οὐ τοίνυν ἀσκέ- πτως ἐφ’ ὁντιναοῦν, ἀλλὰ τὸν ἁμαρτάνοντα τὴν αἰτίαν τρεπτέον. τοῦτο μὲν γὰρ δίκαιον καὶ προσῆκον ἅτε καὶ τοῖς νόμοις ὡς μάλιστα δοκοῦν καὶ πᾶσιν ὰνθρώ- ποις λυσιτελῶς ἔχον ἀνακοπτομένης οὐ μικρῷ τινι μέρει κακίας ἐντεῦθεν, ἐκεῖνο δὲ πράττειν πρὸς τῷ 22 ὅ τι scripsi ὅτι LV Schm 25 ἐφοντιναοῦν V 29 ἐκεῖνο scripsi e LV ἐκεῖνοι Schm ἀλόγιστον εἶναι καὶ συμφέρει οὐδέποτε οὐδενί. ὥστε τοὺς ἀδικοῦντας, τοὺς ἀλογοῦντας τῶν νόμων, τοὺς ὁπωσοῦν ἁμαρτάνοντας αἰτιατέον ἐστὶ καὶ ἐπὶ βῆμα ἀκτέον, ἑτέρους δὲ ἀντ’ αὐτῶν οὐδαμῶς. εἰ γὰρ μή, δύο τὰ χείριστα ἐντεῦθεν συμβήσεται· οἵτε γὰρ ἀδι- κοῦντες ἀεὶ τὸ δοῦναι δίκην ἐκφεύξονται οἴ τ’ αὖ ἐπιεικεῖς καὶ χρηστοὶ τὰ τῶν ἀνοσίων πείσονται, ὥστε μήτε πονηρίαν ἐπιλείψειν τὸν βίον καὶ ἀρετὴν τὰ μέ- γιστα ζημιοῦσθαι, ὅπερ δὴ καὶ παντὸς μᾶλλον φυλάτ- τεσθαι προσήκει, ἵνα μὴ θᾶττον ἄνω κάτω τἀνθρώπεια γένηται. ἥ, πρὸς θεῶν, ἀρεστὸν ὑμῖνι εἴ τις ἱερό- συλος ἢ λωποδύτης ἐν Κορίνθῳ ἐγένετο, ἐκεῖνον μὲν χαίρειν ἐᾶν, ὑμᾶς δὲ τοὺς ἄλλους ἀντ’ ἐκείνου εἰσάγειν, ἔνα μὴ μόνον ἄδικον ᾖ τὸ πρᾶγμα, ἀλλὰ καὶ σφόδρα γελοῖον; εἰ γὰρ Κορίνθιοι δι’ ἐκεῖνον τὸν ἔνα ἰερόσυ- λοι πάντες, δεῖ δὲ καθ’ ὑμᾶς μεταβαίνειν τὴν αἰτίαν ἀεί, εἶεν ἂν τοιοῦτοι καὶ Ἀργεῖοι καὶ οἱ πλησιόχωροι Μαντινεῖς καὶ οἱ ἐν Ἀθήναις ἡμεῖς καὶ πάντες ἄνθρω- ποι, καὶ οὐδένες ἀνθρώπων. ὁ γὰρ δεχόμενος τὴν αἰτίαν ἐπ᾿ ἄλλον ἀεὶ μεταπέμψει, ἡ δὲ φερομένη οὔτε εἴς τινα ἑστήξει καὶ πάντας ἐπελεύσεται, ὧς εἶναι ἀνάγκην ἀποκριθῆναι τὸν λόγον εἰς αἴνιγμα. ἀλλὰ τοῦτο παντάπασιν ἄτοπον. ἄτοπον δήπου καὶ τὸ ἡμᾶς ἀσεβεῖς εἶναι διὰ Ποτιδαιάτας ἠσεβηκότας. εἰ δ’ ἐπὶ πλέον βιάζετε, ὁδῷ προβαῖνον ἐλεύσεται τὸ ἔγκλημα καὶ ἐπὶ τοὺς Κορινθίους ὑμᾶς, καὶ ἀντεγκαλέσομεν τότ’, εὖ ἴστε, σφοδρότερον οὐδὲν ἀνιέντες. ἀλλ’ οὐχ οὕτω δεῖ παίζειν. ἄνθρωποι γὰρ πάντες οἷς μέλει 1 ἀλόγίστωο V 9 μᾶλλον scripsi e LV μάλιστα Schm 11 θεῶν scripsi θεοῦ LV Schm cf. ad p. 60,1 17 αἰτίαν ἀεί. scripsi e LV αἰτίαν, ἀεὶ Schm | ἂν inserui e LV om Schm | οἱ inser L om V τοῦ δικαίου οὐχ ἕτερον ἀνθ’ ἑτέρου εἰσάγουσιν εἰς τὰς δίκας, ἀλλ’ ὅστις ἠδίκηκεν ἀγώγιμός ἐστι παρ’ αὐτοῖς, ὁ δ’ αὐτὸς καὶ κληρονομῶν τῆς αἰτίας. εἰ τοίνυν Ποτιδαιᾶται ἀλλήλων ἐγεύσαντο, ἀσεβεῖς ἂν εἶεν καὶ προώλεις ὀλέσειαν αὐτοὺς οἱ θεοί, ἡμῖν δὲ τοῦ σφῶν μύσους τοσοῦτον μετεῖναι δοκεῖ, ὁπόσον καὶ τοῖς ἐν Ἐκβατάνοις καὶ Σούσοις καὶ πλεῖστον διῳκι- σμένοις αὐτῶν. 24. Ἀλλ’ ἐπολιορκεῖτε, φασίν, αὐτοὺς κἀν τῇ πολιορκίᾳ τοῦτο συνέπεσεν. ἐπολιορκοῦμεν μὲν οὖν καὶ μάλα δικαίως. ἐχθροὶ γὰρ ἦσαν καὶ πολέμιοι, καί, ὥσπερ φίλοις οὖσιν ὑπέστημεν τρόπῳ παντὶ βοη- θεῖν, οὕτως εἰς τοὐναντίον ἀποκριθεῖσι πολεμοῦντες οὐδὲν ἐπράττομεν τῶν ἀδίκων. εἰ μὲν γὰρ μηδὲν ἡμᾶς ἀδικήσασι μηδέ τι κακὸν διαθεμένοις ἠράμεθα πρὸς αὐτοὺς πόλεμον, ἦν ἂν τοῦτο περιφανῶς ἄδικον, πρὸς οὓς ἦν ἡμῖν οὐδὲν διάφορον, στρατεύειν ἐθέλειν καὶ μάχην ἀπροφάσιστον συνιστᾶν, καί γε ὅστις ἡμᾶς τού- του χάριν μετῆλθε τιμωρούμενος, δικαιότατα παρ’ ἡμῖν ὐγε κριταῖς πάντων μᾶλλον ἔδρασεν ἄν· ἐπεὶ δ’ ατοὶ μηδενὸς καλοῦντος μηδὲ βιάζοντος προσήλθοσαν, ἱκέ- τευσαν, ἐδεήθησαν, ἔτυχον ἡμῶν οἴων ἠβούλοντο, εἶτ’ εἰς ἀποστασίαν εἶδον πᾶσαν τὴν περὶ αὐτοὺς Ἀθη- 5 Dem. p. 332,22; 395,7 7 cf. p. 24, 9 13 cf. p. 74,23 15 ἀδικήσασι] ἀντὶ γενικῆς ἡ δοτικὴ ἐνταῦθα VL2 2 ὅστις — 3 αὐτοῖς inter Libanii locos laudat Plan fol 38 παρὰ τοῖς κριταῖς Plan | ὅδ’ V 7 πλεῖστον scripsi e LV πλεῖστα Schm 13 εἰς τοὐναντίον ἀποκρυθεῖσι respicit Plan l. l. atferens φίλος ὢν εἰς τοὐναντίον ἀπεκρίθη 15 ἀδικήκασι V | μὴ δέ V 21 μὴ δὲ V 22 ἠβούλοντο scripsi e LV ἐβούλοντο Schm 23 ἀποστασίαν scripsi e LV coll p. 70,17; 73, 17 ἀπόστασιν Schm ναίων σπουδὴν παρὰ φαῦλον θέμενοι, ποῦ δίκαιον μὴ πόλεμον κινεῖν ἐπ’ αὐτοὺς καὶ δίκην ἀξίαν τῆς ὑπερ- οψίας λαμβάνειν; οὐκοῦν, ἄνδρες Ἕλληνες, καὶ ἐκινοῦμεν τὸν πόλεμον καὶ δίκην ἐλαμβάνομεν ἀξίαν μὲν οὐδαμῶς, ἀλλ’ ἣν ἐνομίζομεν ἀποχρῆναι. καὶ τὸ πρᾶγμα ὧς ἐννομώτατον ἦν, κωλύει γὰρ τοὺς τοιούτους ἀμύνεσθαι οὔτε νόμος οὐδεὶς οὔτε θεὸς οὔθ’ ἡ κοινὴ τῶν ἀνθρώπων συνήθεια. μάλιστα μὲν οὖν καὶ τὰ ἀπὸ τῶν θεῶν παραδείγματα, οἷς αὐτοὶ καὶ σκηπτοῖς ἄνωθεν καὶ χαλάζῃ βάλλουσι καὶ ὕδασι πνίγουσι καὶ πᾶσι τρόποις τοὺς ἀνοσίους καὶ ἀγνώμονας τῶν ἀνθρώ- πων κολάζουσι, διδασκαλία πρὸς τὴν τῶν ἐχθρῶν ἐστι τιμωρίαν οἴ τ’ αὖ νόμοι ἐπὶ τούτῳ καθίζοντες δικα- στὰς κολάσεων τε εἴδη καὶ τρόπους ἀναδιδάσκοντες πολλὴν ποιοῦνται τὴν προτροπήν, ὡς, εἰ τινες κακῶς ἔδρασαν κακῶς καὶ ἀπόλωνται. καὶ ἀνθρώπων δὲ κἂν τοὺς ἀσθενεστάτους εἴποις καὶ μετριωτάτους και- ρὸν ἔχοντας μετιέναι τοὺς ἀδικοῦντας οὐκ ἂν τὴν ἐπιχείρησιν παραιτήσασθαι. οὕτως ἁπανταχόθεν προ- τετραμμένον ἐστὶν ἀμύνεσθαι τοὺς ἐχθρούς, καὶ κεκώ- λυται οὐδαμῶς. ὃ δὴ καὶ ἡμεῖς ἐποιοῦμεν, θάτερον δὲ οὐδαμῶς, λέγω τὸ οὕτω τραφῆναι παρασκευάσαι. καὶ γὰρ οὔτε παράδειγμα τοῦ τοσούτου μύσους ἑωρῶμεν γεγενημένον, πρὸς ὅπερ εἰκὸς ἦν ἀπιδόντας μιμήσασθαι, κἂν ἄλλοι τινὲς μυρίοι πρὸς ταύτην ἐξέκλιναν τὴν μανίαν, ἀλλ’ Ἀθηναίοις γε οὐ πρὸς φύσεως μέχρι τοσούτου τὴν ὀργὴν παρεκτείνειν, οὔκουν οὐδ’ εἰ 1 σπονδὴν V ὡς inserui e LV om Schm 14 ἀναδι- δάσκοντες scripsi e LV διδάσκοντες Schm 17 εἴποις scripsi e V εἴπῃς L Schm 25 μυρίοι inserui e LV om Schm 26 ἀλλ’ — 27 παρεκτείνειν citat Plan 1. 1. πᾶσαν ἐφάνη τις πρὸς αὐτοὺς ἐνδειξάμενος βλάβην. ὃ δ’ οὖν αὐτοῖς πάτριον καὶ τὸν ἅπαντα χρόνον οἰκεῖον, εὐεργετοῦσι μὲν προθυμεῖσθαι τὸ δίκαιον ὑπερβαίνειν, κολάζουσι δέ, ὁπηνίκα τούτου καιρός, μὴ ἀκριβολογεῖ- σθαι, ἀλλὰ καὶ τοῦ μετρίου ὑφίεσθαι διὰ χρηστότητα. ὥστ’, εἰ καὶ Ποτιδαιάτας ἐπολιορκοῦμεν, μετρίαν σκο- ποῦντες εἰσπράξασθαι δίκην τοῦτ’ ἐποιοῦμεν, ἀλλ’ οὐχ ὅπως εἰς ἀνάγκην τοῦ νεκρῶν ἅπτεσθαι συνελάσωμεν καὶ πείσωμεν ἀντὶ πολεμίων, τί λέγω πολεμίων; ἀντὶ θηρίων ἀλλήλοις γενέσθαι.