schm delevi 14 τροφούς V 20 συνῆτε V 25 ὑμῶν V 5 * τίς οὕτως ἀναιδὴς ὧς ἡμῖν ὑπὲρ αὐτῶν μέμφεσθαι; οὕτως οὐ τῆς ἡμῶν διανοίας, τῆς δ’ ἐκείνων ἀπονοίας τουτ’ ἔργον ὑπῆρχε. 28. Καὶ εἰ βούλεσθε, κύκλῳ τὴν Ἑλλάδα περιελ- θόντες ἐς ζητεῖτε, εἴ τι τοιοῦτον εἰς ἀνθρώπους Ἀθη- ναῖοι πεπράχασι, κἂν εὕρητέ που, συνεζεύχθω ἀμφό- τερα καὶ ἐξ ἔθους ἡμᾶς λέγετε ἀσεβεῖν. ἡττήθησαν καὶ Θηβαῖοι μετὰ τῶν ἄλλων Βοιωτῶν ὑπὸ τῆς πόλεως ἐν πολλοῖς, ἡττήθησαν καὶ Φωκεῖς καὶ Θετταλοὶ σὺν αὐτοῖς, ἐπειράθησαν καὶ Μακεδόνες τῆς ἡμετέρας ἰσχύος καὶ πρὸς τούτοις Θρᾷκες καὶ ἀπ’ ἀμφοῖν τῶν ἐθνῶν ἔτι πολλοὶ παρ’ ἡμῖν ἐν δεσμοῖς. ἀλλ’ οὐδεὶς οἵους οὗτοί φασιν ἡμῶν ἐπειράθη. καὶ τί τοὺς Ἕλληνας λέγομεν; οὐ τοὺς Ἴωνας ἡμῶν οἱ Πέρσαι κατεδου- λοῦντο; οὐκ Ἐρετριεῖς ἀναρπάστους ἐξείλοντο; οὐ μετὰ τοῦ αὐτοῦ διανοήματος εἰς Μαραθῶνα κατήρκασιν, ἴν ὡς Ἐρέτριαν καὶ τὴν Ἀττικὴν πᾶσαν διάθωνται; ἀλλὰ τούτων λαμπρῶς καὶ τότε κρατήσαντες καὶ ὕστερον ὅτε Ξέρξης ἐπῄει πᾶσαν τὴν Ἀσίαν κινῶν ἐφ’ ἡμᾶς, καὶ μετὰ ταῦτ’ ἐν Κύπρῳ καὶ Παμφυλίᾳ καὶ ἀλλαχοῦ, οὐκ ἔστιν εἰπεῖν ὧς ἐνί γε ἢ πλείοσιν αὐτῶν τοιαύτην ἐπηγάγομεν ἀνάγκην. οὐ βαρβάρῳ δεῖπνον παρεθέμεθα βάρβαρον οὐδὲ παραστησάμενοι τοὺς δημίους παίοντες, μαστιγοῦντες, σφάττοντες ἐκελεύομεν ἅπτεσθαι. οὐ τοσοῦτον τὴν ἀνθρωπείαν ἠγνοήκαμεν φύσιν ἡμεῖς 15 Xen. comm. IV 2, 33 17 cf. ad t. V p. 521, 10. t. IV 454, 18 R 2 τῆς δ’ ἐκείνων ἀπονοίας inserui e LV om Schm 3 ὑπῆρχεν Schm 5 άθηναῖοι L sed οἱ in ras m 2. áuhnaqivn V 7 ἐξ ἔθους Schm ἐξέθους LV | λέγετε L sed λ in ras m2 17 Ἐρέτριαν scripsi e V ἐρέτρειαν L Schm 20 μετα- ταῦτ᾿ V καὶ τῆς ἀρετῆς τῶν πάλαι Ἀθηναίων ἀπολελείμμεθα, ὧν οὐδενὸς οὕτως ἴδιον ὧς εὐσέβεια καὶ φιλανθρωπία. ὧν δήπου καὶ ἡμεῖς γεγόναμεν κληρονόμοι, μεθ’ ὧν ἐν τῷ διηνεκεῖ χρόνῳ καὶ πᾶσιν ὡμιλοῦμεν ἀνθρώποις. μὴ τοίνυν ἡμᾶς τις τῆς ἐκείνων ἀσεβείας αἰτίους, ἀλλ’ αὐτοὺς ἐκείνους λεγέτω, οἱ καὶ τὴν ἀθέμιτον ἑαυτοῖς παρέθεντο τράπεζαν καὶ τροφῆς ἐπ’ αὐτῆς ἥψαντο παρανόμου. ὅσοι δὲ ἡμῖν τούτων ἕνεκεν μέμ- φονται, τούτους δήπου φαμὲν μηδὲ τοὺς ἐν ταῖς πό- λεσιν ἄρχοντας ἐθέλειν ἀμέμπτως ἔχειν ἐᾶν, οἷς] ὅτι τινὲς εἰς δεσμωτήριον ὐπ’ αὐτῶν ἐμβαλλόμενοι πρὶν ἢ τοῖς νόμοις καὶ μετριωτέραν ἴσως δοῦναι δίκην φθάνουσιν αὐτοὶ παρανομοῦντες εἰς ἑαυτοὺς καὶ ζωῆς ἀπαλλάττοντες. ἀλλ’ οὐδαμῶς γε τοῦτο κρίνοντος ὀρθὰ λογισμοῦ. οὐ γὰρ μόνον ὅτι τινὲς ἑάλωσαν οὐδ’ ὅτι κατεσχέκθησαν ἐν δεσμοῖς σκοπεῖν δεῖ, ἀλλ’ εἰ μὴ καὶ σὺν δίκῃ ταῦτα πεπόνθασιν. εἰ δ’ ἀσεβῶς ὑφ’ ἑαυτῶν ἀπηλλάγησαν, οὐδὲν τοῦτο συμβάλλεται ὥστε τὸν κατασχόντα ἔχειν αἰτίαν· οὔκουν οὐδ’ ἡμῖν φέρει κατηγορίαν, εἰ τοὺς ἐχθροὺς νομίμως πολιορκούντων ἡμῶν ἀσεβεῖς ἐκεῖνοι γεγόνασιν εἰς ἀλλήλους παρανο- μήσαντες. 31. Εἰ δέ τις φιλονείκως ἔχων οὐκ ἀφίσταται τὴν πολιορκίαν λέγων εἰς ταῦτα παραβιάσασθαι, αὐτοὶ καὶ ταύτης ἔχουσι τὴν αἰτίαν. ὁρᾶτε γάρ· ἡμέτεροι ἦσαν, πάντα παθεῖν ἕτοιμοι ἤ ἡμῶν ἀποστῆναι. φίλους ἡμεῖς αὐτοὺς ἤγομεν διὰ ταῦτα. ἔργῳ τῆς ἡμῶν φιλίας ἐλάμ- 2 οὐδενὸς — 3 ὧν(2) inserui eLV om Schm 4 ὡμιλοῦμεν scripsi ὁμιλοῦμεν LV Schm 9 μὴ δὲ V 10 οἷς LV Schm cancellavi 18 οὐδὲν scripi e LV οὐδὲ Schm 19 οὔκουν scripsi e LV οὐκοῦν Schm 27 διαταῦτα V βανον πεῖραν. εὖθ’, ὡς ὑπ’ ἀνέμου σκάφος, εἰς τοὐ- ναντέον περιτραπέντες ἠλόγησαν τῆς περὶ αὐτοὺς προ- νοέας ἡμῶν, ἠλόγησαν τῆς σπουδῆς, ἠθέτησαν τὴν φιλίαν, καὶ τὰς μετ’ ἀλλήλων συνθήκας ἀφέντες εἰς ἐχθρῶν ἀπηλλάγησαν σχῆμα. ἐντεῦθεν παρὰ πόδας αὐτοῖς ὁ πόλεμος καὶ τὰ δεινὰ ἐπὶ θύραις. ἐφ’ οἷς δέον ὄν μεταβουλευσαμένους προσιέναι ἡμῖν, προσιόν- τας δὲ δεηθῆναι καὶ δεηθέντασ εὐμενεστέρων τυχεῖν, ὅμως ἀπονοηθέντες ἀπώλοντο. οὕτως οὐχ ἡμῶν ἔργον, ἀλλ’ ἐκείνων ἡ πολιορκία, καὶ ὁ κατασχὼν αὐτοὺς ὄλεθρος οὐκ ἄλλους εἶχε τοὺς παρεσκευακότας ἤ τοὺς ἀπολωλότας αὐτούς. ἀλογώτατα γὰρ πρὸς τὰ τῶν Ἀθηναίων ὠθίσαντες ἑαυτοὺς ξίφη ὑπ’ αὐτῶν διαφθείρονται καὶ μεγάλην ἀνάψαντες φλόγα ἁλίσκον- τᾶι ὑπ’ αὐτῆς. ἢ δοκεῖ σοι κἂν ἔνα ἡμῶν κινηθῆναι θελῆσαι ἢ τὸ περὶ τοῦ τείχους ψήφισμα γράψαι, εἰ μὴ νεώτερα ἐφρόνουν ἐκεῖνοι, εἰ μὴ πρὸς ἀποστασίαν ἔβλεπον, εἰ μὴ ἀντὶ φίλων ἐχθροί, ἀντὶ δ’ οἰκείων πολέμιοι, ἀντὶ δὲ συμμάχων αἴροντες ὅπλα καθ’ ἡμῶν ἐγένοντο; νυνὶ δ’ ἀποστάντων ἐκείνων, καὶ εἴθε γε τὸ κατ’ αὐτοὺς ἦν μόνον, ἀλλ’ ἀπώλοντο Ἀθηναίοις πρὸς τὸ ἐκείνων παράδειγμα καὶ τὰ ἐν Θρᾴκῃ πάντα καὶ Μακεδονίᾳ πράγματα καὶ οὐδὲ νῦν μετὰ τὴν Ποτι- δαίας καθαίρεσιν οἷοί τ’ ἐσμὲν ἑαυτοῖς ἐπανασώσα- σθαι, οὕτως οὖν ἐκείνων καὶ δι’ ἐκείνους τῶν ἄλλων διατεθέντων ποῦ δίκαιον μὴ κινηθῆναι μὲν ἡμᾶς, αὐτοὺς δὲ καὶ ὧν ἔπαθον χείρω πολλῷ παθόντας τυχεῖν; χρηστοί γε ὑμεῖς, ὦ Κορίνθιοι, τὸν μὲν 16 cf. p. 61, 1 2 αὐτοὺς in marg ὒ 24 ἐπανασώσασθαι scripsi e V ἀνασώσασραι L Schm 27 πολλῷ scripsi e LV πολλῶν Schm 28 ὑμεῖς scripsi e LV ἡμεῖς Schm ἐπιτειχισμὸν καὶ τὴν πολιορκίαν ἄνω καὶ κάτω στρέ- φοντες, ὅτι δὲ καὶ Ποτιδαιᾶται ταῦθ’ ὑποστῆναι δί- καιοι ἦσαν, οὐ λογιζόμενοι. ποῖον γὰρ αὐτοῖς οἷον καὶ παρορᾶσθαι ἄξιον πρὸς ἡμᾶς ἐγεγόνει; οὐκ ἐγελάσθη- μὲν; οὐκ ἐνεπαίχθημεν ὑπὸ τῶν ἀνδρῶν; οὐκ ἀφῃρέθη- μὲν μὲν ἀναλώματα τόσα καὶ τόσα ἐπὶ τοσούτοις ἔτεσιν, ἐκπεπτώκαμεν δὲ χώρας ὅσην οὐδ’ εἰπεῖν ῥᾴ- διον δι’ αὐτοὺς ἀποστάσης; εἶτα τί ἡμᾶς ἐχρῆν Ἀθη- ναίους ὄντας ἀντὶ τούτων ποιεῖν; ἀναπεπτωκέναι καὶ καθεύδειν ὧς ἐν ῥᾳστώνῃ διάγοντας; ἀλλ’, ἵν’ ἡμᾶς ἐάσω, εἰ Λακεδαιμόνιοι ἦσαν; ἀλλ’ ἐῶ καὶ τὸ τούτων, εἰ ὑμεῖς ἧτε, ὠ Κορίνθιοι, τοσαύτης ἀνδρῶν ἀπολαύ- σαντες ἀγνωμοσύνης, τέ ἂν αὐτοῖς ἐχρήσασθε;